ΤΗΝ ΘΕΟΠΡΕΠΗ ΚΑΙ ΣΕΒΑΣΜΙΟΝ ΚΟΡΗΝ ΤΙΜΗΣΩΜΕΝ, ΤΗΝ ΥΠΕΡΤΙΜΟΝ ΤΩΝ ΧΕΡΟΥΒΙΜ,..... ΕΛΕΟΣ...

Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ, ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ὤκησεν ἀφράστως, Ὦ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τὶς οὐκ ἐκπλαγή, τοῦτο ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας δι' ἦλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει, Ἀνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ