ΜΕΓΑ ΘΑΥΜΑ! Ο ΤΩΝ ΑΟΡΑΤΩΝ ΚΤΙΣΤΗΣ, ΔΙΑ ΦΙΛΑΝΘΡΩΠΙΑΝ ΣΑΡΚΙ ΠΑΘΩΝ....

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ἤσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές.
Ὁ τὴν Ἀνάστασιν διδοὺς τῶ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ Ἄδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί, εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοὶς ἐν δεσμοῖς, Ἐξέλθετε, καὶ τοὶς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε.
Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθῶν, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν, τὴ γὰρ αὐτοῦ εὐσπλαγχνία ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν.
Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοὶ τῶ ἀνεσπέρω Φωτί, τῶ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῶ κόσμω, καὶ μέχρις Ἄδου κατελθόντι, καὶ τὸ ἐκεισε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοὶς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοί.
Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ Μαθηταί, ἐπηρώτων σε, λέγοντες, Διδάσκαλε, τὶς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῆ; Σὺ δὲ Σωτήρ μου ἐβόας αὐτοῖς, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ, ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἃ οὐδεὶς δύναται ἐργάζεσθαι, Καὶ ταῦτα εἰπών, πτύσας χαμαί, καὶ πηλὸν ποιήσας, ἐπέχρισας τοὺς ὀφθαλμοὺς αὐτοῦ, λέξας πρὸς αὐτόν, Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωὰμ τὴν κολυμβήθραν, ὁ δέ, νιψάμενος, ὑγιὴς ἐγένετο, καὶ ἐβόα πρὸς σέ, Πιστεύω, Κύριε, καὶ προσεκύνησέ σοί, Διὸ βοῶμεν καὶ ἡμεῖς, Ἐλέησον ἡμᾶς.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ