ΛΥΘΕΙΣΑ ΔΕΣΜΩΝ ΤΩΝ ΤΗΣ ΣΑΡΚΟΣ....
Λυθεῖσα δεσμῶν τῶν τῆς σαρκός, Θεοδοσία σεμνή, ἀνέπτης χαίρουσα, πρὸς φωτεινόμορφον θάλαμον, νυμφικῶς περιχορεύουσα, καὶ μαρτυρίου φοινικῶ αἵματι στίλβουσα, καὶ βοῶσα, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Παστάδα οὐράνιον οἰκεῖν, κατηξιώθης φαιδρώς, Θεοδοσία σεμνή, διαιωνίζουσαν εὔκλειαν, εὐραμένη παναοίδιμε, καὶ τῆς ἀνδρείας σου καρπὸν ὄντως πλουτήσασα, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.
Ὠράθης φερώνυμος σαφῶς, Θεοδοσία σεμνή, Θεοῦ γὰρ δόσις ἡμῖν, ἀρίστη δέδοσαι πάνσοφε, δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, ἀναδιδοῦσα ποταμοὺς τοὶς πίστει μέλπουσιν, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.