ΑΝΩ ΠΡΟΣ ΤΟΝ ΠΑΤΕΡΑ, ΧΡΙΣΤΟΣ ΑΝΕΡΧΕΤΑΙ....

Ἄνω πρὸς τὸν Πατέρα, Χριστὸς ἀνέρχεται, καὶ προσάγει τὴν σάρκα, ἣν ἐξ ἡμῶν ἀνέλαβεν, Αὐτὸν ἀνυμνήσωμεν, ἐν αἰνέσει σήμερον, ἐπινίκιον ὕμνον ἄδοντες.
Βίβλοι γραφῶν ἐνθέων, καὶ τὰ κηρύγματα, τῶν σοφῶν θεηγόρων, πέρας σαφῶς ἐδέξαντο, μετὰ γὰρ τὴν Ἔγερσιν, ὁ Δεσπότης ἄνεισι, μετὰ δόξης εἰς τὰ οὐράνια.
Γῆ μυστικῶς χορεύει, καὶ τὰ οὐράνια, θυμηδίας πληροῦται, ἐπὶ τὴ Ἀναλήψει Χριστοῦ, τοῦ τὰ πρὶν ἑνώσαντος, διεστώτα χάριτι, καὶ φραγμὸν τὸν τῆς ἔχθρας λύσαντος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ