ΤΟΝ ΠΡΟ ΗΛΙΟΥ ΗΛΙΟΝ, ΔΥΝΑΝΤΑ ΠΟΤΕ ΕΝ ΤΑΦΩ.... ΑΝΑΣΤΑΣΙΝ ΧΡΙΣΤΟΥ ΘΕΑΣΑΜΕΝΟΙ....

Τὸν πρὸ ἠλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων, Ὦ φίλαι, δεῦτε τοὶς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστώσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῶ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένω, καὶ κλαύσωμεν, καὶ κράξωμεν, Ὧ Δέσποτα ἐξεγέρθητι, ὁ τοὶς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν, Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν, Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν, ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλω τῶ κόσμω, Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ, Σταυρὸν γὰρ ὑπομεῖνας δι' ἡμᾶς, θανάτω θάνατον ὤλεσεν.
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ