ΩΔΗ ΟΓΔΟΗ ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
Από την ακολουθία του όρθρου
ΩΔΗ ΟΓΔΟΗ
ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
• Τὸν Δεσπότην ὕμνησον ἡ κτιστῶν φύσις.ΩΔΗ ΟΓΔΟΗ
ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ
• Ἀρχὴ: Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
• Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε ὕδατα, πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ δυνάμεις Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, πᾷς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, πὺρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, πηγαί, θάλασσα καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους η'
• Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους ς'
• Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοῖ τὴ καρδία, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Εἰς Στίχους δ'
• Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία καὶ Μισαήλ, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
• Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον, ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
• Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον, ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τους αἰῶνας.
Δόξα... Καὶ νύν...