ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ θαυματουργοῦ.

«Ἁρματηλήτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἄσμα τῶ Θεῷ ἀναμέλποντα».
Τῶν σῶν θαυμάτων ἐν ἐμοὶ Γρηγόριε, θείαν ἐνέργειαν, περιφανῶς Πάτερ, καὶ τανῦν ἀνάδειξον, ἐκ τοῦ βυθοῦ ῥυόμενος, τῶν πταισμάτων μὲ μάκαρ, καὶ σὴ φωτίζων λαμπρότητι, ὅπως ἐπαξίως ὑμνήσω σε.
Ὡς ἐντρεχὴς καὶ νουνεχὴς καὶ φρόνιμος, τὸ τῆς ψυχῆς εὐγενές, τῶν τῆς σαρκὸς μάκαρ, ἡδονῶν προέκρινας, τὰ τῆς σοφίας δόγματα, φιλοπόνως συλλέγων, δι' ὧν ἐκείνη Γρηγόριε, τρέφεται Θεῷ πλησιάζουσα.
Τὴν σωφροσύνην ἀδελφὴν κτησάμενον, ὡς συνεργὸν τῶν καλῶν, σὲ καθορῶν ὄφις, ὁ δεινὸς Γρηγόριε, σοὶ τοὺς βασκάνους ἥγειρεν, οὓς κατήσχυνας Πάτερ, μακροθυμία τὸ γύναιον, πάθει συσχεθὲν ἰασάμενος.
Ἐπὶ τῆς ξένης διατρίβων Ὅσιε, πάσιν αἰδέσιμος, δι' ἀρετὴν ὤφθης, εὐσεβὴς φιλόθεος, θαυματουργίας χάρισμα, πρὸς Θεοῦ δεδεγμένος, δι' ἦς γνωρίζη ὡς ἥλιος, λάμψας ἐν τῷ κόσμω Γρηγόριε.

Bιβλιογραφία
- Μηνιαίον Νοεμβρίου, Εκδ. Αποστ. Διακονίας