Αναρτήσεις

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν, Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον.

Τὰς αἰσθήσεις ἐκτείνας πρὸς οὐρανόν, καὶ τῶν ἄστρων μανθάνων τὴν καλλονήν, ἐκ τούτων μεμύησαι, τῶν ἁπάντων τὸν Κύριον, τοῦ Σταυροῦ δὲ τὸ ὅπλον, ἐν μέσῳ ἀνέλαμψε, διαγράφον ἐν τούτῳ, νικᾶν καὶ κρατύνεσθαι· ὅθεν τῆς ψυχῆς σου, ἐπανοίξας τὸ ὄμμα, τὸ γράμμα ἀνέγνωκας, καὶ τὸν τρόπον μεμάθηκας, Κωνσταντῖνε πανσέβαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Χρεωστικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Κωνσταντῖνε ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα· φωτισθεὶς γὰρ ἀκτῖσι τοῦ Πνεύματος, πᾶσαν ἐφαίδρυνας τήν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὰ συστήματα τῶν πιστῶν πανταχόθεν συνάξας, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, ἔνθα τῶν ἀσεβῶν ἐσβέσθη τὸ φρύαγμα, καὶ αἱρετικῶν ἠσθένησαν γλῶσσαι, καὶ ἐμωράνθησαν, τῶν δὲ ὀρθοδόξων ὑψώθη τὸ στῖφος, φανερωθείσης τῆς πίστεως. Ὅθεν ὑπ' αὐτῶν ἐδοξάσθης Ὀρθοδοξότατος, καὶ πάντων βασιλέων ἐκηρύχθης πατήρ, ὡς πρῶτος τὴν ἁλουργίδα παρὰ Θεοῦ κομισάμενος. Διὸ αἰτοῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.

Ἐδέξω ἐν τῇ ψυχῇ, τὸν θεῖον πλοῦτον τοῦ Πνεύματος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, ἐγκρατείας πόνους, δι ὧν οἶκος ἐγνωρίσθης Θεοῦ. Ὕλης τῆς κάτω Σοφὲ παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, ὤφθης κληρονόμος, διὰ βίου τελειότητα. Ἱδρῶσιν ἀσκητικοῖς, τοὺς ἄνθρακας τῶν βελῶν τοῦ ἐχθροῦ, κατέσβεσας ἀληθῶς, καὶ τὸ πῦρ τῆς πίστεως, ἐκλάμψας κατέφλεξας, τὰ τῆς ἀπιστίας, τῶν αἱρέσεων φρυάγματα.

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ Οἰκουμένῃ λάμπων τοῖς θαύμασιν Ἰωάννη Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ΄ ἡμῶν, κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ΄ ἡμῶν. Ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

«Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν». Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν. Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο. Ἄνατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.