Ὑπὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέβειαν, ὁμότιμα καὶ πᾶσα, σὺν αὐτοῖς βλασφημία, αἱρετίζουσα ὦ Ἀθανάσιε.
«Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε». Ὅλη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερώῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα. Σὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κυρύττεις τὸ Ὁμοούσιον· διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται. Ἐγχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προρρίζους, ὡς ἀκάνθας· καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας. Ὑπὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέ...