Αναρτήσεις

LIVE 68 πονηρή εγκύκλιος | π. ΑΝΤΩΝΙΟΣ 25.07.21

Εικόνα

Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα· πῦρ γὰρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ· διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος.

 Νενεκρωμένην τὴν ψυχήν μου ζώωσον, ὡς τὸν τῆς χήρας υἱόν, καὶ ἀρεταῖς θείαις, Μάκαρ καταλάμπρυνον, καὶ πρὸς ζωὴν ὁδήγησον, καὶ τῆς αἰωνιζούσης, τρυφῆς ἀνάδειξον μέτοχον, σοῦ κατατρυφᾶν ἐφιέμενον. Ἐν τῷ σὲ τίκτεσθαι ὁ σὸς μεμύηται, γεννήτωρ μέγιστον, ὡς ἀληθῶς θαῦμα· πῦρ γὰρ σιτιζόμενον, φλογί τε σπαργανούμενον, σὲ τεθέαται μάκαρ· διὸ ταῖς σαῖς παρακλήσεσι, ῥῦσαί με πυρὸς αἰωνίζοντος. Μεγαλυνθεὶς ταῖς πρὸς Θεόν σου νεύσεσι, ζηλῶν ἐζήλωσας, ὡς ἀληθῶς Μάκαρ, τῷ Κυρίῳ πάντοτε· διὸ με ἐνδυνάμωσον, ζήλου θείου πλησθέντα, τὸ ἔνθεον πράττειν βούλημα, ἵνα σε γεραίρω σῳζόμενος.

Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.

 Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. Πολλοῖς συνεχόμενος πειρασμοῖς, πρὸς σὲ καταφεύγω, σωτηρίαν ἐπιζητῶν· Ὦ Μῆτερ τοῦ Λόγου καὶ Παρθένε, τῶν δυσχερῶν καὶ δεινῶν με διάσωσον. Παθῶν με ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας, ἐμπιπλῶσαί μου τὴν ψυχήν, εἰρήνευσον, Κόρη, τῇ γαλήνῃ, τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, Πανάμωμε. Σωτῆρα τεκοῦσάν σε καὶ Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν· σοὶ γὰρ νῦν προσφεύγων ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν. Νοσοῦντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας, καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.

Φωστῆρα παμφαῆ, διφρηλάτην πυρφόρον, καὶ ἄγγελον σαρκί, ζήλου πνέοντα θείου, δυσσέβειαν τρέποντα, παρανόμους ἐλέγχοντα, κορυφαῖόν τε, τῶν Προφητῶν σε συμφώνως καταγγέλλομεν, μάκαρ θεόπτα Ἠλία· διὸ ἡμᾶς φρούρησον.

 Φωστῆρα παμφαῆ, διφρηλάτην πυρφόρον, καὶ ἄγγελον σαρκί, ζήλου πνέοντα θείου, δυσσέβειαν τρέποντα, παρανόμους ἐλέγχοντα, κορυφαῖόν τε, τῶν Προφητῶν σε συμφώνως καταγγέλλομεν, μάκαρ θεόπτα Ἠλία· διὸ ἡμᾶς φρούρησον. Δόξα... Καὶ νῦν...  Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

 Ὁ ἔνσαρκος ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.

LIVE 67 με τον π. Αντώνιο 18.07.21

Εικόνα

LIVE 64 με τον π. Αντώνιο 27.06.21

Εικόνα