Αναρτήσεις

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.

 Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης. Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν, Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι. Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος. Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς, Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ. Μνήμη τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Εἰς ἀνδρίαν τὸ θῆλυ δι' ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ

 Εἰς ἀνδρίαν τὸ θῆλυ δι' ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, Θεοῦ οἰκητήριον, ἀμφοτέρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον, ἀσκήσει μειώσασα, μαρτυρικῶς ἐδείχθης, ἀθλήσεως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ, ὡς φωστὴρ διαλάμπεις, δισσῶς ἑξαστράπτουσα, τάς ἀκτῖνας τοῦ Πνεύματος, Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ

 Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοὶ· ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσαν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων σῶσον τάς ψυχὰς ἡμῶν.

Ὡς ῥόδον εὐῶδες μυστικῶς ἐξήνθησας, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἡμῶν· ὅθεν ἡμᾶς εὐωδιάζεις, Κυρίου εὐωδία γενόμενος, καὶ πάθη τὰ δυσώδη Μακάριε, ἀποδιώκεις τῶν ψυχῶν ἡμῶν.

 Ὡς ῥόδον εὐῶδες μυστικῶς ἐξήνθησας, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἡμῶν· ὅθεν ἡμᾶς εὐωδιάζεις, Κυρίου εὐωδία γενόμενος, καὶ πάθη τὰ δυσώδη Μακάριε, ἀποδιώκεις τῶν ψυχῶν ἡμῶν. Σήμερον τὴν μνήμην σου τελεῖ, τὴν ἔνδοξον, συγκαλοῦσα πόλιν ἅπασαν, ἡ εὐγενὴς Νικομηδέων, περίδοξός τε πόλις ἐν πόλεσιν· αὐτῆς γὰρ πολιοῦχος γεγένησαι, ἣν οὐρανόθεν Μάρτυς ποίμαινε. Ἡ γῆ σου τὸ αἷμα ἐκχυθὲν ἐδέξατο, Ἱεράρχα, τὸ δὲ πνεῦμά σου, εἰς οὐρανοὺς ἀνεκομίσθη, τοῖς θείοις συναγάλλεσθαι Πνεύμασι· μεθ᾿ ὧν ἡμῶν μνημόνευε Ἄνθιμε, θείων Μαρτύρων ἀκροθίνιον.

Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας.

 Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας. Στίχοι Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει, Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας. Ἄνθιμον ἐν τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου. Στίχοι Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ, Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειοῦται. Στίχοι Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων, Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται. Στίχοι Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις, Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρὶ τελειοῦται. Στίχοι Ὡς εἰς ἄριστον τὴν πυρὰν σπεύδων τρέχεις, Χριστοῦ ἄριστε Μαρτύρων Ἀριστίων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων, ἐν ἀσβέστου βόθρῳ βληθείς, τελειοῦται. Στίχοι Εἰσδὺς Χαρίτων εἰς τὸν ἀσβέστου βόθρον, Ἄσβεστον εὗρε φῶς ἀκηράτου ...

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος.

 Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος. Στίχοι Τὶ μοι κεφαλῆς ἡ τομή, Μύρων λέγει. Πρὸς τὸ στέφειν μέλλον με πάντιμον στέφος; Ἑβδομάτῃ δεκάτῃ Μύρωνα τάμε ξίφος ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ καὶ Κυπριανοῦ. Στίχοι Ἔθεντὸ με βδέλυγμα, φησὶν ὁ Στράτων, Ἄνδρες βδελυκτοί, καὶ πυρὶ κτείνουσί με. Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον Κατακριθεὶς πῦρ, οὐ φιλόψυχος γίνῃ. Εὐτυχιανὸς εἰς κάμινον ἡμμένην, Ὡς ἵππος εἰς πεδίον ἦν, τὸ τοῦ λόγου. Πῦρ Κυπριανὸς καρτερήσας καμίνου Ἐξώτερον πῦρ, ὃ Γραφὴ λέγει, φύγε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ. Στίχοι Ἰουλιανή, Παῦλος, ἀδελφοὶ φύσει, Ὤφθησαν ὄντες καὶ ἀδελφοὶ τῷ ξίφει Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Θύρσου, Λευκίου, Κορωνάτου καὶ τῆς συνοδίας αὐτῶν, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τοῖς Ἁρματίου. Στίχοι Οἱ τρεῖς ἀθληταὶ νῦν παρίστανται πόθῳ, Τριάδι θείᾳ, ἧς ἐνήθλησαν χάριν. Ταῖς τῶν Ἁγ...

Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ

 Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ μύρον παναληθέστατον· ὄντως γὰρ τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, τὰς ἰάσεις παρέχει τῶν νοσημάτων· τῇ γὰρ ἀγάπῃ τοῦ Κτίστου πυρούμενος, συμπάσχει τοῖς ἐν ἀνάγκαις, καὶ λυτροῦται δεινῶν ὁ πανόλβιος, μυρίζων πάντας τῇ χάριτι, τῇ δοθείσῃ αὐτῷ ἐκ τοῦ Πνεύματος,  αἰτούμενος πᾶσι θείαν ἄφεσιν.