Αναρτήσεις

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας,

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Στίχοι Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Στίχοι Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Στίχοι Δημήτριον νύττουσι λόγχαι Χριστέ μου, Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος. Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Στίχοι Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος, Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Στίχοι Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων, Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Στίχοι Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων, Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Στίχοι Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε. Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου Ὁσιομάρτυρος Ἰωάσαφ ξίφει τελειωθέντος ἐν Κωνσταντινουπόλει ἐν ἔτει αφλς' (1536) Στίχοι Μίξας ἀσκήσει τὴ...

Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ παντός

Ἱερουργήσας τὸ αἷμά σου Δημήτριε, σπείσας πανάριστε, τῷ Βασιλεῖ τοῦ παντός, πλευρὰν δὲ λελόγχευσαι, τοῦτον μιμούμενος· ὅθεν δίδωσι, τὴν ἀμοιβὴν κατάλληλον, μύρον ἄλλοις δεδειχὼς σε. Σεσωμάτωται τὸ μύρον τὸ οὐράνιον, Χριστὸς ὁ Κύριος, διὰ φιλίαν βροτῶν, αὐτὸν δὲ Δημήτριος, φιλήσας ἄριστα, χριστὸς γίνεται, μύρῳ καινῷ χρισάμενος, καὶ σαρκός ἐκβλύζει μύρα. Μύρῳ χρίσας με Χριστὸς ἀγαλλιάσεως, δουλείας ἔλυσε, καὶ τυραννίδος πικρᾶς· ἀλλ' αὖθις δεδούλωμαι, αἰσχίσταις πράξεσιν, ἐλευθέρωσον, αἰσχρᾶς δουλείας Ἅγιε, σοῦ τῷ μύρῳ καταχρίσας.

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον,

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων. Θεοτοκίον

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι,

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι, χερσὶν ἀνῃρέθητε, κακοδοξούντων μάτην, πανευκλεεῖς ὁπλῖται. Νομοθεσίας Θεοῦ, ἀπαρατρώτους πίστει, διατηροῦντες θεῖοι Μαρτυρες, νομίμως ἠθλήσατε, ὑπὸ χειρῶν ἀνόμων, ἀναιρεθέντες ξίφει. Μετὰ ταφὴν ἱεράν, τῶν προσιόντων πίστει, ὑμῶν τῷ τάφῳ τὰ νοσήματα, ἐνθάπτετε Ἅγιοι, ταῖς πρὸς τὸν Ζωοδότην, ἁγίαις μεσιτείαις. Ἐκ τῶν πηγῶν μυστικῶς, τῶν ἱερῶν πλουτοῦντες, τὴν θείαν χάριν τῶν ἰάσεων, πιστοὺς καταρδεύετε, τῶν νοσημάτων πᾶσαν, ξηραίνοντες πλημμύραν.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Νοταρίων, Μαρκιανοῦ καὶ Μαρτυρίου. Στίχοι Χριστοῦ καλάμους τοὺς Νοταρίους νόει, Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους. Πέμπτῃ Μαρκιανὸν τάμον εἰκάδι Μαρτύριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλλερίνου. Στίχοι Οὐαλλερῖνος τὴν κάραν τμηθεὶς ξίφει, Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου. Στίχοι Εἰσδύς τὸ πῦρ χορευε, Μάρτυς Σαβίνε, θείαν χορείαν, πρόξενον θείου στέφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐαλλερίου καὶ Χρυσάφου. Στίχοι Διττοῖς Ἀθληταῖς ἡ τιμωρία ξίφος, Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ταβιθᾶς, ἣν ἀνέστησεν ἐκ νεκρῶν ὁ Ἅγιος Πέτρος. Στίχοι Ποῦ σοι, Ταβιθά, Πέτρος; εἰ γὰρ ἦν πάλιν, Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.