Αναρτήσεις

Ἡλίου, νοητοῦ λαμπρότησιν, αὐγαζόμενοι

Ἡλίου, νοητοῦ λαμπρότησιν, αὐγαζόμενοι Ἀθλοφόροι τοῦ σκότους τὸν ἄρχοντα ὠλέσατε, ἐξ οὗ τῆς βλάβης ἡμᾶς, δυσωποῦμεν ἐκλυτρώσασθε, φωταγωγοῦντες πάντων τὰ νοήματα. Ῥομφαῖαι, ἀσεβεῖς σαφῶς συγκόπτουσαι, ἐγνωρίσθητε Ἀθλοφοροι, συντρίψαντες χάριτι, τὰς τοῦ ἐχθροῦ δεινὰς ῥομφαίας· διὸ τῶν βελῶν ἀτρώτους ῥύσασθε, τῶν ἐναντίων πάντων προσευχαῖς ὑμῶν. Ἐκ πλήθους, χαλεπῶν συμπτώσεων, νοσημάτων εἰς πλῆθος ἦλθον, καὶ δέομαι Ἅγιοι, ὑμῶν τοῦ πλήθους τοῦ ἐλέους τυχεῖν, διὰ τάχους τῆς ἰάσεως· διὸ τῆς προσευχῆς μου ἐπακούσατε.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα,

Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ᾄσμασι, τῆς Τριάδος ἔχουσαν τὴν λαμπρότητα, τοὺς θεμελίους τῆς πίστεως, τὰ ἄνθη τὰ πνέοντα, τὴν ὀσμὴν τὴν ἀληθῆ, τῆς Θεοῦ ἐπιγνώσεως, Κῦρον ἅπαντες, καὶ σὺν τούτῳ τὸν μέγαν Ἰωάννην, ὡς πρεσβεύοντας ἀπαύστως, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον.

Ἰσχὺν τὸν Χριστόν, κραταιὰν ἐν πειρασμοῖς ἔχων παμμάκαρ,

Ἰσχὺν τὸν Χριστόν, κραταιὰν ἐν πειρασμοῖς ἔχων παμμάκαρ, βίου διέβης τὸ κλυδώνιον, ἀκαταπόντιστος Ὅσιε, καὶ πρὸς γαληνότατον ὅρμον, προσωρμίσθης γηθόμενος· Εὐλογητὸς εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός. Σοφίᾳ πολλῇ, καὶ στοργῇ πνευματικῇ Πάτερ κινούμενος, οἶκον ἐδείμω μάκαρ μέγιστον, ἐν ᾧ προσφευγοντες Ὅσιε, ἴασιν κομίζονται πάντες, οἱ βοῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Λαμπτὴρ φαεινός, ἀρετῶν θείῳ φωτὶ λελαμπρυσμένος, Σαμψὼν ὡράθης καὶ κατηύγασας, τῆς οἰκουμένης τὰ πέρατα· ὅθεν συνελθόντες σε πίστει, μακαρίζοντες ψάλλομεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον,

Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.

Θησαυροὺς οὐρανίους ἐπλούτησας, στέργων τὴν συμπάθειαν, Σαμψὼν ἀοίδιμε,

Θησαυροὺς οὐρανίους ἐπλούτησας, στέργων τὴν συμπάθειαν, Σαμψὼν ἀοίδιμε, καὶ ὑπανοίγων πένησι, σοῦ τὰ σπλάγχνα τελείῳ φρονήματι. Ἐδομήσω εἰς δόξαν Θεοῦ ἡμῶν, οἶκον ἱερώτατον, ἐν ᾧ προστρέχοντες, πολυειδῶν καθαίρονται, νοσημάτων πιστοὶ Παμμακάριστε. Ἱερῶς σου τὸν βίον διήνυσας, καὶ μετὰ Ὁσίων ὁσίως ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν πιστῶς σε τιμώντων θεόπνευστε.

Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς,

Κτησάμενος ψυχήν, ἐλεήμονα Πάτερ, ἐπήρκεσας πτωχοῖς, δαψιλεῖ χορηγίᾳ, καὶ νῦν μεταβέβηκας, πρὸς τὰ ἄνω βασίλεια, τῶν καμάτων σου, τὰς ἀντιδόσεις λαμβάνων, διὰ τοῦτό σε ἐν εὐφροσύνῃ καρδίας, Σαμψὼν μακαρίζομεν.