Αναρτήσεις

ΤΗΝ ΘΕΟΔΟΧΟΝ ΓΑΣΤΕΡΑ ΣΟΥ ΘΕΟΤΟΚΕ

Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε, περιλαβοῦσα ἡ Ζώνη σου ἡ τιμία, κράτος τῇ πόλει σου ἀπροσμάχητον, καὶ θησαυρὸς ὑπάρχει, τῶν ἀγαθῶν ἀνέκλειπτος, ἡ μόνη τεκοῦσα ἀειπάρθενος.

ΚΑΤΑΘΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως. Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως. Στίχοι Χρυσῆν κορωνίδ' οἷα, σεμνὴ Παρθένε, Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει. Θέντο σορῷ Ζώνην πρώτῃ Πανάγνου Τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίῳ. Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΚ ΦΩΤΟΣ ΦΩΤΟΔΟΤΗΝ

Ἐκ φωτὸς φωτοδότην Λόγον συνέλαβες, καὶ τεκοῦσα ἀφράστως τοῦτον δεδόξασαι· Πνεῦμα γὰρ ἐν σοί, Κόρη θεῖον ἐσκήνωσεν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν. Στίχοι Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες. Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ Ἀδριανῷ σύσκηνος ἡ Ναταλία. Ἀδριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται. Στίχοι Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα, Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος. Στίχοι Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο, Ξίφους δραμόντες στάδιον κουφοδρόμως. Ῥυφθεὶς ὑσσώπῳ δακρύων, Ἰβιστίων, Εὔθυμος εἰς ἄδακρυ χωρεῖς χωρίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ. Στίχοι Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος, Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως. Στίχοι Ζήλῳ τὰ βασίλεια ...

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΥΑΚΙΝΘΟΥ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου. Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου). Στίχοι Ἐξ ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος, Λαμπρὸς πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων. Οὐλομένῳ τριτάτῃ Ὑάκινθος κάτθανε λιμῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνατολίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Δύνας, Ἀνατόλιε τοῦ βίου τέλει. Τῷ μὴ δύνοντι προσπελάζεις ἡλίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Διομήδους, Εὐλαμπίου, Ἀσκληπιάδου καὶ Δολινδούχ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡ ΠΟΛΛΟΥΣ ΥΜΝΗΣΩΜΕΝ

Ὑπὲρ πολλοὺς ὑμνήσωμεν Μάρτυρας, τὸν τῆς πόλεως ἡμῶν προϊστάμενον, ὃς τὴν πόλιν ἡμῶν ὡς γυμνάσιον, τῆς ἰδίας φυλάττων ἀθλήσεως, ὡς παρρησίαν ὁπλισάμενος, καὶ τὸν πέλεκυν ἔχων τῆς ἀληθείας, δι' ἧς ἀπέτεμε τὸ τῆς πλάνης φυτόν, συνεγείρει καὶ ἡμᾶς πρὸς ἐργασίαν τῶν καλῶν· Ἐκβοῶμεν οὖν σὺν αὐτῷ, χαίροις μαρτύρων τὸ κλέος Ὑάκινθε.

ΠΕΡΙΒΟΛΗΝ ΠΑΣΙ ΠΙΣΤΟΙΣ ΑΦΘΑΡΣΙΑΣ

Περιβολὴν πᾶσι πιστοῖς ἀφθαρσίας, θεοχαρίτωτε Ἁγνὴ ἐδωρήσω, τὴν ἱερὰν Ἐσθῆτά σου, μεθ' ἧς τὸ ἱερόν, σῶμά σου ἐσκέπασας, σκέπη θεία ἀνθρώπων· ἧσπερ τὴν κατάθεσιν, ἑορτάζομεν πόθῳ, καὶ ἐκβοῶντες κράζομεν πιστῶς· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.