Αναρτήσεις

ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗ

Τῇ Τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτήν. Στίχοι Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ. Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον. Τῷ ἀπείρῳ ἐλέει σου, Χριστε ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΣΑΡΚΙΚΩΣ ΕΚΟΠΙΑΣΑΣ

Σαρκικῶς ἐκοπίασας, ἡ ἀνάπαυσις πάντων, ἑκουσίως ἐδίψησας, ἡ πηγὴ τῶν θαυμάτων, τὸ ὕδωρ ἐζήτησας, ὕδωρ τὸ ζῶν Ἰησοῦ ἐπαγγειλάμενος. Σαμαρείτιδι Κύριε, γυναικὶ προσωμίλεις, διαλέγων τὴν ἄνοιαν, τῶν ἀνόμων Ἑβραίων· ἡ μὲν γὰρ ἐπίστευσεν, Υἱόν σε εἶναι Θεοῦ, οἱ δὲ ἠρνήσαντο. Ὕδωρ ζῶν τὸ ἁλλόμενον, ὕδωρ ἀθανασίας, ἡ πηγὴ ἡ ἀείζωος, παρέχειν ἐπηγγείλω, τοῖς πίστει τὸ Πνεῦμά σου, προσδεχομένοις Σωτὴρ τὸ προϊὸν ἐκ Πατρός. Πέντε ἄρτοις ἐξέθρεψας, χιλιάδας πεινώντων, καὶ τοῦ κόρου τὰ λείψανα εἰς ἄλλας μυριάδας, Σωτὴρ ἐπερίσσευσας, δεικνὺς τὴν δόξαν σου τοῖς ἱεροῖς Μαθηταῖς. Ὁ ἐσθίων τὸν ἄρτον σου, ζήσεται αἰωνίως, καὶ ὁ πίνων τὸ αἷμά σου, ἐν σοὶ μένει Σωτήρ μου, καὶ σὺ ἐν αὐτῷ μένεις, καὶ ἀναστήσεις αὐτόν, ἐν τῇ ἐσχάτῃ ῥοπῇ. Ἐθαυμάστωσας Δέσποτα, τὴν σὴν οἰκονομίαν, πιστωσάμενος θαύμασι τὴν θείαν ἐξουσίαν, τὰς νόσους ἀπήλασας, νεκροὺς ἀνέστησας, τυφλοὺς ἐφώτισας ὡς Θεός. Τοὺς λεπροὺς ἐκαθάρισας, τοὺς χωλοὺς ἀνωρθώσω, παραλύτους συνέσφιγξας, Αἱμόρρουν ἐθεράπευσας· ἐπέζευσας πέλαγος δε...

ΤΗΝ ΧΕΡΣΩΘΕΙΣΑΝ ΜΟΥ ΨΥΧΗΝ

Τὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς· σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου, Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

ΠΑΡΕΣΤΙΝ Η ΜΕΣΟΤΗΣ

Πάρεστιν ἡ μεσότης ἡμερῶν, τῶν ἐκ σωτηρίου ἀρχομένων Ἐγέρσεως, Πεντηκοστῇ δὲ τῇ θείᾳ σφραγιζομένων, καὶ λάμπει τὰς λαμπρότητας, ἀμφοτέρωθεν ἔχουσα, καὶ ἑνοῦσα τὰς δύο, καὶ παρεῖναι τὴν δόξαν προφαίνουσα, τῆς δεσποτικῆς, Ἀναλήψεως σεμνύνεται.

ΑΝΕΒΗ Ο ΙΗΣΟΥΣ ΕΙΣ ΙΕΡΟΣΟΛΥΜΑ

Ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα, ἐπὶ τῇ Προβατικῇ κολυμβήθρᾳ τῇ λεγομένῃ κατὰ Ἰουδαίους Βηθεσδὰ πέντε στοὰς ἐχούσῃ· ἐν ταύταις γὰρ κατέκειτο πλῆθος τῶν ἀσθενούντων. Ἄγγελος γὰρ τοῦ Θεοῦ, κατὰ καιρὸν ἐπιφοιτῶν, διετάραττεν αὐτήν, καὶ ῥῶσιν ἐχαρίζετο τοῖς προσιοῦσιν ἐν πίστει. Καὶ ἰδὼν ὁ Κύριος χρονιοῦντα ἄνθρωπον, λέγει πρὸς αὐτόν· θέλεις ὑγιὴς γενέσθαι; ὁ ἀσθενῶν, ἀπεκρίνατο· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν καλυμβήθραν· ἰατροῖς κατηνάλωσα τὸν ἅπαντά μου βίον, καὶ ἐλέους τυχεῖν οὐκ ἠξιώθην· ἀλλ' ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων λέγει πρὸς αὐτόν· Ἆρόν σου τὸν κράββατον καὶ περιπάτει, κηρύττων μου τὴν δύναμιν, καὶ τὸ μέγα ἔλεος ἐν τοῖς πέρασι.

ΑΤΑΦΟΣ ΝΕΚΡΟΣ

Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῇς κολυμβήθρας· οὐ γάρ ἐστί μοι τίς ὁ ἐμβάλλων με ταραττομένων τῶν ὑδάτων, ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κἀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος, Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος. Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ. Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.