Αναρτήσεις

ΤΩ ΠΑΝΤΑΝΑΚΤΟΣ ΕΞΕΦΑΥΛΙΣΑΝ

«Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ, Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ». Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει, Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους, Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη, Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου, Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον. Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον, Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων, ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων, Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα, Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου. Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην, Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου, Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν. Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων, Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΕΛΑΝΗΣ ΤΗΣ ΡΩΜΑΙΑΣ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης της Ῥωμαίας. Οὐχ ὑλικὴ σε χεὶρ Μελάνη καὶ μέλαν, Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει. Πρώτη ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου. Πώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει, ᾯ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται. Ὁ Γελάσιος, ἄχρι καὶ τέλους βίου, Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται. Διπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν, Χοροῦ γινώσκω διπλοπενταπαρθένου. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται. Ἀγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας, Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται. Πολλοὺς ἀνέτλη Γάϊος θεῖος πό...

ΚΑΤΑ ΠΑΘΩΝ ΤΩΝ ΤΗΣ ΣΑΡΚΟΣ ΒΑΣΙΛΕΥΣΑΣΑ

Κατὰ παθῶν τῶν τῆς σαρκὸς βασιλεύσασα, διὰ παθῶν ζωοποιῶν ἐβασίλευσας, ἐκ τοῦ οἰκείου αἵματος φοινίξασα σεμνή, χλαῖναν ἀδιάφθορον, εὐσεβῶς Ἀνυσία· ὅθεν τοῦ Παντάνακτος, Νύμφη ἄμωμος ὤφθης, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.

ΔΕΥΤΕ ΙΔΩΜΕΝ ΠΙΣΤΟΙ

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων ἀνατολῆς τῶν Βασιλέων, Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ, Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΝΥΣΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ. Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως, Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν. Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας. Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα, Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου. Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ, Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται. Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἀπεμείωσε τὴν νύκτα ὁ τεχθεὶς σαρκί, Ἥλιος ἐκ Παρθένου Μητρός, καὶ ἐπηύξησε τὴν διττὴν ἡμέραν τοῖς πιστοῖς, βοῶσιν αὐτῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σαλευθεῖσαν ἀθεότητι τὴν ἅπασαν, κτίσιν ὁ ἐν Σπηλαίῳ τεχθείς, ἐπεστήριξεν ἐπιγνώσει πάλιν τῇ αὐτοῦ, ἀπαύστως κραυγάζουσαν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τὰ ἀνεύθυνα μὲν βρέφη ἀπεθέρισεν, Ἡρῴδης μιαιφόνῳ χειρί, τῶν ἐλπίδων δέ, τῶν ματαίων ὅλως ἐκπεσών, τὴν ἔνδικον δίκην ἑαυτῷ, θεοκτονίαν μελετῶν ἐναπεγράψατο.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ, ΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΑΝΑΙΡΕΘΕΝΤΩΝ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ' καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων. Διὰ ξίφους ἄωρα μητέρων Βρέφη, Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους. Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων. Ἀϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ. Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης, Ὁμολογητὴς ἀναφανεὶς ὡς μέγας. Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ...