Αναρτήσεις

ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΕΥΓΕΝΙΑΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ. Στεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία, Βαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους. Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται. Τὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει, Μάρτυς Βασίλλα, πίστεως θείας βάσις; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται. Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης, Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται. Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει, Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται. Πᾶν Ἀχαϊκὸ...

ΕΠΕΣΚΕΨΑΤΟ ΗΜΑΣ, ΕΞ ΥΨΟΥΣ Ο ΣΩΤΗΡ

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. Ἐκ γ'.

ΜΑΓΟΙ ΤΑ ΔΩΡΑ ΣΟΙ ΠΡΟΣΗΓΟΝ

Μάγοι τὰ δώρά σοι προσῆγον, οἱ δὲ Μάρτυρες τὰ αἵματα, τῷ γεννηθέντι ἐπὶ γῆς ἐκ Παρθένου, ἐν τῇ πόλει Δαυΐδ, καὶ πάσχοντες ἐβόων· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην. Κυμαινομένης ὡς θαλάσσης, κατὰ τῆς ὁμολογίας Χριστοῦ, τῆς τυραννίδος τοῦ ἐχθροῦ, ὡς φιλεύδιοι λιμένες αὐτῇ, ἐπέστησαν ἀθρόως οἱ Ἀθληταί, ὡς ναῦν τὴν πίστιν αὐτῶν συναιροῦντες. Ἡ Θεοδούλου παρρησία, τὴν ὁμόζηλον ἀνδρείαν, τῶν συνομίλων Ἀθλητῶν, στερροτέραν ἀπειργάσατο· διὸ καὶ ἀνεβόων, Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην.

ΙΝΔΑΛΜΑΤΟΣ ΧΡΥΣΟΥ

«Ἰνδάλματος χρυσοῦ, καταπτύσαντες τρισόλβιοι Νεανίαι, τὴν ἀπαράλλακτον καὶ ζῶσαν Θεοῦ εἰκόνα τεθεαμένοι, μέσον τοῦ πυρὸς ἀνέμελπον· Ἡ οὐσιωθεῖσα ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας». Φορέσας με Χριστέ, ὃν ἐγύμνωσεν ἀπάτῃ ἡ ἁμαρτία, φανερωθῆναι σὺ καὶ νήπιος, ἐπὶ φάτνης ἔρχῃ τεχθῆναι, ἄστρου σε φαιδρῶς κηρύττοντος, τοῖς ἀναβοῶσιν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Χορεύσωμεν πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, ὁ Δεσπότης, καταπλουτῶν ἡμᾶς, ἐν πάσῃ δικαιοσύνῃ, ἤδη πτωχεύει καθάπερ νήπιον, τεχθεὶς καὶ ἀνακλιθεὶς ἐν τῇ φάτνῃ· ὃν ἀνυμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ψαλτήριον τερπνόν, ἀνάλαβε Προφῆτα Δαυῒδ καὶ λέγε· ἰδοὺ ἠκούσαμεν, Παρθένον Σιὼν ἐν πόλει, μέλλουσαν τίκτειν, Θεὸν Βασιλέα Κύριον, ᾧ καὶ μελῳδοῦμεν· Ὑμνείτω τὸν Κύριον πᾶσα κτίσις, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ὡραῖος ἒκ γαστρός, σοῦ προέρχεται τεχθῆναι, ἀρρήτῳ λόγῳ καθωραΐσαι, τὸ ἀνθρώπινον ἀφθαρσίᾳ, Παρθένε θέλων, ὁ ...

ΤΟΥΣ ΕΙΣ ΤΑ ΤΕΛΗ ΤΩΝ ΑΙΩΝΩΝ

Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων, καταντήσαντας Φιλάνθρωπε, καὶ τρικυμίαις πειρασμῶν, ἀπολέσθαι κινδυνεύοντας, βοῶντας μὴ παρίδῃς· Σῶσον Σωτήρ, ὡς ἔσωσας, τοῦ θηρὸς τὸν Προφήτην

ΑΓΙΩΝ ΔΕΚΑ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΚΡΗΤΗ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων, τῶν ἐν Κρήτῃ μαρτυρησάντων. Τοῦ ποιμενάρχου θρέμματα Χριστοῦ δέκα, Εἰσηλάθη τμηθέντα μάνδρᾳ Μαρτύρων. Εἰκάδι τῇ τριτάτῃ δέκα ἐν Κρήτῃ τάμον ἄνδρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Νεοκαισαρείας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Τὰ ἐγκαίνια τῆς Ἁγίας τοῦ Θεοῦ μεγάλης Ἐκκλησίας. Ἐγκαινίοις καλοῖς σε τοῖς ἐγκωμίοις, Τιμῶ καλῶν κάλλιστε γῆς Ναῶν ὅλων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου καὶ Θεοφόρου πατρὸς ἡμῶν Ναοὺμ τοῦ θαυματουργοῦ, τοῦ φωτιστοῦ καὶ ἱεροκήρυκος Βουλγαρίας. Ὁ Ἅγιος Μάρτυς Σχίνων ξίφει τελειοῦται. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΩΣΦΟΡΟΣ ΕΛΑΜΨΕΝ

Ἑωσφόρος ἔλαμψεν, ἡ τῶν Μαρτύρων, σεβασμία ἄθλησις, προκαταυγάζουσα ἡμῖν, τὸν ἐν Σπηλαίῳ τικτόμενον, ὃν ἡ Παρθένος, ἀσπόρως ἐκύησεν.