Αναρτήσεις

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑΝ

Τοῦτον τὸν μέγαν ἐν ἀθλοφόροις, τὸν φωστῆρα τὸν θεῖον, Ἀρμενίας πιστοὶ ποιμένα τε καὶ πρόμαχον, ἐν ὑμνῳδίαις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις αὐτοῦ τὴν μνήμην· τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισε, σὺν αὐτοῖς καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν ἐνέκρωσε· διὸ τοὺς πόνους ὑπήνεγκε, σταθερᾷ διανοίᾳ καὶ χάριτι, καὶ πρεσβεύει Χριστῷ τοῦ σωθῆναι ἡμάς.

ΜΑΡΤΥΡΟΣ ΣΤΡΑΤΟΝΙΚΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου, Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ, Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων. Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία, Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη. Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι. Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει. Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων, Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν. Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει, Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις. Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων, Ἀθλητικῷ τμηθεῖσα κοσμεῖται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Μάρτυρο...

ΛΥΧΝΟΣ TV . ΕΣΠΕΡΙΝΟΣ ΠΑΡΑΚΛΗΣΗ Ι.Ν. ΑΓ. ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ - ΠΑΡΕΚΚΛΗ...

Εικόνα
ΠΗΓΗ :  http://www.youtube.com/watch?v=oYpXEc5Ox2I

ΥΨΩΣΙΣ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Εικόνα
ΠΗΓΗ  :  http://www.youtube.com/user/RomiosiniTV yc

ΝΟΜΩΝ ΚΑΙ ΛΟΓΩΝ ΘΕΟΠΝΕΥΣΤΩΝ

Νόμων καὶ λόγων θεοπνεύστων, κατεγλύκανε τὸν λάρυγγα μελέτῃ, ὑπὲρ μέλι ὁ σός, πιστότατος θεράπων· Εὐλογητὸς εἶ Κύριε, μελῳδῶν εἰς τοὺς αἰῶνας. Μάκαρ θεσπέσιε προσάγοις, τοὺς ὑμνοῦντάς σε Θεῷ κεκαθαρμένους, ἐξ ἰλύος παθῶν, πρεσβείαις σου βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὅλην τοῦ Πνεύματος τὴν χάριν, εἰσῳκίσατο Χριστέ· σοῦ ἐραστὴς γάρ, τοῦ ἀφράστου φωτός, ὁλόψυχος ὑπῆρχε, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ. Ἵνα λεόντων διαδράσῃ, τὴν ὠμότητα Δανιὴλ ἐδοξάσθη, ὑπουργοῖς δὲ αὐτοῖς, ἐκέχρηστο προστάσσων, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ. Πράξει προσθεὶς τὴν θεωρίαν, Τρισυπόστατον ἐκήρυξας οὐσίαν, ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι κραυγάζων, Κυριακὲ θεόληπτε, ὁ Θεὸς εὐλογητὸς εἶ.

ΕΝ ΔΟΞΗ ΠΑΡΙΣΤΑΜΕΝΟΣ

Ἐν δόξῃ παριστάμενος, Θεῶ τῷ Παντοκράτορι, Κυριακὲ σὺν τῷ θείῳ, Χαρίτωνι θεοκήρυξ, ἀδιαλείπτως μέμνησο, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ Χριστοῦ ὑπηρέτην, τιμώντων Πάτερ ἐκ πόθου.

ΩΣ ΥΠΕΡΜΑΧΩ

Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως. Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· Χαίροις Πάτερ τρισόλβιε.