Αναρτήσεις

ΕΔΩΚΑΣ ΚΛΗΡΟΝΟΜΙΑΝ ΤΟΙΣ ΦΟΒΟΥΜΕΝΟΙΣ

Ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου, Κύριε. Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. Σκεπασθήσομαι ἐν τῇ σκέπῃ τῶν πτερύγων σου. Οὕτω ψαλῶ τῷ ὀνόματί σου εἰς τοὺς αἰῶνας.

ΓΕΝΕΘΛΙΩΝ ΤΩΝ ΕΓΚΑΙΝΙΩΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Ἀνάμνησις τῶν γενεθλίων, ἤτοι τῶν ἐγκαινίων τῆς Κωνσταντινουπόλεως, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν πνευματικῶς ἐπιτελοῦμεν τοῦ Γενεθλίου, ἤτοι τῶν Ἐγκαινίων ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων, τῆς κατ' ἐξαίρετον ἀνακειμένης τῇ Δεσποίνῃ ἡμῶν, καὶ Ἁγίᾳ Θεοτόκῳ, καὶ ὑπ' αὐτῆς διὰ παντὸς σῳζομένης. Γενεθλίων σῶν δεῖ με τιμᾶν ἡμέραν, Ἐν σοὶ Πόλις τυχόντα τῶν γενεθλίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μωκίου. Μωκώμενόν σε δεισιδαίμονα πλάνην, Οἱ δυσσεβεῖς κτείνουσι Μώκιε ξίφει. Μώκιος ἑνδεκάτῃ κεφαλὴν τμήθη ἀγαθόφρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Διοσκορίδου ἢ Διοσκόρου. Παρ' ἡμέραν ζῆν μῦθος ἦν Διοσκόρους, Διόσκορος δὲ ζῆν ἀεὶ τμηθεὶς ἔχει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΣΠΕΡΙΝΟΝ ΥΜΝΟΝ ΚΑΙ ΛΟΓΙΚΗΝ ΛΑΤΡΕΙΑΝ

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς διὰ τῆς Ἀναστάσεως. Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου, ἀλλὰ εὐδόκησον τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Χαῖρε Σιὼν ἁγία, μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη ἄφεσιν ἁμαρτιῶν, διὰ τῆς Ἀναστάσεως.

ΑΥΤΗ Η ΚΛΗΤΗ ΚΑΙ ΑΓΙΑ ΗΜΕΡΑ

«Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας». Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας. Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΕΞ ΑΚΕΝΩΤΟΥ ΣΟΥ ΠΗΓΗΣ ΘΕΟΧΑΡΙΤΩΤΕ

Ἐξ ἀκενώτου σου Πηγῆς θεοχαρίτωτε ἐπιβραβεύεις μοι πηγάζουσα τὰ νάματα, ἀενάως τῆς σῆς χάριτος ὑπὲρ λόγον· τὸν γὰρ Λόγον ὡς τεκοῦσαν ὑπὲρ ἔννοιαν, ἱκετεύω σε δροσίζειν με σῇ χάριτι, ἵνα κράζω σοι· Χαῖρε ὕδωρ σωτήριον.

ΑΧΡΑΝΤΕ ΘΕΟΤΟΚΕ

Ἄχραντε Θεοτόκε, ἡ τεκοῦσα ἀρρήτως, Πατρὸς τὸν προαιώνιον Λόγον πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ πηγῇ σου ταῦτα. Χαῖρε πηγή, χαρμονῆς ἀλλήκτου, χαῖρε ῥοή, καλλονῆς ἀρρήτου. Χαῖρε, νοσημάτων παντοίων κατάλυσις, χαῖρε, παθημάτων ποικίλων κατάκλυσις. Χαῖρε ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς, χαῖρε ὕδωρ χαριέστατον τοῖς νοσοῦσι πολλαπλῶς. Χαῖρε νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον, χαῖρε κρᾶμα καρδίας, ἀμβροσίαν προρρέον. Χαῖρε κρατὴρ τοῦ μάννα ζωήρρυτε, χαῖρε λουτὴρ καὶ νέκταρ θεόρρευστε. Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα·χαῖρε, φλογμὸν ἀρρωστίας σβεννῦσα. Χαῖρε ὕδωρ σωτήριον.

ΥΔΩΡ ΤΟ ΤΗΣ ΠΗΓΗΣ

Ὕδωρ τὸ τῆς Πηγῆς, σωτήριον ὑπάρχει, πᾶσι τοῖς ἀσθενοῦσι· προσέλθωμεν οὖν πίστει, καὶ χάριν ἀρυσώμεθα. Φρέαρ τὸ ζωηρόν, Πηγῆς τῆς ἀθανάτου τοῖς προσιοῦσι πόθῳ, ἰάσεων παρέχει, πλημμυραν ἀνεξάντλητον. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Ῥώννυσι τὰς ψυχάς, τὸ ὕδωρ τῆς Παρθένου, οἱ τῶν παθῶν ἐν ῥύποις, προσδράμωμεν τῇ Κόρῃ, καὶ τούτους ἀποπλύνωμεν. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Στάμνος ἡ ἱερά, τὸ μάννα νῦν ἀφθόνως, Πηγῆς ἐξ ἀενάου, προχέει τοῖς αἰτοῦσι, τὴν χρείαν πᾶς ἀντλήσωμεν. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ...