Αναρτήσεις

ΑΝΕΦΑΝΗΣ ΟΣΙΕ, ΤΗ ΕΚΚΛΗΣΙΑ ΩΣΠΕΡ

Ἀνεφάνης Ὅσιε, τῇ Ἐκκλησίᾳ ὥσπερ ἄλλος ἥλιος, ταύτην φωτίζων ἀστραπαῖς , τῶν σῶν δογμάτων Θεόφανες, ὡς θυηπόλος, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Διγαλάκης Ιάσων

ΤΩ ΤΟΥ ΧΡΙΣΤΟΥ ΝΥΝ ΒΗΜΑΤΙ

Τῶ τοῦ Χριστοῦ νῦν βήματι, παρεστὼς ἱεράρχα, μετὰ τῆς Θεομήτορος, καὶ πανάγνου Παρθένου, ἐκδυσωπῶν μὴ ἐλλίπῃς, νίκην κατὰ βαρβάρων, τῷ σταυροφόρῳ Ἄνακτι, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ ψυχικήν, σωτηρίαν πάνσοφε τοῖς τελοῦσι, τὴν μνήμην σου Θεόφανες, δοῦναι τὸν Εὐεργέτην.

ΕΠΕΒΙΒΑΣΕΝ ΩΣ ΙΠΠΟΝ ΣΕ ΤΑΡΑΣΣΟΝΤΑ

Ἐπεβίβασεν ὡς ἵππον σε ταράσσοντα, ἐθνῶν θαλάσσας Φίλιππε, ὁ ὑπέρθεος, κεφαλὰς συνθλῶντα τῶν ἐχθρῶν, καὶ μέλποντα τούτῳ ἐμμελῶς· Εὐλογητὸς εἰ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σαφηνίζων τὸ πρὸ πάντων ἀποκείμενον, αἰώνων σὺ μυστήριον, μυστολέκτης τε, χρηματίσας Φίλιππε σοφέ, ἐμύησας ἔθνη καὶ λαούς, καὶ μυστηρίων ἐναγῶν ἐναπεκάθηρας. Ὤφθης ἔνδοξος ἀστὴρ μέγιστε Φίλιππε, καὶ Τράλλης ἐγκαλλώπισμα, ἐν ᾗ τὸ σῶμα τὸ σεπτόν σου κείμενον τελεῖ, θαυμάτων παράδοξα σοφέ, εἰς φωτισμὸν τῶν εὐσεβῶς μακαριζόντων σε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΦΙΛΙΠΠΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Νικαίας, τοῦ Ποιητοῦ καὶ Γραπτοῦ. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων. Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων, Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις. Λειτουργὸς λάβε μισθὸν ἐν ἑνδεκάτῃ γε Φίλιππος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ. Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης, Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων. Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι, Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου. Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε, Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει. Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας, Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσ...

ΑΞΙΩΣ ΕΠΟΦΕΙΛΟΜΕΝ

Ἀξίως ἐποφείλομεν, ὑμνεῖν τοὺς οὐρανόφρονας, Εὐλάμπιον Εὐλαμπίαν, τοὺς ἱεροὺς ἀθλοφόρους, ὡς αὐταδέλφους Μάρτυρας, καὶ τὴν αὐτῶν ὑπέρλαμπρον, μνήμην τελεῖν ἐν ᾄσμασιν· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον.

ΙΔΕΙΝ ΤΗΝ ΔΟΞΑΝ ΤΟΥ ΠΑΝΤΟΚΡΑΤΟΡΟΣ

Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς Εὐλάμπιε. Ὡς φῶς ὡς λύχνος ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε. Στολαῖς βαφείσαις ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος. Ἡμῶν τῶν πίστει τὴν ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι.

ΤΗΝ ΔΥΑΔΑ ΠΙΣΤΟΙ ΤΩΝ ΑΘΛΟΦΟΡΩΝ

Τὴν δυάδα πιστοὶ τῶν Ἀθλοφόρων σήμερον, ἐν ᾠδαῖς ἱεραῖς καὶ ὕμνοις εὐφημήσωμεν, ὅτι τῶν εἰδώλων καθεῖλον τὴν πλάνην, πολυθεΐας τὸ πῦρ κατασβέσαντες, καὶ δαίμονας ᾔσχυναν, τῶν δὲ τυράννων τὸν θυμὸν οὐκ ἔπτηξαν ξίφη τε καὶ πῦρ μὴ δειλιάσαντες, οὔτε θηρίων ὁρμὰς ἀγρίων, ἀγωνισάμενοι καλῶς, Εὐλάμπιος ὁ εὐκλεής, σὺν τῇ σεπτῇ Εὐλαμπίᾳ, ἀδελφοὶ σύναθλοι δειχθέντες, Μαρτύρων δόξα, ὁμοῦ καὶ καύχημα.