Αναρτήσεις

ΥΒΡΕΙΣ, ΥΠΟΜΕΙΝΑΝΤΑ ΠΟΛΛΑΣ, ΚΑΙ ΕΠΙ ΣΤΑΥΡΟΥ ΥΨΩΘΕΝΤΑ

Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ Παντὸς Ποιητήν, βλέπουσα Πανάχραντε, ἔστενες λέγουσα· Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου τὸ πλάσμα Δέσποτα, φέρεις, ἐν σαρκὶ ἀτιμίαν; Δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

ΕΝ ΑΙΜΑΤΙ ΒΕΒΑΠΤΙΣΤΑΙ ΤΩ ΣΩ, ΠΑΓΚΡΑΤΙΕ

Ἐν αἵματι βεβάπτισται τῷ σῷ, Παγκράτιε, πρότερον ἐν ὕδατι λαοὺς βεβαπτικώς, καὶ πρὸς Χριστὸν μετῆλθες χαίρων, μεθ' οὗ αὐλιζόμενος, θέσει θεοῦσαι λαμπρῶς ἀειμακάριστε. Τοὺς ἅλμῃ συγχωσθέντας τῶν δεινῶν, ἀγκίστρῳ σου τῶν λόγων ἀνηγάγου Ἱερέ, καὶ προσευχῶν ἱερωτάτῃ ἐπομβρίᾳ, θολερὸν ἐξήρανας, κακοπιστίας βυθὸν Ἱερομύστα Χριστοῦ. Ἡ πέτρα σε ἡ ὄντως ἀρραγής, θεμέλιον ἔθετο καὶ βάσιν ἀρραγῆ, τῆς Ἱερᾶς Ἱεροφάντορ Ἐκκλησίας, ἐν ᾗ ἐδαφίζεται, πᾶσα κακία σοφὲ τοῦ νηπιώδους ἐχθροῦ.

ΟΤΕ, Η ΚΡΗΠΙΣ ΤΩΝ ΜΑΘΗΤΩΝ

Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος. Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε. Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.

ΠΕΤΡΟΣ Η ΠΙΣΤΕΩΣ ΠΕΤΡΑ

Πέτρος ἡ πίστεως πέτρα, Παγκράτιε κραταιὰν σε, κρηπῖδα Μάρτυς καὶ βάσιν, καθίστησιν, Ἐκκλησίας, μεθ᾽οὗ καὶ σὺ τὴν σὴν ποίμνην, φύλαττε Πάτερ, ἐκ τῶν τῆς Ἄγαρ ἀβλαβῆ.

ΤΟΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΤΟΥ ΠΕΤΡΟΥ ΠΥΡΣΕΥΜΑΣΙ

Τοῖς φωτοβόλοις τοῦ Πέτρου πυρσεύμασι, καταυγασθεὶς καὶ ψυχὴν καὶ διάνοιαν, ὡς ἀστὴρ πολύφωτος, πρὸς τὴν δύσιν ἔφθασας, φωταγωγῶν διδαχαῖς τοὺς πεπτωκότας, εἰς ἀγνωσίας Παγκράτιε βάραθρα. Τὴν τῆς εἰκόνος τιμὴν διαβαίνουσαν, εἰς τὸ πρωτότυπον σὺ ἐπιστάμενος, πανταχοῦ τὴν ἄχραντον, ἀνεστήλους Ἔνδοξε, τοῦ Ἰησοῦ καὶ Θεοῦ ἡμῶν εἰκόνα, εἰς ἰνδαλμάτων δαιμόνων καθαίρεσιν. Ἱερωτάταις ἐμπρέπων λαμπρότησι, μαρτυρικαῖς διαλάμπεις φαιδρότησιν, ὁρῶν καὶ ὁρώμενος, Ἱερὲ Παγκράτιε, ἀγαλλομένῃ ψυχῇ, Θεοῦ τὴν δόξαν, Ἱεραρχῶν καὶ Μαρτύρων ἀγλάϊσμα.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΓΚΡΑΤΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΤΑΥΡΟΜΕΝΙΑΣ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον, Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων. Παγκράτιος δ' ἐνάτῃ δῶμ' ἔδρακε παγκρατέοντος. Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον