Αναρτήσεις

ΤΟΝ ΝΟΕΡΟΝ ΑΔΑΜΑΝΤΑ, ΤΗΣ ΥΠΟΜΟΝΗΣ ΑΔΕΛΦΟΙ, ΤΟΝ ΓΕΝΝΑΙΟΤΑΤΟΝ ΑΘΛΗΤΗΝ

Τὸν νοερὸν ἀδάμαντα, τῆς ὑπομονῆς ἀδελφοί, τὸν γενναιότατον ἀθλητήν, τὸν δυσὶ στέμμασι κατεστεμμένον, Ἱερωσύνης καὶ ἀθλήσεως, παρὰ τῆς δεξιᾶς τοῦ παντάνακτος Θεοῦ, Χαραλάμπη, τὸν ἐν Μάρτυσι μέγιστον εὐφημήσωμεν· Οὗτος γὰρ τὸν ἀλάστορα καταπαλαίσας, τρόπαιον μέγα κατὰ πλάνης ἀνεστήσατο. Καὶ νῦν ἐν οὐρανοῖς τόν Θεὸν ἐξαιτεῖται, ἄφεσιν ἁμαρτιῶν ἡμῖν παρασχεῖν, καὶ παντοίων νόσων ἀπαλλαγήν, τοῖς θερμῶς προστρέχουσιν αὐτῷ, καὶ τὴν ἁγίαν αὐτοῦ Κάραν εὐλαβῶς ἀσπαζομένοις, καὶ τὴν ἐτήσιον αὐτοῦ μνήμην μετὰ πόθου τελοῦσι, καὶ αἰτουμένοις δι' αὐτοῦ τὸν Θεὸν ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.

ΘΗΣΑΥΡΟΝ ΠΟΛΥΤΙΜΟΝ Η ΕΚΚΛΗΣΙΑ...

Θησαυρὸν πολύτιμον ἡ Ἐκκλησία, τὴν σὴν κάραν κέκτηται, Ἱερομάρτυς Ἀθλητά, τροπαιοφόρε Χαράλαμπες· διὸ καὶ χαίρει τὸν Κτίστην δοξάζουσα.

ΡΩΜΑΛΕΟΤΗΤΙ ΦΡΕΝΩΝ ΩΧΥΡΩΜΕΝΟΣ ΘΕΣΠΕΣΙΕ

Ῥωμαλεότητι φρενῶν ὠχυρωμένος θεσπέσιε, τὰς βασάνους τῶν ἀθέων εἰς οὐδὲν ἐλογίσω, ἀλλ' ἀνδρείως ὥρμησας πρὸς τὰ σκάμματα, τῷ δὲ θείῳ Πνεύματι λαμπρυνθείς τὴν διάνοιαν, βασιλέα παρανομώτατον ἤλεγξας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐκράτυνας. Καὶ νῦν ἐν οὐρανοῖς τὰ γέρα τῶν σῶν πόνων κομισάμενος, ἀπαύστως δοξολογεῖς τὴν Ἁγίαν Τριάδα, καὶ πρεσβεύεις ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν σεβάσμιον κάραν σου.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΧΑΡΑΛΑΜΠΟΥΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Tῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους. Στίχοι Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους, Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων. Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται. Στίχοι Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους, Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται. Στίχοι Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει, Ἄρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου. Στίχοι Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο, Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα. Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος, Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεω...

ΦΡΙΤΤΟΥΣΙΝ ΑΙ ΝΟΕΡΑΙ, ΤΩΝ ΑΓΓΕΛΩΝ ΕΚΠΛΗΤΤΟΜΕΝΑΙ ΤΑΞΕΙΣ....

Φρίττουσιν αἱ νοεραί, τῶν Ἀγγέλων ἐκπληττόμεναι τάξεις, τὸν τῷ Πατρὶ συνόντα πρὸ αἰώνων καὶ Πνεύματι, ἐκ γαστρός σου σαρκικῶς, βρέφος τικτόμενον καθορῶσαι, Θεογεννῆτορ πανσεβάσμιε.

ΤΗΝ ΤΟΥ ΠΑΥΛΟΥ ΣΑΦΩΣ ΔΙΔΑΣΚΑΛΙΑ ΕΠΟΘΗΣΑΣ, ΚΑΙ ΤΟΙΣ ΣΤΕΡΝΟΙΣ ΤΟΙΣ ΣΟΙΣ ΕΝΔΟΞΕ

Τὴν τοῦ Παύλου σαφῶς διδασκαλίαν ἐπόθησας, καὶ τοῖς στέρνοις τοῖς σοῖς Ἔνδοξε κατεφύτευσας, βοῶν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ, αὕτη τὸν Κτίστην ἄνθρωπον τέλειον ἡμῖν ἐχαρίσατο, δι' ἀγάπην πάντα ὑπέμεινεν, ἥλους καὶ σταυρόν, ὄξος καὶ ἐμπτύσματα, λόγχῃ ἐπάγη πλευρὰν ἁγίαν, δι' ἧς ἀνέβλυσεν ἡμῖν αἷμα καὶ ὕδωρ θεουργόν, ὃν ποθήσας, ἐφάνης νικηφόρος, ὡς καὶ τῇ κλήσει, ὁπλίτης, μύστης Θεοῦ τῆς χάριτος.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν· ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.