ΣΥΝΤΟΝΩΤΑΤΗ ΧΡΩΜΕΝΟΣ, ΕΓΚΡΑΤΕΙΑ ΠΑΝΟΒΛΙΕ...
Συντονωτάτῃ χρώμενος, ἐγκρατείᾳ Πανόβλιε, πρὸς ὑψηλοτάτην, πολιτείαν ἔφθασας, δοχεῖον γενόμενος, χωρητικὸν τοῦ Πνεύματος, τοῦ ζωοποιοῦ, καὶ τῶν ἐκεῖθεν πλουσίως, βρυόντων χαρισμάτων, μελῳδῶν ἀνενδότως· Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μεταναστεύων ἔφθασας, τῆς Σιὼν τὴν ἀκρόπολιν, εἰς τὰς αἰωνίους, δὲ μονὰς κατήντησας, καὶ κλῆρον οὐράνιον, ἐκ τῶν οἰκείων πόνων εὑρών, ταῖς Ἀγγελικαῖς, χοροστασίαις συμψάλλεις· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁλολαμπὴς ὡς ἥλιος, τὰς ἐρήμους ἐφώτισας, τοὺς σκοτεινομόρφους, ἀπελάσας δαίμονας, καὶ στῦλος ὁλόφωτος, οὐρανομήκης γέγονας, θαυματοποιούς, μαρμαρυγὰς ἀποστίλβων, ἀπαύστως ἀνακράζων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἱερωτάταις πράξεσι, διὰ βίου κοσμούμενος, τὴν ἀρχικωτάτην, ἀρετὴν κατώρθωσας, δογμάτων ὀρθότητι, διαπρεπὴς γενόμενος, καὶ θεολογίας ἀκριβοῦς ὑποφήτης, βοῶν ἀδιαλείπτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.