Ἀπὸ σοφῶν καὶ συνετῶν, ὁ ἀποκρύψας τὰ βάθη, μυστηρίων σου καὶ ἀποκαλύψας, νηπίοις ταῦτα θαυμαστῶς, νηπίῳ ἐκκαλύπτεις νῦν, ἀρθέντι ἐν νεφέλαις, μέλος σαφῶς τὸ Τρισάγιον.
Τῆς ἐμπαθείας δυσειδῆ, χιτῶνα ἐκδυσαμένη, ἐν σοφίᾳ τὴν στολὴν ἐνεδύσω, ἀπαθείας ἐν Χριστῷ, μέσον ἀνδρῶν ἀπήστραψας, ἀσκητικῶς βιοῦσα, καὶ σκεπομένη τῇ χάριτι.
Τῆς ἐγκρατείας χαλινῷ, τάς ἀκαθέκτους ὀρέξεις, τῆς σαρκὸς ἀναχαιτίζουσα, Μῆτερ, πρὸς τὸν δρόμον τὸν καλόν, τῆς ἱερᾶς ἀσκήσεως, τὴν σὴν καρδίαν εἶχες, εὐθυποροῦσαν ἀπρόσκοπα.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
Παρασκευή 31 Ιουλίου 2009
ΕΥΔΟΚΙΜΗΣΑΣ ΑΓΑΘΑΙΣ ΕΡΓΑΣΙΑΙΣ, ΕΔΟΚΙΜΑΣΘΗΣ...
Εὐδοκιμήσας ἀγαθαὶς ἐργασίαις, ἐδοκιμάσθης ὡς χρυσὸς ἐν Καμίνῳ, τοὶς πειρασμοὶς Εὐδόκιμε ἀοίδιμε, ὅθεν μετὰ θάνατον, ἀναβλύζεις πλουσίως, θαύματα ὡς νάματα, καὶ νοσήματα παύεις, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπῶν, ὅπως πταισμάτων συγχώρησιν λάβωμεν.
ΕΝ ΠΕΤΡΑ ΜΕ ΤΗΣ ΠΙΣΤΕΩΣ ΣΤΕΡΕΩΣΑΣ, ΕΠΛΑΤΥΝΑΣ....
Ἐν πέτρᾳ μέ της πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου, εὐφράνθη γὰρ τὸ πνεύμά μου ἐν τῷ ψάλλειν, Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος πλήν σου Κύριε
ΥΨΗΛΟΝ ΤΟΝ ΒΙΟΝ ΕΣΧΗΚΩΣ, ΚΑΙ ΤΑΙΣ ΑΝΑΒΑΣΕΣΙ....
Ὕψηλον τὸν βίον ἐσχηκῶς, καὶ ταὶς ἀναβάσεσι, ταὶς θεϊκαὶς ὁλολαμπὴς γενόμενος, φωτισμὸν μοὶ αἴτησαι, εὐφημούντί σου, τὰ σεπτὰ πποτερήματα, οἷς εὐδοκιμήσας, ἔτυχες ὧν ἤλπισας Εὐδόκιμε.
Μυριπνόους στέργων διδαχάς, καὶ ταὶς ἀναπτύξεσι, τῶν ἱερῶν, Γραφῶν ἐνασχολούμενος, ἡδονῶν ἐξέκλινας, Παμμακάριστε, τὸ δυσῶδες καὶ ἄτιμον, καὶ εὐωδιάσθης, θείαις ἀρεταὶς καλλωπιζόμενος.
Νυσταγμὸν βλεφάρων ἐκ ψυχῆς, Μάκαρ ἀπεδίωξας, ἐπαγρνπνῶν καὶ Θεῷ συγγινόμενος, ταὶς παννύχοις στασεσι, μὴ καμπτόμενος ταὶς ἀνάγκαις τῆς φύσεως, ὅθεν πρός ἡμέραν, ὄντως τὴν ἀνέσπερον κατήντησας.

ΕΚ ΓΗΣ Ο ΚΑΛΕΣΑΣ ΣΕ, ΠΡΟΣ ΑΙΩΝΙΟΥΣ ΜΟΝΑΣ...
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σώμά σου, Ἅγιε, σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνὴ πολιτεία, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα, διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.
ΣΥΜΠΑΣΑ ΦΥΣΙΣ ΑΝΘΡΩΠΩΝ ΝΥΝ ΠΡΟΕΟΡΤΑΖΕ, ΧΑΡΜΟΝΙΚΩΣ ΚΑΙ ΣΚΙΡΤΑ....
Σύμπασα φύσις ἀνθρώπων νὺν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα, τοῦ Σταυροῦ γὰρ τὸ ξυλον, μέλλει προτεθῆναι πᾶσι πιστοίς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων.
Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηιδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας, Προεορτάσωμεν τοίνυν, καὶ τὴ αὐτοῦ, προελεύσει νὺν σκιρτήσωμεν.
Ζῶντες ὄμού καὶ θανόντες προευτρεπίσθητε, τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν Ἅδην νεκρώσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νὺν παρασχεῖν, τοὶς αἰτοῦσι μετὰ πίστεως.

ΜΑΚΑΡΙΩΤΑΤΟΝ ΤΕΛΟΣ ΕΥΡΕΣ ΕΥΔΟΚΙΜΕ...
Μακαριώτατον τέλος εὗρες Εὐδόκιμε, εὐδοκιμήσας θείαις, ἀρεταὶς φερωνύμως, καὶ κόσμου ταὶς ἀπάταις μὴ συγχωσθείς, ἀλλὰ λάμψας φαιδρότερον, τῶν τοῦ ἠλίου ἀκτίνων καὶ τῶν πιστῶν, καταυγάσας τὰ συστήματα.
Ἡ ἐλεήμων καρδία καὶ εὐσυμπάθητος, ὁ τῆς ἀγάπης λύχνος, ὀρφανῶν ὁ προστάτης, γυμνῶν καὶ πενομένων ὁ σκεπαστῆς, σωφροσύνης τὸ ἄγαλμα, τῶν ἐντολῶν τοῦ Κυρίου ὁ πληρωτής, εὐφημείσθω νὺν Εὐδόκιμος.
Τὴ καθαρά σου καρδία Θεὸν ἐζήτησας, καὶ τὰ τοῦ κόσμου πάντα, ἑβδελύξω ἠδέα, Εὐδόκιμε θεόφρον, ὅθεν πιστῶς, καὶ τῶν κόπων ἀντάμειψιν, παρὰ Θεοῦ ἐκομίσω παναληθῶς, ὡς ἐν τέλει πεφανέρωται.

ΣΥΜΠΑΣΑ ΦΥΣΙΣ ΑΝΘΡΩΠΩΝ...
Σύμπασα φύσις ἀνθρώπων νὺν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα, τοῦ Σταυροῦ γὰρ τὸ ξυλον, μέλλει προτεθῆναι πᾶσι πιστοίς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων.
Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηιδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας, Προεορτάσωμεν τοίνυν, καὶ τὴ αὐτοῦ, προελεύσει νὺν σκιρτήσωμεν.
Ζῶντες ὄμού καὶ θανόντες προευτρεπίσθητε, τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν Ἅδην νεκρώσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νὺν παρασχεῖν, τοὶς αἰτοῦσι μετὰ πίστεως.
Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηιδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας, Προεορτάσωμεν τοίνυν, καὶ τὴ αὐτοῦ, προελεύσει νὺν σκιρτήσωμεν.
Ζῶντες ὄμού καὶ θανόντες προευτρεπίσθητε, τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν Ἅδην νεκρώσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νὺν παρασχεῖν, τοὶς αἰτοῦσι μετὰ πίστεως.
ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΕΥΔΟΚΙΜΟΥ....
ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ.
Τὴ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου.
Στίχοι
· Τὸν θεῖον Εὐδόκιμον, ὧ βίος γέλως,
· Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου.
· Δέχνυται Εὐδόκιμον πρώτη τάφος ἐν τριακοστῇ.
Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται.
Τὴ αὐτὴ ἡμέρα, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός.
Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν.

Πέμπτη 30 Ιουλίου 2009
ΤΑΣ ΑΧΡΑΝΤΟΥΣ ΧΕΙΡΑΣ ΣΟΥ ΠΑΡΘΕΝΟΜΗΤΟΡ
Τὰς ἀχράντους χείράς σου Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σοί, καὶ τῶ Υἱῶ σου κραυγάζοντας, Πᾶσι περάσχου Χριστὲ τὰ ἐλέη σου.
ΠΑΡΙΣΤΑΜΕΝΟΙ, ΘΡΟΝΩ ΤΩ ΘΕΙΩ ΠΑΝΤΟΤΕ...
Παριστάμενοι, θρόνω τῶ θείω πάντοτε, φέγγει τε λαμπρυνόμενοι, ἀδύτω Ἅγιοι, φωτισμὸν πνευματικόν, ἅπασιν αἰτήσασθε, ἐκ τοῦ τῶν φώτων Πατρός, καταπεμφθῆναι ἡμῖν, πιστῶς ὑμᾶς γεραίρουσιν.
Ἀναλάμψαντα, δικαιοσύνης ἥλιον, Ἔνδοξοι θεασάμενοι, Κόρης θεόπαιδος, ἐκολλήθητε αὐτῷ, θείαν Κατὰ μέθεξιν, φῶς χρηματίζοντες, καὶ ἀπηλάσατε, ἀπάτης ζόφον ἅπαντα.
Νόμον ἔνθεον, ἐπὶ τῆς γλώττης φέροντες, πᾶσαν τὴν γὴν διήλθετε, τὴν ἀνομίαν αὐτῆς, ὑπεξαίροντες σοφοί, Κρήσκη, Ἀνδρόνικε, Σίλα καὶ Σιλουανε, καὶ κατασπείραντες, τὴν γνῶσιν τὴν σωτήριον.
Ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, Καρθαγενέων καύχημα, θεῖον γενόμενον, καὶ τοῦ Λόγου Μαθητήν, καὶ τῶν ἰαμάτων, πηγὴν καὶ μέγαν κήρυκα, τῶν ὑπὲρ ἔννοιαν, καὶ πίστεως ἑδραίωμα.

ΑΣΤΡΑΠΑΙΣ ΦΩΤΙΖΟΜΕΝΟΙ, ΤΑΙΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΠΑΝΣΟΦΟΙ
Ἀστραπαὶς φωτιζόμενοι, ταὶς τοῦ Πνευματος πάνσοφοι, τὰ τῆς γῆς πληρώματα περιήλθετε, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, τὸν ζόφον μειώσαντες, ἀγνωσίας τοῦ βυθοῦ, ὡς τοῦ Λόγου Ἀπόστολοι, ὅθεν σήμερον, γεγηθότες τελοῦμεν τὴν ἁγίαν, καὶ φωσφάρον ὑμῶν μνήμην, ἁγιασμὸν κομιζόμενοι.
Ὡς νεφέλαι μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θεία χάριτι, ἄποπνίξαντες δεινά, ἀθεϊας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων, διὰ τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.
Συνελθόντες τιμήσωμεν, καὶ πιστῶς μακαρίσωμεν, Σίλαν τὸν πανάριστον, καὶ Ἀνδρόνικον, Ἐπαινετόν τε καὶ Κρήσκεντα, καὶ πόθω τιμήσωμεν, σὺν αὐτοῖς Σιλουανόν, τοὺς τῆς πίστεως κήρυκας, τοὺς προχέοντας, ποταμοὺς ἰαμάτων, καὶ παντοίων, παθημάτων ἐπηρείας, Πνεύματι θείω ἐξαίροντας.

ΣΙΛΑ, ΣΙΛΟΥΑΝΟΥ, ΚΡΗΣΚΕΝΤΟΣ ΕΠΑΙΝΕΤΟΥ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΥ
ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.
Τὴ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου.
Στίχοι
· Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός,
· Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα.
· Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη 29 Ιουλίου 2009
ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΝΙΚΟΥ....
ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου, καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης.
Τὴ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου
Στίχοι
· Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνω,
· Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος.
· Εἰκάδι ἀμφενάτη φλὸξ Καλλίνικον κατέδαψε.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς λγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς.
Στίχοι
· Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην.
· Τὸ πὺρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις.
Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται.
Τὴ αὐτὴ ἡμέρα Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου, Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου.

ΘΕΟΔΟΤΗ, ΚΑΙ ΤΗΝ ΜΝΗΜΗΝ ΣΟΥ ΤΕΛΟΥΜΕΝ....
Ὡς παρθένον καὶ Μάρτυρα, ὡς Θεοῦ νύμφην ἄφθορον, ὡς τῶ θείω Πνεύματι διαλάμπουσαν, ὡς τὸν Χριστὸν ἀγαπήσασαν, ἐχθρὸν δὲ αἰσχύνασαν, ὡς ἀθλήσασαν στερρῶς, καὶ πολύπλοκα βάσανα, ὑπομείνασαν, εὐφημούμέν σε πίστει Θεοδότη, καὶ τὴν μνήμην σου τελοῦμεν, τὴν φωταυγῆ καὶ σωτήριον.
Νυμφευθεῖσα ἐν Πνεύματι, τῶ Χριστῷ διὰ πίστεως, ὥσπερ προῖκα πάνσεμνε προσενήνοχας, τῶν σῶν μελῶν τὴν κατάφλεξιν, τοὺς πόνους τὴν ἄθλησιν, τοὺς ἀπείρους αἰκισμούς, τὴν τοῦ αἵματος πρόσχυσιν, καὶ πρὸς θάλαμον, εἴσω κίσθης τὸν θεῖον στεφηφόρος, Θεοδότη ὑπὲρ πάντων, τῶν σὲ τιμώντων πρεσβεύουσα.
Ὡς γενναῖον ἀδάμαντα, ὡς θεόφρονα Μάρτυρα, ὡς τὴν πλάνην λύσασαν τοῦ ἀλάστορος, καὶ τὸν τῆς Εὔας πολέμιον, γενναίω φρονήματι, συμπατήσασαν εἷς γήν, εὐφημούμέν σε ἔνδοξε, καὶ χωρήσασαν, Παραδείσου πρὸς πλάτος Θεοδότη, Θεωθεῖσαν καὶ τυχοῦσαν, ἐπιτηδείου μεθέξεως.

ΜΑΡΤΥΣ ΘΕΟΦΡΟΝ ΚΑΛΛΙΝΙΚΕ,
Μάρτυς Θεόφρον Καλλίνικε, ὑπὲρ τὸ ζὴν τὸ θανεῖν, εὐσεβῶς προελόμενος, τοῦ Χριστοῦ τὸν θάνατον, ἀληθῶς ἐξεικόνισας, ἀθανασίας ὅθεν ἐπέτυχες, καὶ ἀνεσπέρου μακαριότητος, ἔνθα τὰ τάγματα, τῶν Ἀγγέλων πέφυκε, καὶ ἀθλητῶν, πάντων ἀγαλλόμενος, σκηνώσας ἔνδοξε.
Μάρτυς παμμάκαρ Καλλίνικε, πρὸς ἀοράτους ἐχθροός, τὸν ἀόρατον Κύριον, συμμαχίαν ἄμαχον, κεκτημένος ἀνέστησας, ἀθανασίας μεγάλα τρόπαια, τὸν ἐξαλείφειν γήν τε καὶ θάλασσαν, κατακαυχώμενον, τὴ πυγμὴ τῶν ἄθλων σου, καταβαλῶν, καὶ τὴ τῶν αἱμάτων σου, καταποντίσας ῥοή.
Τὸν τῆς εὐσεβείας πρόμαχον, καὶ καθαιρέτην ἐχθροῦ, καὶ Μαρτύρων συνόμιλον, καὶ ναὸν τοῦ Πνεύματος, τοῦ Ἁγίου γενόμενον, τὸν στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τῶν ἰαμάτων τὸ ἀδαπάνητον, ὄντως θησαύρισμα, τῶν πιστῶν τὸ στήριγμα, τὸν θαυμαστόν, σήμερον Καλλίνικον, ὕμνοις τιμήσωμεν.

Τρίτη 28 Ιουλίου 2009
ΕΝ ΕΚΛΟΓΗ ΘΕΟΚΡΙΤΩ ΠΡΟΕΤΙΜΗΘΗΤΕ, ΔΙΑΚΟΝΕΙΝ ΤΑΙΣ ΧΡΕΙΑΙΣ...
Ἐν ἐκλογῇ θεοκρίτω προετιμήθητε, διακονεῖν ταὶς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νὺν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι.
ΦωτιστιΚαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμω, τὸ τῆς γνώσεως φέγγος, ἢ στράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον.
Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενὰς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΜΑΚΚΑΒΑΙΩΝ, ΕΛΕΑΖΑΡΟΥ ΣΟΛΟΜΟΝΗΣ & ΠΡΟΟΔΟΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ
ΤΗ Α' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ
Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων τῶν Μακκαβαίων, καὶ τοῦ διδασκάλου αὐτῶν Ἐλεαζάρου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ ἡ Πρόοδος τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.
Τὴ Α' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων ἑπτὰ μαρτύρων τῶν Μακκαβαίων, Ἀβείμ, Ἀντωνίου, Γουρία, Ἐλεαζάρου, Εὐσεβωνά, Ἀχεὶμ καὶ Μαρκέλλου, καὶ τῆς μητρὸς αὐτῶν Σολομονῆς, καὶ Ἐλεαζάρου τοῦ διδασκάλου αὐτῶν.
Στίχοι
· Πρῶτος πρὸ Χριστοῦ πὺρ στέγων Ἐλεάζαρ,
· Ἀθλήσεως προύθηκε τοὶς ἄλλοις ἴχνη.
· Πρώταθλον ἄλλην καὶ πρὸ τῆς θέκλης ἔχω,
· Τὴν Σολομονήν, ἣν πρὸ Χριστοῦ πὺρ φλέγει.
· Ἐξ ἑβδόμης πέμπουσι Παίδων ἑπτάδα,
· Ἀρθρέμβολα, πύρ, καὶ τροχοὶ πρὸς ὀγδόην.
· Καύσαν ἑνὶ πρώτη Σολομώνην, ἑπτά τε υἵας.
Τὴ αὐτὴ ἡμέρα, μνήμη τῶν Ἁγίων ἐννέα μαρτύρων, τῶν ἐν Πέργῃ τῆς Παμφυλίας ἀθλησάντων, Λεοντίνου, Ἄττου, Ἀλεξάνδρου, Κινδέου, Μνησιθέου, Κυριακοῦ, Μηναίου, Κατούνου, καὶ Εὐκλέου.

ΑΓΙΑΣ ΕΙΡΗΝΗΣ ΤΗΣ ΕΚ ΚΑΠΠΑΔΟΚΙΑΣ ΤΗΣ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ
ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενά.
Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμνεά.
Στίχοι
· Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου,
· Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ.
· Εἰκάδι ὀγδοάτη Μυστῶν ξυνελήλυθε τετράς.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ.
Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονὴ τοῦ Χρυσοβαλάντου.
Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσὴ βληθεῖσα, τελειοῦται.
Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.

ΠΡΟΧΟΡΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΤΙΜΩΝΟΣ ΚΑΙ ΠΑΡΜΕΝΑ...

Δευτέρα 27 Ιουλίου 2009
ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ....
ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος.
Στίχοι
· Γαλακτόμικτον, Μάρτυς, αἷμα σὴς κάρας,
· Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει.
· Φάσγανον ἑβδομάτη λάχεν εἰκάδι Παντελεήμων.
Μνήμη τῆς ὄσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτη μονὴ τοῦ Μαντινέου.
Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς θράκης, ἐν τῇ θαλάσση τελειοῦνται.
Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται.
Τὴ αὐτὴ ἡμέρα, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται.
Στίχοι
· Αὐγὴν ἐφευρῶν σαρκικῶν τυφλὸς λύχνων,
· Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους.

ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ...

Ο ΕΠΑΞΙΩΣ ΚΛΗΘΕΙΣ ΠΑΝΤΕΛΕΗΜΩΝ...
Ὁ ἐπαξίως κληθεὶς Παντελεήμων, ὅτε τὸ φιλάνθρωπον πάσιν ἐφήπλωσας, τὴν τῶν ψυχῶν ἐπιμέλειαν, καὶ τῶν σωμάτων, τὴν θεραπείαν ἐπιδεικνύμενος, τότε τὴν φερώνυμον κλήσιν ἐπλούτησας, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, ἀντιμισθίαν Μάρτυς εὐράμενος, στεφανηφόρος καὶ ἀήττητος, στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ ἰαμάτων τὴν χάριν δεδεγμένος, ὅτε τὴν εὐσέβειαν πάντων προέκρινας, τῆς μητρικῆς ἀντεχόμενος, θεοσεβείας, καὶ πατρικὴν μισήσας δυσσέβειαν, τότε σου τήν ἔνθεον αἴγλην δεδώρηται, τῶν φωτισμάτων ἡ ἄβυσσος, ὁ φωτοδότης, τοῦ Θεοῦ Λόγος ὁ μεγαλόδωρος, θεία προγνώσει προειδῶς σου, Παντελεῆμον σοφὲ τὴν λαμπρότητα, ἣν ὑπέδειξας πάσιν, εὐσεβῶς, πολιτευσάμενος.
Ὁ ἐξ αὔλων πηγῶν τοῦ σωτηρίου, τῶν θείων ἰάσεων ἀεὶ τὴν χάριν ἀντλῶν, καὶ δαψιλῶς ἀρυόμενος, καὶ διανέμων, τοὶς προσιούσί σοὶ παμμακάριστε, πάντας τούς τὴν ἔνδοξον σοῦ καὶ πανίερον, καὶ φωτοφόρον πανήγυριν, πιστῶς τελοῦντας, χάριτι θεία τούτους καταύγασον, θεομιμήτω κεχρημένος, προσωνυμία σαφῶς καὶ χρηστότητι, ἣν δυσώπησον πᾶσι, δωρηθῆναι τοὶς ὑμνούσί σε.

Κυριακή 26 Ιουλίου 2009
ΟΥΚ ΟΝΤΑΣ ΘΕΟΥΣ ΑΛΛΑ ΨΕΥΔΗ, ΔΑΙΜΟΝΩΝ ΦΑΣΜΑΤΑ, ΜΑΡΤΥΣ ΑΠΕΔΕΙΞΑΣ.......
Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῶ Χριστῷ, ἀπαύστως μέλπουσα, 'Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργεία τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παρρησίᾳ πολλή, ἀνεβόας, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα, εἰς Ὀσμὴν τοῦ θείου μύρου σου, νὺν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θείόν σου ὄνομα.

Η ΤΟΥ ΝΥΜΦΙΟΥ ΣΕ ΦΩΝΗ....
Ἡ τοῦ νυμφίου σὲ φωνὴ καλέσασα ὡς νύμφην, στεφάνω ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου, ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχης προσφέρομέν σοὶ τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
ΤΟΝ ΝΑΟΝ ΣΟΥ ΠΑΝΣΕΜΝΕ, ΩΣ ΙΑΤΡΕΙΟΝ ΨΥΧΙΚΟΝ ΕΥΡΑΜΕΝΟΙ...
Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὐράμενοι, ἐν τουτῷ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμώμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
ΑΓΓΕΛΟΥ ΠΑΡΟΥΣΙΑ ΤΗΝ ΣΤΕΡΝΟΙΣ ΤΕΘΕΙΣΑΝ ΣΟΙ...
Ἀγγέλου, παρουσία τὴν στέρνοις τεθείσάν σοί, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἤλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπὴ θεία θᾶττον ἠφάνισε.
Νέαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἰα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίσασαν θείω λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίσασαν.
Ἔρρει σου, τῶν ἐνθέων δογμάτων ὁ σύλλογος, μελισταγῶν ἐκ χειλέων, καὶ τὴν γνῶσιν πάντων ἐδίδασκες, παρρησία Παρασκευὴ Μαρτύρων ἀγλάϊσμα.

ΕΡΜΟΛΑΟΣ Ο ΓΕΝΝΑΙΟΣ ΟΠΛΙΤΗΣ...
Ἑρμόλαος ὁ γενναῖος ὁπλίτης, Ἑρμοκράτης τε καὶ Ἕρμιππος ἅμα, μίαν στερρῶς ἐπεδείξαντο γνώμην, ἕνα, Θεὸν ἐπὶ πάντων κηρύξαντες, θανόντες τε διὰ Χριστόν, οὐρανίους στεφάνους ἐδέξαντο.
Ῥανίσι τῶν ἐκχυθέντων αἱμάτων, ἑαυτοὶς περιφοινίξαντες χλαίναν, θεοπρεπῆ, ἀθλοφόροι Κυρίου, τῶ Βασιλεῖ τῶν αἰώνων παρίστασθε, δεόμενοι ὑπὲρ ἡνῶν, σὺν ἀπάσαις ταὶς ἄνω Δυνάμεσι.
Μεμύηται τὴν ἐν Πνεύματι θείω, διὰ σοῦ Παντελεήμων ὁ μέγας, πίστιν ὀρθήν, καὶ ἀθλήσας νομίμως, τοῦ μαρτυρίου σοὶ πρόξενος γέγονεν, Ἑρμόλαε, μεθ' οὗ Χριστόν, τὸν Θεὸν ὑπὲρ πάντων ἱκέτευε.

ΙΑΜΑΤΩΝ ΕΝΤΥΧΟΥΣΑ ΚΑΙ ΧΑΡΙΣΜΑΤΩΝ...
Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας Ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοὶς πίστει γεραίρουσι, καὶ τῶ σῶ τεμένει προστρέχουσι.
Ῥυτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ' ὧν ἀνεκραύγαζες, Δόξα τὴ δυνάμει σου Κύριε.
Ὡς κατάπληκτον σημεῖον, φρικτῆς ἡμέρας, τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης, γυναιΚείω σώματι, Σταυρόν τε καὶ Κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι.

ΣΘΕΝΕΙ ΔΥΝΑΜΟΥΜΕΝΟΣ...
Σθένει δυναμούμενος, τοῦ παντουργοῦ σοφὲ Πνεύματος, τοῦ δυνατοῦ, Πάτερ ἐν κακίᾳ, τὴν ἰσχὺν καταβέβληκας.
Γνώριμος γεγένησαι, τῶ Παντοκράτορι Ἅγιε, πάντας γνωστούς, λόγῳ σου τῶ θείω, ἐν αὐτῷ ἐργαζόμενος.
Ἔγνω διδασκόμενος, ὑπὸ τοῦ σοῦ Σοφὲ πνεύματος, τὸν Ποιητήν, ὁ Παντελεήμων, καὶ νομίμως ἐνήθλησεν.

ΤΟΝ ΩΡΑΙΟΤΑΤΟΝ ΧΡΙΣΤΟΝ ΑΓΑΠΗΣΑΣΑ...
Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραϊσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτω κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη, ὅθεν σὲ ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων Παρασκευὴ πανεύφημε.
ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ......
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση, Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἤμων.
ΘΕΟΤΟΚΕ, ΣΥ ΕΙ Η ΑΜΠΕΛΟΣ...
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ΠΟΛΥΩΔΥΝΑ ΒΑΣΑΝΑ, ΥΠΟΣΤΗΝΑΙ ΠΑΝΕΝΔΟΞΕ....
Πολυώδυνα βάσανα, ὑποστῆναι Πανένδοξε, ἀνδρικῶ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, τῶ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, πρὸ ποδῶν σου γὰρ ἐρράγη, ὥσπερ στρουθίον παιζόμενος.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.
Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάκαυσιν, θεϊκὴ προνοία Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὔραν ἔνδροσον, οἵα πάλαι τοὶς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ' ὧν ἔκραζες, Σοῦ τὸ ἔλεος μέγα Πανοικτίρμον, ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος, σὺ γὰρ νυμφίον ποθήσασα, κατ' ἴχνος ἐβάδισας, νοητοῦ μύρου Σεμνή, Παρασκευὴ ἀοίδιμε, καὶ νὺν πρέσβευε, τὸν Σωτήρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοὶς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.
Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες, Χαίροις, Παρασκευὴ Ὁσία Καὶ θεοτίμητε, Χαίροις, ἡ τὸ μαρτύριΟν καλῶς ὑποδεξαμένη, Χαίροις τῶν μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ' ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΕΡΜΟΛΑΕ...
Μάρτυς ἀθλητὰ Ἑρμόλαε, Ἱερωτάτην ζωήν, Ἱερῶς ἐπεπόθησας, Ἱερεὺς γενόμενος, Ἰησοῦ Παντοκράτορος, καὶ ἀνιέρου σκοτασμοῦ ἔσωσας, σεπτοίς σου λόγοις λαούς, ἐν χάριτι, καὶ μεταβέβηκας, πρὸς τὰ ὑπερκόσμια τῶν σθλητῶν, αἵματι λουσάμενος, θεομακάριστε.
Μάρτυς ἀθλητὰ Ἑρμόλαε, διὰ τὸν φόβον ποτέ, τῶν ἀνόμων κρυπτόμενος, φανεροῖς γηθόμενος, κεκρυμμένον μυστήριον, τῶ ἀθλοφόρω Παντελεήμονι, τῆς εὐσεβείας καὶ ἐπιγνώσεως, καὶ φανερούμενος, θνήσκεις προθυμότατα, διὰ Χριστόν, τὸν δι' ἀγαθότητα, παθεῖν ἑλόμενον.
Ἑρμιππόν τε καὶ Ἑρμόλαον, καὶ Ἑρμοκράτην πιστῶς, τοῦ Κυρίου τοὺς μάρτυρας, θαυμαστῶς ἀθλήσαντας, καὶ τὸν δόλιον κτείναντας, καὶ λουσαμένους λουτρὸν μηδέποτε, δευτέροις ῥύποις ἐπιθολούμενον, ἀνευφημήσωμεν, ἱερῶς δοξάζοντες, καὶ τὴν αὐτῶν, μνήμην ἑορτάζοντες πανηγυρίσωμεν.

ΠΑΡΑΣΚΕΥΗ Η ΣΟΦΗ, ΑΝΤΩΝΙΝΟΥ ΤΟ ΦΡΥΑΓΜΑ, ΑΝΔΡΙΚΩΣ ΚΑΤΕΒΑΛΕΣ...
Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείανποιού, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.
Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταὶς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ, ὅθεν εὐφημούμέν σε θεομακάριστε.
Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχυσειειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεία τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ...
ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς.
Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους.
Στίχοι
· Ἑρμιππος, Ἑρμόλαος ἤδ' Ἑρμοκράτης
· Ἑρμῆν σέβοντας ἤσχυναν παρρησία.
· Ἑρμόλεως ἕκτη τε καὶ εἰκάδι δειροτομήθη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς.
Στίχοι
· Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δομον,
· Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν.
· Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτη.
Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ.

Σάββατο 25 Ιουλίου 2009
ΤΗΣ ΜΗΤΡΟΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΚΑΙ ΠΟΙΗΤΟΥ...
Τῆς μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα, διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον, ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοώμέν σοί, Πρέσβευε Χριστῷ τῶ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ
ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Τὴ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου.
Στίχοι
· Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης,
· Ἡ τῶν κυουσῶν μητέρων σωτηρία.
· Πέμπτη ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτη Οἰκουμενικὴ Συνόδω συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων.
Στίχοι
· Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους,
· Οὖσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου.

ΧΑΙΡΟΙΣ Η ΝΟΗΤΗ ΧΕΛΙΔΩΝ....
Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἠιμὶν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νὺν ἐκδυσώπει, ταὶς ψυχαὶς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοὶς εὐθέσι πρέπει αἴνεσις.
Χαίροις πεποθημένη Θεῷ, ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, τοῦ νόμου δυὰς τιμία, ἡ τὰς ἐμφάσεις καλῶς, ἐν τῇ θεία χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον, οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν ἄχραντον, μεθ' ἦς δυσωπεῖτε, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον.
Χαίροις εὐλογημένη ἡ γῆ, ἡ τὴν θεόβλαστον τῶ κόσμω ἀνθήσασα, ἡ νόμω ἀδιαλείπτως, ἐμμελετῶσα Θεοῦ, καὶ τὴν χάριν πάσιν ὑπογράψασα, δεσμὰ τῆς στειρώσεως ἡ φυγοῦσα τῶ τόκω σου, καὶ τῶ θανάτω, τὴν φθορὰν ἀνταμείψασα, καὶ πρὸς ἔνθεον, μεταστάσα λαμπρότητα, Ἄννα θεομακάριστε, Προμῆτορ Χριστοῦ τοῦ Θεοῦ, ἡ φωτοφόρον λυχνίαν, τὴν Θεοτόκον κυήισασα, μεθ' ἦς ἐκδυσώπει, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

ΤΗΝ ΑΠΑΡΧΗΝ ΤΗΣ ΗΜΩΝ ΣΩΤΗΡΙΑΣ....
Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρὼς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος, Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ἀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν, Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα, καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αὐ ἐθήλασας, καὶ γὰρ αὕτη τετην κοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νὺν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τὴ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν, Ὅθεν δυσωπούμέν σε, οἱ τελοῦντες τὴν μνήιμην σου Πιστῶς, σὺν αὐτὴ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΠΑΝΗΓΥΡΙΣ...
Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἦς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοὶς πιστοὶς τὸ μέγα ἔλεος.
Ὦ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νὺν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.
Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τὴ σεπτὴ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι, ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.

Παρασκευή 24 Ιουλίου 2009
ΕΝΕΤΡΥΦΑΣ ΤΑΙΣ ΜΑΣΤΙΞΙ....
Ἐνετρύφας ταὶς μάστιξι, θείαις ἠδομένη Μάρτυς χριστώνυμε, θεωρίαις τοῦ νυμφίου σου, καὶ αὐτοῦ τῶ κάλλει ἀτενίζουσα.
Μὴ ἐνέγκας τὸν πόθον σου, τὸν πρὸν τὸν Χριστὸν Χριστῖνα ὁ δείλαιος, σὸς πατὴρ καὶ ἀθεώτατος, αἰκισμοὺς βασάνων ἐπηπείλει σοί.
Ἐκολλήθην ὀπίσω σου, πόθω τετρωμένη σὴς ἀγαπήσεως, νικηφόρον μὲ ἀνάδειξον, ἐν τῷ πάσχειν Μάρτυς ἀνεκραύγαζες.
Λαμπρυνθέν σου τὸ πρόσωπον, ταὶς καλλοποιαῖς τῶν ἄθλων λαμπρότησι, ὡραιότητα ἀπέπεμπε, καὶ ἐνθέου δόξης ἀγαλλίασιν.

ΤΗ ΧΡΙΣΤΩΝΥΜΩ ΣΟΥ ΚΛΗΣΕΙ...
Τὴ χριστωνύμω σου κλήσει, τὴν πρᾶξιν κατάλληλον ἔδειξας ὡς ἀληθής, τὴ παρθενική σου καθαρότητι, νυμφευθεῖσα τῶ Χριστῷ, εὐδοκία τοῦ Πατρός, καὶ συνεργεῖα τοῦ Πνεύματος, μαρτυρίου δὲ παλαίσμασιστερροίς, ὑπερήστραψας λαμπρότερον τῶν ἡλιακῶν ἀκτίνων, Διὸ ὡς θυσία καθαρὰ καὶ ἄμωμος, τὴ οὐρανίω προσηνέχθης τραπέζη, τῶν Παρθένων καὶ Μαρτύρων ταὶς χορείαις εἰς αἰῶνας συνηδομένη, μεθ' ὧν αἴτησαι χριστῖνα φερώνυμε, δωρηθῆναι τοὶς τιμώσί σε, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
ΘΕΙΑΙΣ ΕΠΙΓΝΩΣΕΣΙ, ΤΗΝ ΚΑΘΑΡΑΝ ΣΟΥ ΔΙΑΝΟΙΑΝ....
Θείαις ἐπιγνώσεσι, τὴν καθαῥάν σου διάνοιαν, καταυγάσας ὁ Κύριος, ἀγνοίας λυτρούταί σε, βαθυτάτου σκότους, ἥλιος ὑπάρχων, δικαιοσύνης ἀληθοῦς, Μάρτυς Χριστῖνα θεομακάριστε, ἐντεῦθεν τὰ σεβάσματα, τῆς πονηρίας συνέτριψας, καὶ Χριστοῦ τὰ παθήματα, καρτερῶς ἐξεικόνισας.
Πόνους καρτερήσασα, τοὺς τῆς σαρκὸς πρὸς τὴν ἄπονον, μεταβέβηκας χαίρουσα, Χριστῖνα ἀπόλαυσιν, ἔνθα γενομένη, καθωραϊσμένη, οἴά πὲρ νύμφη ἐκλεκτή, τοῦ Βασιλέως Χριστοῦ πανεύφημε, τῶν πίστει τὸ μνημόσυνον, ἐπιτελούντων σου μέμνησο, ὅπως εὔρωμεν ἔλεος, καὶ δεινῶν ἀπολύτρωσιν.
'ὥσπερ ὡραϊσματα, τὰ τῆς σαρκός σου σπαράγματα, νυμφικῶς περιστέλλουσα, πορφύραν ἐξ αἵματος, λαμπρῶς βεβαμμένην, Μάρτυς ἐνεδύσω, καὶ τῶ νυμφίω σου Χριστῷ, πεποικιλμένη θείαις λαμπρότησι, Χριστῖνα νὺν παρίστασαι, περιχαρῶς τῆς Θεώσεως, ἀπολαύουσα πάντοτε, σὺν Παρθένοις καὶ Μάρτυσι.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ
ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης.
Τὴ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης.
Στίχοι
· Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίω,
· Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου.
· Εἰκάδι βλῆτο τετάρτη Χριστῖνα ὀξέσι πέλταις.
Τὴ αὐτὴ ἡμέρα, οἱ ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πέμπτη 23 Ιουλίου 2009
ΕΚ ΠΑΝΤΟΙΩΝ ΚΙΝΔΥΝΩΝ ΤΟΥΣ ΔΟΥΛΟΥΣ...
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
ΑΘΛΗΤΙΚΩΝ ΕΞ ΑΙΜΑΤΩΝ, ΚΡΑΤΗΡΑ ΠΛΗΣΑΣ ΠΙΣΤΟΙΣ...
Ἀθλητικῶν ἐξ αἱμάτων, κρατήρα πλήσας πιστοίς, ἰάσεις ἐπαρδεύει, καὶ τὰς νόσους ἐλαύνει, Φωκᾶς ὁ χριστομαρτυς, ἐν ὑψηλῷ, μαρτυρίας κηρύγματι, πάντα καλῶν, οἱ διψῶντες δεῦτε πιστῶς, ποταμοὺς χαρίτων δρέψασθε.
Τῆς ἀθεϊας τὴν πλάνην, θεία ἐνστάσει σου, πολυθεϊας ζάλην, τῆς Τριάδος δυνάμει, Φωκᾶ μάρτυς ἐκτρέψας, ξίφους ἀκμήν, τοῦ πυρός τε τὴν ἔκκαυσιν, καὶ νιφετούς τῶν βασάνων βέλη σαφῶς, ὡς νηπίων ἐκαρτέρησας.
Τοῦ ζωοοδότου σὺ κῆρυξ, Θεοῦ γενόμενος, τυράννων καθαιρέτης, Ἀθλητὰ ἀνεδείχθης, καὶ θεῖος ἀθλοφόρος, ὅθεν ζωήν, τῶ ἀθανάτω πιστούμενος, πρὸς τὴν ἀνέσπερον ἔβης μαρμαρυγήν, τοῦ Θεοῦ Φωκᾶ μακάριε.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ...
ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομαρτυρος Φωκᾶ.
Τὴ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ.
Στίχοι
· Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν,
· Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον.
· Εἰκάδι τὴ τριτάτη Φωκᾶ νεκρὸς ἀμφεκομίσθη.
Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκαδίω ἢ Λευκάτη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ.
Στίχοι
· Ἰεζεκιὴλ ἑβράϊζε κὰν πόλω,
· Ἀδωναϊ βλέπω σε, φάσκων Κυρίω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης, καὶ Ἀπολλωνίου Ῥώμης, καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων, καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων Χριστιανῶν ἐπὶ Νικηφόρου τοῦ Βασιλέως.

Τετάρτη 22 Ιουλίου 2009
Ο ΥΠΕΡΟΥΣΙΟΣ ΘΕΟΣ ΕΝ ΤΩ ΚΟΣΜΩ....
Ὁ ὑπερούσιος Θεὸς ἐν τῷ κόσμω, μετὰ σαρκὸς ἐπιφοιτῶν Μυροφόρε, σὲ ἀληθῆ Μαθήτριαν προσήκατο, ὅλην σου τὴν ἔφεσιν, πρὸς αὐτὸν κεκτημένην, ὅθεν καὶ ἰάματα, ἀπετέλεσας πλεῖστα, καὶ μεταστάσα νὺν ἐν οὐρανοῖς, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
ΤΑ ΟΥΡΑΝΙΑ ΥΜΝΕΙ ΣΕ, ΚΕΧΑΡΙΤΩΜΕΝΗ
Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΤΩ ΕΚΟΥΣΙΩΣ ΠΤΩΧΕΥΣΑΝΤΙ ΤΗΝ ΠΤΩΧΕΙΑΝ ΤΗΝ ΕΜΗΝ...
Τῶ ἑκουσίως πτωχεύσαντι τὴν πτωχείαν τὴν ἐμήν, ὑπερβολὴ εὐσπλαγχνίας, Χριστῷ τῶ Θεῷ, ἡ Μαγδαληνὴ Μαρία, ὡς μαθήτρια πιστῶς διακονήσασα, ἐπὶ ξύλου ταθέντα, καὶ τάφω συγκλεισθέντα, κατιδοῦσα ἐβόα δακρυρροοῦσα, Τὶ τὸ ξένον θέαμα; ὁ νεκροὺς ζωοποιῶν, πῶς νεκρὸς λογίζεται; Ποία μύρα κομίσω, τῶ ἀπαλλάξαντί με δυσωδίας τῶν δαιμόνων; Ποία δάκρυα χέω, τῶ δακρύων τὴν ἐμὴν μεταμφιάσαντι προμήτορα; Ἀλλ' ὁ τοῦ σύμπαντος Ἄναξ, ὡς Παραδείσου φύλαξ φανεῖς, δροσισμῶ τῶν αὐτοῦ ῥημάτων τὸν καύσωνα ἀφανίζει, λέξας πρὸς αὐτήν, Τοῖς ἀδελφοίς μου πορευθεῖσα, εὐαγγέλια χαρὰς ἀναβόησον, Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὅπως παράσχω τῶ κόσμω τὸ μέγα ἔλεος.
ΑΓΙΑΣ ΜΥΡΟΦΟΡΟΥ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΜΑΡΙΑΣ ΜΑΓΔΑΛΗΝΗΣ
ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Στίχοι
· Ἀφαὶς ἀϋλοις ἅπτεταί σου, Χριστέ μου,
· Μή μου, πρὸς ἣν ἔφησας, ἄπτου, Μαρία.
· Δευτερίη Μαρίη μύσεν εἰκάδι Μαγδαληνή.
Τὴ αὐτη ἡμέρα, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς.
Στίχοι
· Ἀφαὶς ἀϋλοις ἅπτεταί σου, Χριστέ μου,
· Μή μου, πρὸς ἣν ἔφησας, ἄπτου, Μαρία.
· Δευτερίη Μαρίη μύσεν εἰκάδι Μαγδαληνή.
Τὴ αὐτη ἡμέρα, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τρίτη 21 Ιουλίου 2009
ΜΙΑΝ ΨΥΧΗΝ ΠΑΤΕΡΕΣ....
Μίαν ψυχὴν Πατέρες, σώμασι φέροντες δυσί, καὶ σκοπὸν εἴχετε ἕνα, ἐν διαφόροις τοὶς τρόποις, ὧ Συμεὼν Ἰωάννη, διὸ ὑμᾶς εὐφημοῦμεν.
ΣΩΣΟΝ ΜΕ ΤΟΝ ΠΑΝΤΩΝ ΤΕΚΟΥΣΑ
Σώσόν με τὸν πάντων Τεκοῦσα, καὶ λυτρωτὴν καὶ εὐεργέτην, λύσον τῆς ψυχῆς μου τὰ νέφη, κυρία πάντων Ἁγία Δέσποινα, καὶ δυνατὸν ἀπέργασαι, κατὰ παθῶν τῶν πολεμούντων με.
ΟΛΗ ΤΗ ΤΡΙΑΔΙ ΠΡΟΘΥΜΩΣ...
Ὅλη τὴ Τριάδι προμύθως, ἀνατεθέντες τὴ καρδία, καὶ τὰς ἐξ αὐτῆς μαρμαρυγάς, ἀγαθοδότως ὑποδεξάμενοι, φωτοειδεῖς γεγόνατε, καὶ τοὶς Ἀγγέλοις συγχορεύετε.
Πόθω θεϊκῶ συνημμένοι, καὶ τὴ ἀσκήσει λαμπρυνθέντες, τῶν ἐλπιζομένων ἀγαθῶν, ἐν μετουσίᾳ ἤδη γεγόνατε, καὶ μακαρίαν εὔρατε, θεομακάριστοι ἀπόλαυσιν.
Οἱ τὰς τοῦ ἐχθροῦ μεθοδείας, ἀσκητικῶς καταβαλόντες, οἱ τῶν μοναζόντων φωστῆρες, καλῶν ἰδέαις καταστραπτόμενοι, πρὸς οὐρανοὺς ἐχώρησαν, κατατρυφῶντες τῆς Θεώσεως.
Ὑμῶν διεδέξατο πόνους, καὶ τοὺς ἱδρώτας εὐφροσύνη, πέρας οὐδαμῶς κεκτημένη, ἐν ἢ τρυφῶντες Συμεὼν Ὅσιε, καὶ Ἰωάννη ἔνδοξε, ἡμῶν ἀπαύστως μνημονεύετε.

ΚΕΚΡΑΤΗΜΕΝΟΣ, ΘΕΟΜΙΜΗΤΩΣ ΠΑΤΕΡ....
Κεκρατημένος, θεομιμήτως Πάτερ θεία στοργή, ἄλλους εἰς τὸ σώζειν ὅλον περιχαρῶς, σεαυτὸν βοῶν ἐξέδωκας, Εὐλογημένος εἶ ἓν τῶ ναῶ τῆς δόξης σου Κύριε.
Ἀπ' οὐρανῶν σοὶ χορηγουμένην Πάτερ δέχη τροφήν, ταύτη δὲ ἐκτρέφεις πάντας τοὺς εὐπειθῶς δεχομένους σου τὸ πρόσταγμα, καὶ τὴν χαμαίζηλον ἁμαρτίαν λιπόντας μακάριε.
Ἰχνηλατήσας τοὺς τῶν Πατέρων ὅρους Σοφέ, λύμην Ὠριγένους φεύγειν τοῦ δυσσεβοῦς, ἐγγυὴ σῶ τοὺς κραυγάζοντας, Εὐλογημένος εἶ ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.

ΜΝΗΜΗ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΚΑΙ ΣΥΜΕΩΝ
ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ.
Τὴ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ.
Στίχοι
· Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ,
· Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
· Ἔρημον εἴλου, ὧ Ἰωάννη μάκαρ,
· Δι' ἦς ἔρημα εἰργάσω σαρκὸς πάθη.
· Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀκακίου ἐν τῷ Ἑπτασκάλω, Καὶ τῆς ἀθλήσεως τῶν Ἁγίων Θεοφίλου, Ἰούστου, Τροφίμου καὶ Ματθαίου, Καὶ ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν ταῖς Ἀρματίου.
Οἱ ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτηνῇ κατὰ πετρῶν συρόμενοι, καὶ οἱ ἅγιοι μάρτυρες Γεώργιος, Θεόδωρος καὶ Εὐγένιος, ξίφει τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΡΗΜΟΝ ΟΙΚΗΣΑΝΤΕΣ, ΕΝ ΟΜΟΝΟΙΑ ΜΑΚΑΡΙΟΙ...
Ἔρημον οἰκήσαντες, ἐν ὁμονοίᾳ μακάριοι, τῆς σαρκὸς τὰ κινήματα, ταὶς θείαις δεήσεσι, καὶ ταὶς θεωρίαις, ταὶς φαεινοτάταις, κατεμαράνατε σοφῶς, τὴν δὲ καρδίαν κατελαμπρύνατε, δοχεῖον ἐργασάμενοι, πνευματικῶν διαδόσεων, Συμεὼν Ἰωάννη τε, μοναζόντων ἐρείσματα.
Μωραῖς προσποιήσεσι, τὸν σοφιστὴν ἀπεμώρανας, τῆς κακίας μακάριε, τελῶν τὰ παράδοξα, ἐνεργῶν σημεῖα, δαίμονας διώκων, φωταγωγῶν τοὺς ἐν νυκτί, τῆς ἁμαρτίας πάτερ ὑπάρχοντας, καὶ νοῦν ἀνεπιθόλωτον, μέσον θορύβων ἐτήρησας, Συμεὼν τὴν ἀπάθειαν, ἐκ Θεοῦ κομισάμενος.
Μέτριος τὸ φρόνημα, καὶ συμπαθὴς καὶ φιλόθεος, καὶ ἀγάπης ἀνάπλεως, ὠράθης θεόπνευστε, ταπεινὸς καὶ πρᾶος, ἄγγελος καθάπερ, ἐπὶ τῆς γῆς περιπατῶν, καὶ πολιτείαν ἔχων οὐράνιον, διὸ ἐπανεπαυσατο, ὡς καθαρῶ σοὶ μακάριε, Συμεών, ὁ Πατὴρ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.

Δευτέρα 20 Ιουλίου 2009
ΔΑΥΙΤΙΚΩΣ ΣΗΜΕΡΟΝ ΠΙΣΤΟΙ...
Δαυϊτικῶς σήμερον πιστοί, τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, Ἠλίαν τὸν Θεσβίτην, καὶ ζηλωτὴν τὸν ὑπέρλαμπρον, οὗτος γὰρ ἐν τῇ γλώσση τὸν οὐρανὸν ὡς σίδηρον ἐχάλκευσε, καὶ τὴν γὴν τὴν ἔγκαρπον, ἄκαρπον ἐποίησεν, Ὧ τοῦ θαύματος! ὁ πήλινος ἄνθρωπος, οὐρανοὺς τοῦ δοῦναι ὑετὸν οὐκ εἴασεν, Ὧ τοῦ θαύματος! ὁ φθαρτός ἄνθρωπος, ἀφθαρσίαν ἐνδέδυται, καὶ οὐρανοὺς ἀνατρέχει ἐν πυρίνῳ ἅρματι, τὴ μηλωτὴ Ἐλισαίω διπλῆς τὴν χάριν χαριζόμενος, Βασιλεῖς ἐλέγχει, καὶ λαὸν ἀπειθῆ λιμῶ διαφθείρει, Τοὺς ἱερεῖς τῆς αἰσχύνης πάντας κατήσχυνε, καὶ τῆς χήρας τὸν υἱὸν λόγῳ ἀνέστησεν, Αὐτοῦ ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐν εἰρήνῃ διαφύλαξον τοὺς ὀρθοδόξους Βασιλεῖς ἡμῶν, καὶ τὰ τῆς νίκης τρόπαια κατὰ βαρβάρων αὐτοῖς δώρησαι.
ΗΛΙΑΣ Ο ΖΗΛΩΤΗΣ, ΚΑΙ ΤΩΝ ΠΑΘΩΝ
Ἠλίας ὁ ζηλωτής, καὶ τῶν παθῶν αὐτοκράτωρ, ἀεροβάτης ἐδέρκετο σήμερον, τῆς παγκοσμίου μυητὴς σωτηρίας προχειριζόμενος, Ὧ δόξης ἀκραιφνοῦς, ἢς ἠξίωται ὁ ὑψιπέτης Προφήτης, καὶ Προφητῶν ἐξαίρετον ἐγκαλλώπισμα! οὗτος γὰρ ἐν σώματι ἄγγελος, καὶ ἄσαρκος ἄνθρωπος δέδεικται τοὶς κατορθώμασιν, Ὃν ἐπαινοῦντες εἴπωμεν, Ἀντιλαβοῦ ἡμῶν σοφέ, ἐν τῇ ἡμέρα τῆς κρίσεως.
Ο ΤΟΝ ΘΕΣΒΙΤΗΝ ΗΛΙΑΝ, ΠΥΡΙΝΩ ΑΡΜΑΤΙ....
Ὁ τὸν Θεσβίτην Ἠλίαν, πυρίνω ἅρματι, ἀπὸ τῆς γῆς οἰκτίρμον, μεταθέμενος Λόγε, ταὶς τούτου ἱκεσίαις, σῶσον ἡμᾶς τοὺς πιστῶς σὲ δοξάζοντας, καὶ τὴν αὐτοῦ ἐκτελοῦντας χαρμονικῶς, θείαν μνήμην καὶ σεβάσμιον.
Οὐ συσσεισμῶ ἀλλ' ἐν αὔρᾳ, λεπτὴ τεθέασαι, Θεοῦ τὴν παρουσίαν,' Ἡλιοῦ θεομάκαρ, φωτίζουσάν σε πάλαι, ἅρματι δέ, ἐποχούμενος τέθριππος, τὸν οὐρανὸν διϊππεύεις ξενοπρεπῶς, θαυμαζόμενος θεόπνευστε.
Τοὺς Ἱερεῖς τῆς αἰσχύνης, ξίφει κατέσφαξας, τὸν οὐρανὸν τὴ γλώττη, ἐπὶ γῆς τοῦ μὴ βρέχειν, ἐπέσχες ζήλω θείω πυρπολυθείς, Ἐλισαῖον δὲ ἔπλησας, τῆς μηλωτῆς ἐπιδόσει διπλῆς σοφέ, Ἡλιοῦ ἐνθέου χάριτος.

ΠΡΟΦΗΤΟΥ ΗΛΙΑ
ΤΗ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἡλιοῦ τοῦ Θεσβίτου.
Τὴ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡλιοῦ τοῦ Θεσβίτου.
Στίχοι
· Ἐπέσχεν ὄμβρον, πὺρ τρίτον φέρων κάτω,
· Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω.
· Δίφρω ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ.
Ταὶς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Κυριακή 19 Ιουλίου 2009
ΜΑΚΡΙΝΑ ΕΠΟΥΡΑΝΙΟΝ...
Τὸ ἔλεος ὄντως τοῦ Θεοῦ τὸ πλούσισν, μιμουμένη διετέλεσας, τρέφουσα πάντας τοὺς πενία, καταπεπονημένους πανεύφημε, ἐντεῦθεν ὁ ἐλεήμων ἐδόξασε, σὲ τὴν φανεῖσαν ἐλεήμονα.
Ἐνώπιον ἔστης τοῦ Θεοῦ Πανένδοξε, φωτοφόρον φῶς γὰρ γέγονας, βίω καὶ λόγῳ κοσμουμένη, καὶ τοὶς παντοδαποὶς προτερήμασι, καὶ γένους τὴν εὐδοξίαν λαμπρύνουσα, ταὶς ὑπερτάταις ἀναβάσεσι.
Φανότατον ὤκησας παστόν, καὶ θάλαμον, ὧ Μακρῖνα ἐπουράνιον, ἔνθα παρθένε γενομέν, σὺν τοὶς Ἀχιερεύσι συγγόνοις σου, δυσώπει παρρησία τὸν Κύριον πάντας, σωθῆναι τους ὑμνούντάς σε.

ΟΣΙΕ ΠΑΤΕΡ ΔΙΕ...
Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος ἐξερεύξομαι; σὺ γὰρ τῶ βίω ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν τὰ πάθη ἐγκρατεία νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῶ πνεύματι, εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
ΜΑΚΡΙΝΑ ΚΑΛΛΙΠΑΡΘΕΝΕ...
Ῥυπωθῆναι πάθεσι, τὸ κάλλος τὸ σεπτόν, τῆς ψυχῆς καὶ θεοειδές, οὐκ ἠνέσχου πάνσοφε, κάλλος τὸ ἄφραστον, τοῦ σεπτοῦ Νυμφίου σου, ἐννοοῦσα Καλλιπάρθενε.
Ἰσχυρὰν παράκλησιν, πλουτοῦσα τὸν Χριστόν, ἀσφαλῆ τε καὶ ἀρραγῆ, τῶν παθῶν ἐνέκρωσας, τὸ πολυτάραχον, ἐκ νυκτὸς ὀρθρίζουσα, καὶ δοξάζουσα τὸν Κύριον.
Σταθηρὰν ἐτήρησας, τὴν γνώμην τῶ Χριστῷ, ἐπ' αὐτῷ γὰρ ἀπὸ γαστρός, ἐπερρίφης ἄμωμε, ὧ καὶ ἀνέθηκας, καὶ ψυχὴν καὶ σώμά σου, ἐκ νεότητος ἀσκήσασα.

ΟΣΙΕ ΔΙΕ ΘΕΟΦΟΡΕ ΠΑΤΗΡ....
Ταὶς θείαις μαρμαρυγαίς, καταστραπτόμενος φωστὴρ γέγονας, φωταγωγῶν πίστει σοί, τοὺς προσερχομένους μακάριε.
Ὡδήγησας πρὸς ζωήν, τοὺς ἑπομένους σοὶ καλῶς Ὅσιε, τὰ τῆς σαρκὸς πάθη γάρ, θεία δυναστεία ἐνέκρωσας.
Συνήφθης θεοπρεπῶς, τοὶς οὐρανίοις, ἐπὶ γῆς βίον γάρ, ἀγγελικὸν ἔζησας, Δίε θεοφόρε Πατὴρ ἡμῶν.

ΝΥΜΦΙΟΝ ΤΟΝ ΑΧΡΑΝΤΟΝ, ΤΗΣ ΤΩΝ ΨΥΧΩΝ ΩΡΑΙΟΤΗΤΟΣ, ΜΑΚΡΙΝΑ
Νυμφίον τὸν ἄχραντον, τῆς τῶν ψυχῶν ὡραιότητος, Μακρῖνα πανένδοξε, ὃν ἐπεπόθησας, ὃν ἠγάπησας, ἐξ ὅλης τῆς καρδίας, φωτίσαι δυσώπησον, τοὺς ἀνυμνούντάς σε.
Ὑπάρχων ἡ ἄβυσσος, τῆς ὑπὲρ νοῦν ἀγαθότητος, Χριστὲ σοῦ τὴν ἄσπιλον, νύμφην ἐδόξασας, τὴν τῶ ἔρωτι, τῶ σῶ καθηλουμένην, Μακρίναν τὴν ἄμωμον, καὶ παναοίδιμον.
Μακρῖνα πανεύφημε, τῆς παρθενίας τὸ καύχημα, θερμῶς διετήρησας, ἀδιαλώβητον, δι' ἀσκήσεως, τῆς σῆς καὶ πολιτείας, τὴν σάρκα τῶ πνεύματι, καθυποτάξασα.

ΟΣΙΕ ΔΙΕ ΤΟ ΠΝΕΥΜΑ ΣΟΥ...
Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα, λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῶ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορὰν μὲν σαρκός, παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Δίε τὸ πνεύμά σου.
ΜΑΚΡΙΝΑ ΤΟ ΠΝΕΥΜΑ ΣΟΥ...
Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα, λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῶ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορὰν μὲν σαρκός, παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου, διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, ὁσία Μακρῖνα τὸ πνεύμά σου.
ΩΣ ΑΣΤΕΡΑ ΠΑΓΚΟΣΜΙΟΝ....
Ὡς ἀστέρα παγκόσμιον, νοητῶς ἀνατείλαντα, τῶ τῆς Ἐκκλησίας σὲ στερεώματι, ἀνευφημοῦμεν μακάριε, ταὶς θείαις σου λάμψεσι, φωτιζόμενοι ἀεί, καὶ ψυχὴν καὶ διάνοιαν, οἱ τιμώντές σου, τὴν φωσφόρον ἡμέραν ἐτησίως, Ἱερὲ θαυματοφόρε, τῶν μονσστῶν ἐγκαλλώπισμα.
Ἀαρῶν ὥσπερ δεύτερος, τῶ τῆς ῥάβδου βλσστήματι, θεῖον ἱεράτευμα Πάτερ γέγονας, καὶ ὡς Μωσὴς ὕδωρ Ὅσιε, ἐκ πέτρας ἐξήγαγες, ὡς Ἠλίας δὲ νεκρόν, προσευχὴ σου ἐξήγειρας, θαυμαζόμενος, τοὶς μεγίστοις σημείοις, καὶ ταὶς θείαις, λαμπρυνόμενος εὐκλείαις, Δίε θεόφρον πανόλβιε.
Τὴν τοῦ πνεύματος ἔλλαμψιν, προφανῶς κληρωσάμενος, πονηρίας πνεύματα ἀπεδίωξας, καὶ ἱερὸν φροντιστήριον, ψυχῶν κατεσκεύασας, ἐν ὧ σώζεται πληθύς, καθ' ἑκάστην τιμώσά σου, τὰ μνημόσυνα, τοὺς ἀνδρείους ἀγῶνας, καὶ θαυμάτων, τὰ παράδοξα ἐν πίστει, Δίε Πατέρων τὸ καύχημα.

ΑΙΓΛΗ ΚΑΤΕΛΑΜΠΕΤΟ....
Ἐμφιλοσοφώτατα, τὸ τῆς ψυχῆς αὐτοκίνητον, καὶ ἀθάνατον ἔδειξας, διὸ καὶ ἐσπούδασας, ἀμιγὴς κηλίδων, τῶν τῆς ἁμαρτίας, καὶ καθαρὰ ῥύπου παντός, ἀπαλλαγῆναι δεσμῶν τοῦ σώματος, μηδένα σπίλον ἔχουσα, μηδὲ ῥυτίδα θεόληπτε, ἀλλ' ἁγνὴ καὶ πανάμωμος, τῶ νυμφίω παρίστασθαι.
Ἄφθορον ἐτήρησας, τὴν παρθενίαν καὶ ἄσπιλον, καθαρῶς βιοτεύσασα, καὶ πλοῦτον διένειμας, τοῦ Χριστοῦ πληροῦσα, τὴν νομοθεσίαν, ὧ ἠκολούθησας τὴν γήν, καταλιποῦσα καὶ τὰ περίγεια, διὸ σοὶ τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Αἴγλη κατελάμπετο, φωτοειδεῖ σου τὸ πρόσωπον, καὶ θανούσης Πανεύφημε, Χριστοῦ σὲ δοξάσαντος, ὡς αὐτοῦ παρθένον, θεοειδεστάτην, ὡς ἐλεήμονα φαιδράν, ὡς συμπαθῆ τε καὶ θεορρήμονα, ζωὴν γὰρ τὴν ἰσάγγελον, ἐπὶ τῆς γῆς Πεπολίτευσαι, καὶ Θεῷ εὐηρέστησας, διὰ βίου λαμπρότητος.

ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ ΑΔΕΛΦΗΣ ΤΟΥ ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ
ΤΗ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου.
Τὴ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου.
Στίχοι
· Φρονούσ' ἀδελφὰ τοὶς ἀδελφοὶς Μακρῖνα,
· Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον.
· Τὴ δ' ἐνάτη δεκάτη Μακρίναν νόες ἔνθεν ἄειραν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ.
Στίχοι
· Γεύη τελευτῆς καὶ σύ, παμμάκαρ Δίε,
· Ἔνδοξε κλήσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον.
Τὴ αὐτὴ ἡμέρα, οἱ ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται.
Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος.

Σάββατο 18 Ιουλίου 2009
ΙΔΕΙΝ ΕΦΙΕΜΕΝΟΣ, ΘΕΟΥ ΤΗΝ ΑΡΡΗΤΟΝ...
Ἰδεῖν ἐφιέμενος, Θεοῦ τὴν ἄρρητον, εὐφροσύνην καὶ τερπνότητα, πάντων τερπνῶν τῶν ἐν τῷ βίω, ἠδέως Κατεφρόνησας Ἔνδοξε, καὶ χαίρων τὸ μαρτύριον ἤνυσας, ὅθεν σὲ πόθω μακαρίζομεν.
Ὡς θῦμα ὀπτώμενος πυρὶ πανεύφημε, τοῦ τυθέντος ὥσπερ πρόβατον, θεία τραπέζη προσηνέχθης, ὀσμὴ πνευματικὴ συντηρούμενος, καί, δόξης ἀληθοῦς ἀξιούμενος, ὅθεν σξ πάντες μακαρίζομεν.
Σήμερον ἡ μνήμη σου ἡμῖν ἐξέλαμψεν, Ἀθλοφόρε ὑπὲρ ἥλιον, πᾶσαν εὐφραίνουσα καρδίαν, πιστῶν τὰς διανοίας φωτίζουσα, καὶ σκότος νοσημάτων διώκουσα, ἣν ἐπαξίως μακαρίζομεν.
Ἡ τῶν πρωτοτόκων ἐκλεκτὴ πμήγυρις, συμπολίτην σὲ ἐκτήσατο, μάρτυρες πάντες σὺν αὐτοῖς σε, χορεύοντα ὁρῶντες ἀγάλλονται, μεθ' ὧν τῶν μεμνημένων σου μέμνησο, Μεγαλομάρτυς μεγαλώνυμε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΙΜΙΛΙΑΝΟΥ
ΤΗ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ.
Τὴ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ.
Στίχοι
· Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος,
· Χριστῷ παραστάς, τέρπεται σὺν Ἀγγέλοις.
· Ὀγδοάτη δεκάτη φλογὶ Αἰμιλιανὸς ἐβλήθη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, θεῆς καὶ Οὐαλεντίνης.
Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι.
Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται.
Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται.
Ὁ ὅσιος Παμβῶ ἐν εἰρήνῃ τελειοῦται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

.... ΜΕΛΠΕΙΣ ΓΗΘΟΜΕΝΟΣ....
Λαμπρυνόμενος, τὴ χάριτι Μακάριε, τοῦ θείου Πνεύματος, τὴν τῆς καμίνου πυράν, ὑπῆλθες καὶ ἔψαλλες, Μάρτυς θεόπνευστε, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Πυρακτούμενος, τῶ ἔρωτι Μακάριε, τοῦ ἐραστοῦ σου Χριστοῦ, τὸ πὺρ οὐκ ἔπτηξας, ἐν ὧ δροσιζόμενος, πνεύματι ἔψαλλες, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὡραιότητι, τῶν ἄθλων ἐξωμοίωσαι τοὶς ἀσωμάτοις Σοφέ, ὡραιοτάτω Χριστῷ, μεθ' ὧν παριστάμενος, μέλπεις γηθόμενος, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.

.... ΑΙΜΙΛΙΑΝΟΝ ΤΟΝ ΜΑΡΤΥΡΑ....
Ἐνέδυσας Κύριε, τὸν ἀθλοφόρον σου δύναμιν, τὴν ἐξ ὕψους ἀήττητον, καὶ τοῦτον ἐνίσχυσας, διὰ σὲ βασάνους, ἐξ ἐχθρῶν ἀνόμων, ὑπενεγκεῖν ἀθλητικῶς, καὶ μαρτυρίου στέφανον δέξασθαι, δι' οὗ ἡμῖν συγχώρησιν, ἁμαρτημάτων κατάπεμψον, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σταυρὸν ὁπλισάμενος, ὁ ἀθλοφόρος σου Κύριε, καὶ σῶ ζήλω πυρούμενος, εἰδώλων ἐνέπρησε, τὰ τεμένη πάντα, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελῶν, Αἰμιλιανός ὁ ἔνδοξος, βραβεῖα νίκης Δέσποτα, τὴν βασιλείαν ἀπείληφε, παρὰ σοῦ τὴν οὐράνιον, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.
Ἀστέρα ὑπέρλαμπρον, τὴ Ἐκκλησία ἀνέδειξας, Αἰμιλιανὸν τὸν μάρτυρα, ὁπλίτην τε ἄριστον, δαδουχοῦντα πᾶσαν, νὺν τὴν οἰκουμένην, θαυματουργίαις μυστικαίς, καὶ ἀθεϊας σκότος ἐλαύνοντα, ὑφ' οὗ φωταγωγούμενοι, θεοπρεπῶς ἀνυμνούμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Παρασκευή 17 Ιουλίου 2009
ΦΩΣ ΤΟ ΑΠΡΟΣΙΤΟΝ ΜΑΡΙΝΑ....
Φῶς τὸ ἀπρόσιτον Μαρῖνα, κατεφώτισεν ἀξίως τὴν ψυχήν σου, καὶ λαμπάσι φωτὸς κατηύγασε βοῶσαν, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Ἤρθης πρὸς θεῖον ὄντως ὕψος, ὑψηλὴν γάρ σου ἐκέκτησο τὴν γνώμην, καὶ νυμφῶνα λαμπρὸν κατώκησας βοῶσα, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νύμφη γνησία τοῦ Δεσπότου, ἀναδέδειξαι Μαρῖνα θεοφόρε, καὶ ὡς μάρτυς αὐτῷ ἀήττητος κραυγάζεις, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΠΑΡΘΕΝΟΜΑΡΤΥΣ ΜΑΡΙΝΑ....ΒΡΑΒΕΙΑ ΝΙΚΗΣ....
Τῶ νυμφίω Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἕδραμες, δορκὰς ὡς διψῶσα πηγαὶς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τὴ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτω ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμω ἔφθασας ἐστολισμένη, πεποικιλμενη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχσύσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
ΠΑΡΘΕΝΙΑΣ ΚΑΛΛΕΣΙ....
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, μαρτυρίου στίγμασι, στεφανωθεῖσα Mαρῖνα, αἵμασιν ἀθλητικοίς τε ῥεραντισμένη, θαύμασι καταλαμφθεῖσα τῶν ἰαμάτων, εὐσεβῶς Μάρτυς ἐδέξω, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
ΤΟ ΠΑΘΟΣ ΤΟΥ ΑΠΑΘΟΥΣ...
Το πάθος τού ἀπαθοῦς, τοῦ νεκρωθέντος δι' ἡμᾶς νέκρωσιν, Μάρτυς σεμνὴ στέργουσα, τὸν μαρτυρικὸν θνήσκεις θάνατον.
Μεγίστων ἐπιτυχεῖν, ἐφιεμένη δωρεῶν Πάνσεμνε, πόνους σαρκὸς ἔφερες, ὡς ἐν ἀλλοτρίῳ τῶ σώματι.
Αἱμάτων σου σταλαγμοίς, τῆς ἄθεϊας τὴν πυρὰν ἔσβεσας, καὶ τῶν πιστῶν ἤρδευσας, ὧ Μαρῖνα μάρτυς τὸ φρόνημα.
Ὡς μάρτυς μαρτυρικήν, ἐνδεικνυμένη καρτερῶς ἔνστασιν, τὸν πτερνιστὴν πτέρναις σου, ταὶς ὡραιοτάταις συνέτριψας.

ΜΑΡΤΥΡΩΝ, ΠΕΡΙΦΑΝΩΣ ΛΑΜΠΡΟΤΗΤΙ...
Μαρτύρων, περιφανῶς λαμπρότησι, περιαστράπτουσα, περὶ Θεὸν χορεύεις ἱερῶς, θεουμένη Πανεύφημε, καὶ φωτισμὸν πρεσβείαις σου, παρεχομένη τοὶς ὑμνούσί σε.
Ἀθλήσει, τὴν ψυχικὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῶ συντηρούμενον, τῶ τὴν ἰσχὺν σοὶ πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.
Πoρφύραν, σῶν ἐξ αἱμάτων βάψασα, καὶ στολισθεῖσα φαιδρώς, περιφανῶς τὰ ἄνω κατοικεῖς, ὡς παρθένος βασίλεια, καὶ θεϊκαὶς λαμπρότησι, μάρτυς Mαρῖνα κατηγλάϊσαι.
Ῥωσθεῖσα, τοῦ παντουργοῦ πανεύφημε, δυνάμει Πνεύματος, τὸν ἰσχυρὸν ἀνδρείως συμπλοκαίς, ἐταπείνωσας τύραννον, μεγαλαυχία χρώμενον, καὶ σοὶς ποσὶ Μάρτυς ὑπέταξας.

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ ΚΡΑΖΕΙ....
Ἡ ἀμνάς σου Ἰησοῦ κράζει μεγάλη τὴ φωνή, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῶ βαπτισμῶ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθείσάν σοί, Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΜΑΡΤΥΣ ΜΑΡΙΝΑ ΠΑΝΕΝΔΟΞΕ....
Ὧ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γὴν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γὴν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα, Ὧ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν.
Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τὴ σκέπη σου, σῶζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος.
Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πύρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ....
ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Mαρίνης.
Τὴ ΙΖ' τοῦ αὐτοῦ μηνός, Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Στίχοι
· Χεὶρ δημίου τέμνει σὲ Μαρῖνα ξίφει,
· Χεὶρ Κυρίου χάριτι θεία δὲ στέφει.
· Ἑβδομάτη δεκάτη Μαρῖνα δειροτομήθη.
Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Bηρονίκης.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Mαρίνης.
Τὴ ΙΖ' τοῦ αὐτοῦ μηνός, Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης.
Στίχοι
· Χεὶρ δημίου τέμνει σὲ Μαρῖνα ξίφει,
· Χεὶρ Κυρίου χάριτι θεία δὲ στέφει.
· Ἑβδομάτη δεκάτη Μαρῖνα δειροτομήθη.
Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Bηρονίκης.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Πέμπτη 16 Ιουλίου 2009
ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΘΗΝΟΓΕΝΟΥΣ...
ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀθηνογένους.
Τὴ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους, Ἐπισκόπου Πηδαχθόης.
Στίχοι
· Ἀθηνογένης ἐκ ξίφους ἀνηρέθη,
· Ψευδὴ θέαι ναν τὴν Ἀθηνὰν οὐ σέβων.
· Ἕκτη καὶ δεκάτη Ἀθηνογένη τάμε χαλκός.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φαύστου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀντιόχου, ἀδελφοῦ τοῦ ἁγίου μάρτυρος Πλάτωνος.
Οἱ ἅγιοι δεκαπεντακισχίλιοι μάρτυρες, οἱ ἐν Πισιδίᾳ ξίφει τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Ἀθηνογένης διὰ πυρός, καὶ πολλαὶ μάρτυρες γυναῖκες, ξίφει τελειοῦνται.

Τετάρτη 15 Ιουλίου 2009
ΙΑΜΑ ΦΕΡΕΙ Η ΣΟΡΟΣ, ΤΩΝ ΕΝΔΟΞΩΝ, ΑΘΛΟΦΟΡΩΝ....
Ἴαμα φέρει ἡ σορός, τῶν ἐνδόξων, Ἀθλοφόρων τὴ χάριτι, τοῦ θείου Πνεύματος, ἐπαρδομένη, δεῦτε ἀρύσασθε, καὶ ἁγιάσθητε ψυχάς, καὶ νόσων καθάρθητε, οἱ φιλομάρτυρες, τὸν δοτήρα τῶν καλῶν μεγαλύνοντες.
Ὡς ῥόδα ταὶς μαρτυρικαίς, ἐξηνθήσατε κοιλάσι Μακάριοι, ὡς κρίνα εὔοσμα, ὡς Παραδείσου θεία βλαστήματα, μυρεψικὴν ὡς ἀληθῶς, στάζοντα τερπνότητα, καὶ τῶν πιστῶν τὰς ψυχάς, εὐωδία μυστικὴ κατευφραίνοντα.
Στίγμασι τοὶς μαρτυρικοίς, ὡραιώθητε καλλίνικοι Μάρτυρες, καὶ τοὶς Ἀγγέλοις σαφῶς, ὅμοιωθέντες Θεῷ παρίστασθε, νίκης διάδημα Τερπνόν, λαμπρῶς περικείμενοι, καὶ τοὶς τιμῶσιν ὑμᾶς, ἱλασμὸν ἁμαρτιῶν ἐξαιτούμενοι.
Ἡ Μάρτυς οἴά πὲρ ἀμνάς, ὥσπερ ἄρνα τὸν υἱὸν αὐτῆς φέρουσα, λύκων ἀνάλωτος, μέσον διῆλθε, καὶ εἰς οὐράνιον, μάνδραν ἐσκήνωσεν ἀεί, Τούτων παρακλήσεσι, Κύριε σῶσον ἡμᾶς, τοὺς αὐτῶν τὴν ἱερὰν μνήμην σέβοντας.

ΟΙ ΦΑΙΔΡΟΙ ΑΣΤΕΡΕΣ, ΕΝ ΤΩ ΣΤΕΡΕΩΜΑΤΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ, ΑΠΛΑΝΩΣ...
Οἱ φαιδροῖ ἀστέρες, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἀπλανῶς πηχθέντες, καὶ τὴν γὴν τοὶς θαύμασι φωταγωγοῦντες, εὐσεβῶς τιμῶνται, ὑπὸ πάντων σήμερον, τῶν ὑμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νέον ὥσπερ κλάδον, ῥίζα θεοφύτευτος οὖσα θεόφρον, τὸν σεπτόν σου γονον, φέρουσα, ἐμάρανας τῆς ἀσεβείας, τὰ φυτὰ βοῶσα, σὺν αὐτῷ καὶ λέγουσα, Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
ὥσπερ μόσχον νέον, δάμαλις ὑπάρχουσα ὡραιοτάτη, Ἰουλίττα φέρεις, Κήρυκον τὸν ἔνδοξον θυσίαν ζώσαν, τῶ ἐκ τῆς Παρθένου ἀμνῶ ἀνατείλαντι, καὶ ἀφαγιασθέντι, δι' ἄκραν εὐσπλαγχνίαν.

ΠΕΙΡΑΣΜΟΙΣ ΠΟΛΥΠΛΟΚΟΙΣ ΠΕΡΙΠΕΣΩΝ....
Πειρασμοὶς πολυπλόκοις περιπεσῶν, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῶ σάλω συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμὴν ἀντίληψιν, καὶ σκέπην γινώσκων σε, τῶ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος, ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΔΕΥΤΕ ΤΟΥΣ ΝΟΗΤΟΥΣ, ΜΑΡΓΑΡΙΤΑΣ ΚΥΡΙΟΥ ΚΑΙ ΑΘΛΗΤΑΣ....
Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Κήρυκον ὑμνήσωμεν, καὶ τὴν τούτου μητέρα, τὴ τριετεῖ γὰρ τοῦτον ἐκθρέψασα γάλακτι, τῶ Θεῷ θυσίαν, προσήγαγεν ἄμωμον, ὅθεν καὶ τῆς νίκης, σὺν αὐτῷ τοὺς στεφάνους, ἐδέξατο ἄνωθεν, καὶ Χριστῷ συναγάλλονται, πρὸς οὓς πίστει βοήσωμεν, Πρεσβεύσατε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἐρτάζουσι πόθω, τὴν ἁγίαν μνήμην ὑμῶν.
ΚΑΤΗΡΓΗΤΑΙ ΘΑΝΑΤΟΣ ΔΙΑ ΣΟΥ, ΚΑΙ ΑΔΟΥ ΤΟ ΚΕΝΤΡΟΝ...
Κατήργηται θάνατος διὰ σοῦ, καὶ Ἀδου τὸ κέντρον, ἠφανίσθη Μήτηρ ἁγνή, σὺ γὰρ τὸν ἀθάνατον Δεσπότην, θανατωθέντα σαρκὶ ἀπεκύησας.
ΚΗΡΥΞΑΝΤΕΣ ΛΟΓΟΝ ΤΟΝ ΕΚ ΠΑΤΡΟΣ, ΣΑΦΩΣ ΓΕΝΝΗΘΕΝΤΑ....
Κηρύξαντες Λόγον τὸν ἐκ Πατρός, σαφῶς γεννηθέντα, σαρκωθέντα τε ἐκ μητρός, μάρτυρες τῶν τούτου παθημάτων, διὰ παθῶν καὶ θανάτου γεγόνατε.
Ἡ ἔνθεος Μάρτυς ὡς φωταυγής, σελήνη συνοῦσα, τῶ Ἠλίω τῶ ἐξ αὐτῆς, τεχθέντι Κηρύκω πᾶσαν κτίσιν, ταὶς τῶν θαυμάτων ἀκτίσι φωτίζουσι.
Ῥεόντων ἡλλάξω τὰ μηδαμῶς, Κινούμενα Μάρτυς, καὶ ἀγκάλαις τὸν σὸν υἱόν, φέρουσα σὺν τούτῳ τῶν ἀνόμων, καὶ διαβόλου τὴν πλάνην ἠμαύρωσας.
Ὑπάρχουσα γένους περιφανοῦς, διὰ μαρτυρίου, καὶ βασάνων πολυειδῶν, μάρτυς Ἰουλίττα Βασιλέως, τοῦ ἀθανάτου θυγάτηρ γεγένησαι.

Η ΛΟΓΙΚΗ ΧΡΙΣΤΟΥ ΑΜΝΑΣ, ΙΟΥΛΙΤΤΑ, ΣΥΝ ΤΡΙΕΤΕΙ ΑΜΝΩ ΑΥΤΗΣ ΤΩ ΚΗΡΥΚΩ...
Ἡ λογικὴ Χριστοῦ ἀμνάς, Ἰουλίττα, σὺν Τριετεῖ ἀμνῶ αὐτῆς τῶ Κηρύκω, δικαστικοῦ πρὸ βήματος παρέστησαν, εὐθαρσῶς κηρύττοντες, τὴν Χριστώνυμον κλήσιν, οὐδόλως ἑπτοήθησαν ἀπειλὰς τῶν τυράννων, καὶ στεφηφόροι νὺν ἐν οὐρανοῖς, ἀγγαλιῶνται Χριστῷ παριστάμενοι.
ΘΕΟΤΟΚΕ, ΣΥ ΕΙ Η ΑΜΠΕΛΟΣ Η ΑΛΗΘΙΝΗ....
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ΔΕΥΤΕ ΚΑΙ ΘΕΑΣΑΣΘΕ ΑΠΑΝΤΕΣ...
Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον, Τὶς ἑώρακε νήπιον, τριετῆ ὄντα, τύραννον αἰσχύναντα; ὧ τοῦ θαύματος! Μητέρα ἐθήλαζε, καὶ τιθηνούμενος τὴ γαλουχῶ ἐβόα, Μὴ πτοοῦ μήτέρ μου, τὰς ἀπειλὰς τοῦ δεινοῦ κοσμοκράτορος, Χριστὸς γὰρ ἐστιν ἡ ἐλπὶς τῶν πιστευόντων εἰς αὐτόν.
ΝΗΠΙΟΦΡΟΝΑ ΤΥΡΑΝΝΟΝ, ΕΝ ΤΕΛΕΙΩ ΦΡΟΝΗΜΑΤΙ....
Νηπιόφρονα τύραννον, ἐν τελείῳ φρονήματι, ἀτελεῖ τε σώματι, μάρτυς Κήρυκε, ἀνδρειοφρόνως κστήσχυνας, διὸ πρὸ βημάτων σε, ἀπηνῶς δικαστικῶν, καταβάλλει θανάτω σε, μνηστευόμενος, τὴν ζωὴν τὴν ἀγήρω, ἢς ἐπέβης, ἐν ἀτμίζοντι εἰσέτι, περιρρεόμενος αἵματι.
Ὡς κατάκαρπος ἄμπελος, ταὶς ἀρδείας τοῦ Πνεύματος, Ἰουλίττα ἔνδοξε, τὸν ἐκ σπλάγχνων σου, ἀναβλαστήσαντα Κήρυκον, προσάγεις θυόμενον, καὶ ληνοὶς μαρτυρικοίς, ἀληθῶς ἐκθλιβόμενον, μεθ' οὗ βλύσασα, κατανύξεως οἶνον, τὰς καρδίας κατευφραίνετε τῶν πίστει, ἐπιτελούντων τὴν μνήμην ὑμῶν.
Αἰκισμοὶς ὁμιλήσασα, καὶ ποικίλαις κολάσεσιν, ἀνδρικῶς ὑπέμεινας Ἀξιάγαστε, τοὶς ὀφθαλμοὶς ἐνορώσα δέ, υἱοῦ τὴν τελείωσιν, τὸ μαρτύριον διπλοῦν, Ἰουλίττα διήνυσας, ὅθεν νέμει σοί, καὶ διπλοῦς τοὺς στεφάνους, ἀθλοθέτης, ὁ τὴν νίκην τοὶς ἀθλοῦσιν, παντοδυνάμως δωρούμενος.

ΚΗΡΥΚΟΥ ΚΑΙ ΙΟΥΛΙΤΤΗΣ....
ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης τῆς μητρὸς αὐτοῦ.
Τὴ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης.
Στίχοι
· Ἰουλίττα συναθλος υἱῶ Κηρύκω,
· Ἡ λαιμότμητος τῶ κάραν τεθλασμενω, Πέμπτη.
· Ἰουλίτταν δεκάτη τάμον, υἵα δ' ἔαξαν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Λολλιανοῦ.
Στίχοι
· Ποσὶ προθύμοις ἕδραμε τρίβον τέλους.
· Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους,
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου.
Στίχοι
· Ἀβουδίμω μάχαιρα πρόξενος τέλους,
· Αὕτη δὲ τούτω πρόξενος καὶ τοῦ στέφους.

Τρίτη 14 Ιουλίου 2009
ΠΑΤΕΡ ΝΙΚΟΔΗΜΕ...
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Οὐρανόθεν ἐδέξω, χάριν πολλὴν Ὅσιε* ὅθεν Ἐκκλησίας ἐδείχθης, φωστὴρ νεόφωτος* διὸ καταύγασον, ταῖς φωτοφόροις λιταῖς σου, ἡμῶν τὴν διάνοιαν, Πάτερ Νικόδημε.

ΧΑΙΡΕ ΣΕΠΤΩΝ ΠΑΤΕΡΩΝ ΙΣΟΤΙΜΟΣ....
Ῥήσεις τάς θεοπνεύστους καί ὠδάς τάς πανσόφους, εἰς πλάτος ἀναπτύσσων καί βάθος, τῶν τοῦ Σωτῆρος ἑορτῶν, τήν ἐν αὐτοῖς χάριν πᾶσιν παρέθηκας, δι’ ἧς ψυχαί εὐφραίνονται, Νικόδημε, τῶν σοί βοώντων•
Χαῖρε ὠδῶν ἑρμηνεύς τῶν θείων•
χαῖρε πυκτίς λογίαν ἁγίων.
Χαῖρε ἐπιπνοίας τῆς θείας θησαύρισμα•
χαῖρε Ἐκκλησίας Χριστοῦ τό ὡράϊσμα.
Χαῖρε Πνεύματος κειμήλιον καί ταμεῖον ἀρετῶν•
χαῖρε ὄργανον θεόπνευστον ὕμνων τῶν πνευματικῶν.
Χαῖρε ὅτι καθαίρεις τῶν πιστῶν τάς καρδίας•
χαῖρε ὅτι προῤῥέεις ζωηφόρους ἀρδείας.
Χαῖρε ψυχῶν ἀλείπτης θεόσοφος•
χαῖρε σεπτῶν Πατέρων ἰσότιμος.
Χαῖρε νοός φυλακήν ὁ διδάσκων•
χαῖρε χαράν μυστικήν ὁ ἐκλάμπων.
Χαίροις Πάτερ Νικόδημε.
Στόματι θεηγόρω καί χειρί κινουμένη τοῦ Πνεύματος τῆ χάριτι Πάτερ, τῶν πνευματικῶν ἀναβαθμῶν, διασαφῶν ἐν πλάτει τά νοήματα, κλίμακα ἄλλην ἔστησας, τοῖς ποθοῦσιν Κυρίω ψάλλειν•

ΧΑΙΡΟΙΣ ΠΑΤΕΡ ΝΙΚΟΔΗΜΕ... ΚΗΠΟΝ ΘΕΙΩΝ ΧΑΡΙΤΩΝ....
Ἵνα ἀναπτερώσης τῶ Θεῶ θεοφόρε, νοός σου τάς κινήσεις ἁπάσας, φυλακήν αἰσθήσεων στεῤῥάν, μετῆλθες πρός ἥν διδάσκεις τούς θέλοντας, τυχεῖν θείας ἑνώσεως, ἐν τῶ βοᾶν σοι Πάτερ οὕτω•
Χαῖρε τῶν θείων ὑποφήτης•
χαῖρε τῆς χείρω ἀγνοίας ῥύστης.
Χαῖρε τῆς ἐνθέου ἀλείπτης ἀσκήσεως•
χαῖρε οὐρανίου ἐκφάντωρ φρονήσεως.
Χαῖρε πλάτος θείας γνώσεως καί σοφός ὑφηγητής•
χαῖρε δέλτος θεοτύπωτος τῆς τοῦ Πνεύματος φθογγῆς.
Χαῖρε τοῦ Παρακλήτου τό ὑπέρτιμον σκεῦος•
χαῖρε τῶν Ὀρθοδόξων τό θεόσδοτον σθένος.
Χαῖρε κρατήρ ψυχοτρόφου νέκταρος•
χαῖρε φωτός τρισηλίου ἔμπλεως.
Χαῖρε κανών μονοτρόπων ἐν ἔργοις•
χαῖρε εἰκών διδασκάλων ἐν λόγοις.
Χαίροις Πάτερ Νικόδημε.
Κῆπον θείων χαρίτων, τήν καρδίαν τελέσας, Νικόδημε τῆ σῆ πολιτεία, κῆπον χαρίτων ὡς ἀληθῶς, πεπλησμένον εὐωδίας τῆς χάριτος, τήν σήν βίβλον ὠνόμασε, ἐν ἧ τρυφῶντες ἐκβοῶμεν•

ΝΙΚΟΔΗΜΕ ΤΟΙΣ ΕΚΒΟΩΣΙ....
Ἔχων σου τήν καρδίαν, τῶ πυρί φλεγομένην, τοῦ φόβου τοῦ Θεοῦ ἀνενδότως, ἀγγελικήν μετῆλθες ζωήν, καί τάς ἐν αὐτῆ διατρανεῖς χάριτας, ὡς φωτισθείς τῶ Πνεύματι, Νικόδημε τοῖς ἐκβοῶσι•
Χαῖρε ἡ στήλη τῆς ἐγκρατείας•
χαῖρε ὁ μύστης τῆς ἀπαθείας.
Χαῖρε ὁ πτερώσας τόν νοῦν πρός οὐράνια•
χαῖρε ὁ πλουτήσας ἐκεῖθεν τά ἄῤῥητα.
Χαῖρε χάριτος τοῦ Πνεύματος οἶκος ὁ φωτοειδής•
χαῖρε σκήνωμα πολύτιμον ἐναρέτου ἀγωγῆς.
Χαῖρε ὅτι ἐκβλύζεις ποταμούς διδαγμάτων•
χαῖρε ὅτι ξηραῖνεις ῥεύματα παθημάτων.
Χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλαμψιν•
χαῖρε ἐχθροῦ νεκρώσας τήν ἔπαρσιν.
Χαῖρε ῥητῶν ψυχοτρόφων ἡ λύρα•
χαῖρε ὠδῶν θεοσόφων κινύρα.

ΧΑΙΡΟΙΣ ΠΑΤΕΡ ΝΙΚΟΔΗΜΕ...
Ὡς τῆς ἐνθέου πολιτείας μύστην ἄριστον καί εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σέ Ἐκκλησία. Οὐρανόθεν γάρ τό χάρισμα δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τούς βοῶντάς σοι, χαίροις Πάτερ Νικόδημε.
Ἄγγελος ἐν τοῖς τρόποις, καί πολύς ἐν τῆ γνώσει, Νικόδημε ἐν Ἄθω ἐδείχθης• (τρίς) Ἀγγελικήν γάρ ἔχων ζωήν, ἀγγελοπρεπεῖ φωνῆ διεσάφησας, τά ἐν πατράσι κείμενα, δι’ ὧν φωτίζεις τούς βοῶντας•
Χαῖρε τῆς Νάξου ἡ εὐκοσμία•
χαῖρε τοῦ Ἄθω ἡ δαδουχία.
Χαῖρε τῶν Πατρώων δογμάτων ἀνάπτυξις•
χαῖρε τῶν ἁγίων ῥημάτων ἀνάλυσις.
Χαῖρε ὕψος τῆς φρονήσεως καί σοφίας ποταμός•
χαῖρε βάθος θείας γνώσεως καί ἀγάπης θησαυρός.
Χαῖρε ὅτι ἐδείχθης γραμματεύς θεοφόρος•
χαὶρε ὅτι τυγχάνεις ἑρμηνεύς θεηγόρος.
Χαῖρε λαμπάς ἠθῶν τῆς σεμνότητος•
χαῖρε πυρσός τῆς ἄνω λαμπρότητος.
Χαῖρε δι’ οὗ οἱ πιστοί βεβαιοῦνται•
χαῖρε δι’ οὗ οἱ ἐχθροί ἐκπτοοῦνται.

ΝΙΚΟΔΗΜΕ ΣΟΦΕ, ΠΡΟΣ ΦΩΤΟΣ ΗΜΑΣ ΕΡΓΑ ΚΑΤΕΥΘΥΝΟΝ
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἠλίου τοῦ νοητοῦ ταῖς ἀκτῖσι, λαμπρυνόμενος τὸν νοῦν θεηγόρε, φωτολαμπεῖς ἡμῖν ἔλιπες βίβλους, ἀπελαυνούσας παθῶν τὴν σκοτόμαιναν. Ἀλλ’ ὦ Νικόδημε σοφέ, πρὸς φωτὸς ἡμᾶς ἔργα κατεύθυνον.

ΑΠΑΛΛΑΞΟΝ ΝΙΚΟΔΗΜΕ....
Παθῶν ψυχικῶν, ἀπάλλαξον Νικόδημε, καὶ δίδου ἡμῖν ζηλοῦν ἀεὶ τὰ κρείττονα, καὶ τὸν βίον ἐνάρετον, τοῖς ἐγκύπτουσι Πάτερ τοῖς βίβλοις σου, ἐξ ὧν πηγάζει ζωῆς γλυκασμὸς, εὐφραίνων καὶ τέρπων τοὺς θεόφρονας.
ΟΣΙΕ ΤΟΥ ΘΕΟΥ ΠΡΕΣΒΕΥΕ ΥΠΕΡ ΗΜΩΝ
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχὺν θείαν παρέχει, βίβλος ἡ σὴ Ὅσιε, ἡ πρὸς ἀοράτους πολέμους, ἡμᾶς ἀλείφουσα καὶ νῦν ἐνισχυσον, πρὸς συμπλοκὰς νοουμένας, τοὺς σὲ μακαρίζοντας, Πάτερ Νικόδημε.
Δόξα Πατρί...
Ἀθλητῶν τοὺς ἀγῶνας, περιφανῶς ᾔνεσας* ὅθεν ἐναθλεῖν με νομίμως, ἐνθέοις σκάμμασιν, καὶ νοῦν τηρεῖν καθαρὸν, ταῖς προσβολαῖς τοῦ Βελίαρ. Πάτερ ἐνδυνάμωσον τῇ προστασίᾳ σου.

ΝΙΚΟΔΗΜΕ ΟΣΙΕ...
Τοῦ Παρακλήτου δεδεγμένος τὴν χάριν, σοφίας θείας ὑποφήτης ἐδείχθης, καὶ διδαχῶν ἐνθέων θεῖον ὄργανον* ὅθεν ἡμᾶς λύτρωσαι, σοφισμάτων τοῦ πλάνου, φωτισμὸν αἰτούμενος καὶ διόρθωσιν βίου, τοῖς προσιοῦσι Πάτερ εὐλαβῶς, τῇ σῇ πρεσβείᾳ, Νικόδημε Ὅσιε.
ΑΓΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
ΤΗ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς τῶν ἑβδομήκοντα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα.
Στίχοι
· Ἥπλωσε Παῦλος, ὡς σαγήνην, τοὺς λόγους,
· Ἤγρευσε δ' ὡς θήραμα θεῖον Ἀκύλαν.
· Ἀκύλαν δεκάτη γε τετάρτη τύμβος ἔκρυψεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰούστου.
Στίχοι
· Μὴ θῦμα βαλεῖν εἰς τὸ βωμοῦ πὺρ θέλων,
· Εἰς πὺρ Ἰοῦστος θῦμα βάλλεται ξένον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ὀνησίμου.
Στίχοι
· Ἐλαφρὸν ἦρα φορτίον σὸν ἠδέως,
· Μεθ' οὗ σὸς Ὀνήσιμος ἥκω σοί, Λόγε.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωσήφ, Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Στίχοι
· Ἀφείς, Ἰωσὴφ καθέδραν τὴν γηίνην,
· Παρίσταται νὺν τῶ θρόνω τοῦ Κυρίου.
O Άγιος Nικόδημος, εν ειρήνη τελειούται.
Οἱ ἅγιοι μάρτυρες Ἀκύλας καὶ Ἱλάριος ξίφει τελειοῦνται.
Ὁ ἅγιος μάρτυς Πέτρος ὁ νέος, τοὺς πόδας ἐκκοπείς, τελειοῦται.
Ὁ ἅγιος μάρτυς Ἡράκλειος, ῥοπάλοις τυπτόμενος, τελειοῦται.

... ΘΕΟΦΟΡΕ ΕΝ ΤΗ ΨΥΧΗ...
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ἔχων τῆς χάριτος τοῦ Θεοῦ, πλουσίως τὰ ρεῖθρα, θεοφόρε ἐν τῇ ψυχῇ, τοὺς ἄνθρακας σβέσον τῶν παθῶν μου, τῇ ἐπομβρίᾳ τῶν σῶν ἀντιλήψεων.

ΝΙΚΟΔΗΜΕ ΠΑΤΕΡ....
Ὅσιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, Νικόδημε Πάτερ, τοῦ νοός μου τὸν σκοτασμὸν, καὶ τὴν ἀθυμίαν τῆς ψυχῆς μου, ὡς συμπαθὴς διασκέδασον δέομαι.

Δευτέρα 13 Ιουλίου 2009
ΙΩΑΝΝΟΥ ΤΟΚΟΝ ΕΝΔΟΞΕ ΕΜΗΝΥΣΑΣ, ΤΩ ΖΑΧΑΡΙΑ ΠΟΤΕ, ΕΝΔΟΝ ΤΟΥ ΘΕΙΟΥ ΝΑΟΥ...
Ἰωάννου τόκον ἔνδοξε ἐμήνυσας, τῶ Ζαχαρία ποτέ, ἔνδον τοῦ θείου ναοῦ, ἐστώτι καὶ ψάλλοντι, τῶ Λυτρωτὴ καὶ Θεῷ, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
Ἡ περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχάς, πιστῶν καὶ προτρέπεται, μεγαλοφώνως βοᾶν, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὠράθης τοὺς μέλποντας, φωτίζων πάντοτε, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

Η ΣΥΝΑΞΙΣ ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ, ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΤΕΦΑΝΟΥ ΤΟΥ ΣΑΒΒΑΪΤΟΥ
ΤΗ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαϊτου.
Τὴ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ.
Στίχοι
· Τῶν σῶν ἄγαθών ὥσπερ οὐκ ἔχω κόρον,
· Ὡς ουδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
· Τὴ δεκάτη δὲ τρίτη συναγήοχεν ὧδε Γαβριήλ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαϊτου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς μετονομασθείσης Μαρίας.
Στίχοι
· Σκηνοῖς Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοί,
· Τὸ τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι.

Κυριακή 12 Ιουλίου 2009
ΘΕΟΜΑΚΑΡΙΣΤΕ ΚΟΡΗ ΤΑΣ ΙΚΕΣΙΑΣ....
Θεομακάριστε Κόρη τὰς ἱκεσίας ἡμῶν, ὡς εὐμενὴς προστάτις, τῶν πιστῶν Θεοτόκε, προσάγουσα τῶ Κτίστη, τὸν ἱλασμόν, διαμείβου τοὶς δούλοις σου, ὡς παντελής σωτηρία καὶ ἱλασμός, τῶν ψυχῶν ᾑμων Θεόνυμφε.
ΠΟΛΥΕΙΔΕΣΙ ΒΑΣΑΝΟΙΣ ΕΓΚΑΡΤΕΡΗΣΑΝΤΕΣ
Πολυειδέσι βασάνοις ἐγκαρτερήσαντες, φωτοειδεῖς στεφάνους, ἐκομίσασθε ἄμφω, Ἱλάριε καὶ Πρόκλε, ὅθεν ὑμῶν, τὴν πανέορτον μνήμην πιστῶς, ἐπιτελοῦμεν δεόμενοι ἐκτενῶς, τοῦ πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν.
Τοὺς σπαραγμοὺς τῆς σαρκός σου Πρόκλε ὑπήνεγκας, τὴν δι' αἰῶνος λήξιν, προορώμενος μάκαρ, καὶ τὴν τοῦ Παραδείσου διαγωγήν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, ἐν ὧ ὑπάρχων ἱκέτευε καὶ ἡμᾶς, φωτισθῆναι τους τιμώντάς σε.
Καθάπερ δύο φωστῆρες κόσμον φωτίζετε, τὴ τῶν θαυμάτων αἴγλη, ἀθλοφόροι Κυρίου, Ἱλάριε καὶ Πρόκλε, τὸν σκοτασμόν, τῶν παθῶν ἐκδιώκοντες, ὅθεν ἡμᾶς ἀνυμνοῦμεν περιχαρῶς, ἑορτάζοντες τὴν μνήμην ὑμῶν.

ΙΛΑΡΙΟΝ ΠΙΣΤΟΙ, ΚΑΙ ΤΟΝ ΕΝΔΟΞΟΝ ΠΡΟΚΛΟΝ...
Ἱλάριον πιστοί, καὶ τὸν ἔνδοξον Πρόκλον, ἀθλήσαντας στερρῶς, καὶ ἐχθρὸν καθελόντας, συμφώνως τιμήσωμεν, τὸν Χριστὸν μεγαλύνοντες, οὗτοι θαύμασι, τῶν παθημάτων τὸ σκότος, ἐκδιώκουσι, φωταγωγοῦντες τοὺς πίστει, αὐτοῖς προσπελάζοντας.
ΗΚΟΛΟΥΘΕΙ ΣΟΥ ΤΟΙΣ ΛΟΓΟΙΣ...
Ἡκολούθει σοῦ τοὶς λόγοις, τὸ τοῦ πράγματος βέβαιον, ὁ γὰρ αἱμοβόρος, εἵργετο προβαίνειν τοὶς ἔμπροσθεν, ἕως Χριστὸν τὸν τῶν ὅλων μόνον Κύριον, ὡμολόγησε, Πρόκλε Θεὸν ὑπεράγαθον.
Τεταμένος σὺ τῶ ξύλω, καὶ ἱμάσι πεδούμενος, καὶ ποικιλοτρόπως, Μάρτυς ταὶς αἰκίαις βαλλόμενος, θεοῖς ἀψύχοις τὸ σέβας οὐ προσένειμας, ἐν Κυρίῳ Θεῷ σου, σαφῶς δυναμούμενος.
Ἀηττήτω παρρησία, καὶ γενναίω φρονήματι, ἀθλοφόρε Πρόκλε, ἔστης πρὸ βημάτων τὴν σάρκωσιν, διαπρυσίως κηρύττων τοῦ κενώσαντος, ἑαυτὸν μέχρι δούλου, μορφῆς Λυτρωτοῦ ἡμῶν.
Ἰταμὸς μὲν ὁ διώκτης, τοὶς σοφοὶς ἐπεδείκνυε, τῶν βασάνων εἴδη, καὶ τὸν βιαιότατον θάνατον, ἀκαταπλήκτους δὲ βλέπων καταπλήττετο, καὶ τὴν ἥτταν ὁρῶν ἑαυτοῦ ἐμωραίνετο.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΚΑΙ ΙΕΡΑ ΚΑΙ ΕΥΣΗΜΟΣ...
Ἴδε φωταυγὴς καὶ Ἱερὰ καὶ εὔσημος, τῶν Μάρτύρων μνήμη ἔλαμψε, πᾶσαν τὴν γὴν φωταγωγοῦσα, τὸν ζόφον τῆς κακίας ἐξαίρουσα, καὶ νέφη τῶν ψυχῶν ἀπελαύνουσα, καὶ ἰαμάτων χάριν βρύουσα.
Ὡς δύο μαζοὶ πνευματικοὶ προχέετε, ἰαμάτων γάλα Ἁγιοι, πᾶσαν ἐκτρέφοντες καρδίαν, πικρίαν νοσημάτων διώκοντες, καὶ πάθη χαλεπὰ θεραπεύοντες, ὅθεν ἀξίως μακαρίζεσθε.
Σταγόσιν αἱμάτων Ἀθληταὶ φοινίξαντες, ἁλουργίδα παναοίδιμοι, ταύτην ὡραίως τε φοροῦντες, Χριστῷ συμβασιλεύετε πάντοτε, τῶ μόνω Βασιλεῖ καὶ Θεῷ ἡμῶν, ὑπέρ τοῦ κόσμου ἱκετεύοντες.
Ἡ γῆ ἐπευλόγηται ὑμῶν τοὶς αἵμασι, καὶ λειψάνων καταθέσεσι, τῶν πρωτοτόκων δ' Ἐκκλησία, τοὶς πνεύμασιν ἐνθέως φαιδρύνεται, ἐν ἢ μετὰ Μαρτύρων ὡς Μάρτυρες, ὑπὲρ τοῦ κόσμου ἱκετεύσατε.

ΜΕΤΑ ΠΛΕΙΣΤΑΣ ΒΑΣΑΝΟΥΣ ΤΟΞΕΥΜΑΣΙΝ, ΑΝΗΜΕΡΟΙΣ ΕΧΘΡΟΣ ΣΕ ΠΡΟΔΙΔΩΣΙΝ
Μετὰ πλείστας βασάνους τοξεύμασιν, ἀνημέροις ἐχθρὸς σε προδίδωσιν, ὑφ' ὧν κατατεμνόμενος, παναοίδιμε Πρόκλε, χαίρων εἰς χείρας, τοῦ Θεοῦ ἐναπέθου τὸ πνεύμά σου.
Ἐπληγώθη τὸ τίμιον σώμά σου, ἀνενδότοις τοξεύμασιν Ἅγιε, καὶ ἀνιάτως ἔπληξε, δυσμενεῖς ἀσωμάτους μὴ μελωδοῦντας, Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Λαμπρυνόμενος αἴγλη τῆς χάριτος, ὥσπερ λίθος ἐν γῆ κυλιόμενος, συνέτριψας Ἱλάριε, ὀχυρώματα πλάνης μέλπων συντόνως, Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Οἱ κρουνοὶ τῶν αἱμάτων σου ῥεύσαντες, ἀσεβείας τὸ πὺρ ἐναπέσβεσαν, τοὺς δὲ πιστοὺς κατήρδευσαν, μελωδοῦντας ἀπαύστως, Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τόν Κύριον.

ΠΡΟΚΛΟΥ ΚΑΙ ΙΛΑΡΙΟΥ
ΤΗ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου.
Τὴ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μαρτύρων Πρόκλου καὶ Ἱλαρίου.
Στίχοι
· Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη.
· Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν.
· Δωδεκάτη βέλος εἷλε Πρόκλον, ξίφος Ἱλάριόν τε.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεϊνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου μάρτυρος Σεραπίωνος, καὶ τῶν Ἁγίων μαρτύρων Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Μάμαντος, πέραν ἐν τῷ Σίγματι.
Ἡ ἁγία Βερονίκη ἡ αἱμορροοῦσα, ἣν Ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῄ τελειοῦται.

Σάββατο 11 Ιουλίου 2009
ΜΕΡΙΔΑ ΠΑΝΕΥΦΗΜΕ...
Μερίδα Πανεύφημε, τὴν ἀγαθὴν προέκρινας, πάντα παριδοῦσα τὰ τοῦ βίου, δόξαν καὶ πλοῦτον, ἑνὸς γὰρ χρεία ἐστί, μέριμναν καὶ τύρβην τῶν πολλῶν, σὺ ἀπεσκοράκισας, τὴν Μαρίαν ζηλώσασα.
Ὦ ξένον τεράστιον! νεκρὰ μὲν ἐν τῷ μνήματι, θαυματα τελεῖ δ' ὥσπερ τὶς ζώσα, κρείττονα λίαν ἢ κατὰ ἄνθρωπον, αἱμάτων ἐκβλύζουσα κρουνούς, εἰς ἔνδειξιν μείζονα, ὅτι ζῶσιν οἱ δίκαιοι.
Συνοῦσα τῶ Κτίστη σου, ἐν οὐρανοῖς πανεύφημε, ἔντευξιν ποιοῦ ὑπὲρ τῶν πίστει, ἀνευφημούντων τὴν θείαν μνήμην σου, μάρτυς Εὐφημία τοῦ Χριστοῦ, ὑπὲρ οὗ τὸ αἴμά σου, ὥσπερ θῦμα ἐξέχεας.

ΕΝ ΤΗ ΕΥΣΗΜΩ ΕΟΡΤΗ ΤΗΣ ΠΑΝΕΥΦΗΜΟΥ...
Ἐν τῇ εὐσήμω ἑορτὴ τῆς Πανευφήμου, μέτ' ἐγκωμίων ψαλμικῶς πιστῶν ὁ δῆμος, εὐφημήσωμεν πόθω Χριστοῦ τὴν παρθένον, δογμάτων γὰρ ἀνεδείχθη τῶν πατρικῶν, προστάτις, καὶ μετὰ τέλος θαῦμα φρικτόν! Εὐτυχῆ καὶ Διόσκορον, ἐλέγξασα τοὺς κακῶς, νοσήσαντας εἰς δόγμα Χριστοῦ, ὃν ὀμνοῦντες δοξάζομεν.
ΚΑΤΗΣΧΥΝΘΗΣΑΝ ΑΙΣΧΡΩΣ...
Κατησχύνθησαν αἰσχρῶς, αἱρετιζόντων ἡ πληθύς, καὶ τὰ πρόσωπα αὐτῶν, ὕβρεως πέπλησται πολλῆς, ὅτε ἑώρων ποσί σου κατερριμμένον, τὸν Τόμον ἑαυτῶν, τὸν δὲ ἡμέτερον, τιμίαις σου χερσί, κατεχόμενον, κατηγοροῦντα ἄνοιαν ἐνδίκως, τῶν κακοδόξων, καὶ κράζοντα, Χριστὸς ἐτέχθη, διπλοῦς τὴ φύσει, διπλοῦς δὲ καὶ ταίς θελήσεσι.
ΛΙΑΝ ΕΥΦΡΑΝΑΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ...
Λίαν εὔφρανας τοὺς ὀρθοδόξους, καὶ κατήσχυνας τοὺς κακοδόξους, Εὐφημία Χριστοῦ καλλιπάρθενε, τῆς γὰρ Τετάρτης Συνόδου ἐκύρωσας, ἃ οἱ Πατέρες καλῶς ἐδογμάτισαν, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
ΔΕΥΤΕΣ ΠΑΝΤΕΣ ΟΙ ΠΙΣΤΟΙ, ΤΗΝ ΕΤΗΣΙΟΝ ΜΝΗΜΗΝ, ΤΗΣ ΠΑΝΕΥΦΗΜΟΥ ΕΥΦΗΜΙΑΣ
Δεῦτε πάντες οἱ πιστοί, τὴν ἐτήσιον μνήμην, τῆς πανευφήμου Εὐφημίας, μέτ' ἐγκωμίων ὑμνήσωμεν, λέγοντες, χαίροις ἀθληφόρε καὶ Μάρτυς, ἡ τῶν τυράννων τὰ θράση καταργήσασα, καὶ τῶν κακοδόξων τὴν ἄνοιαν ἀπελάγξασα, Χαίροις, τῆς Χαλκηδόνος τὸ κάλλιστον.
Θρέμμα, καὶ τῶν ὀρθοδόξων τὸ ἄσειστον ἔρεισμα, Χαίροις, ἡ διὰ Χριστὸν τὸν νυμφίον σου, τὴν μὲν ἀκμὴν τοῦ σώματος ταὶς βασάνοις Καταναλώσασα, τὴν δὲ ψυχήν ταὶς ἀκτίσι τοῦ Πνεύματος ἐκλαμπρύνασα, Χαίροις, ἡ πρεσβεύουσα πάντοτε, ὑπὲρ τῶν πίστει καὶ πόθω τελούντων σου τὰ μνημόσυνα.
Ὧ τοῦ παραδόξου θαύματος! ὥσπερ ζώσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, ταὶς τιμίαις αὐτῆς χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερε, τὸν δὲ τῶν αἱρετικῶν τοίς ποσὶ κατεπάτησεν, ἐκφαυλίζουσα τοῦτον τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν κρατύνουσα τὸ ὀρθὸν καὶ ἀκίβδηλον, ἕνα μὲν καθ' ὑπόστασιν τὸν Χριστὸν κηρυττόντων, διπλοῦν δὲ κατὰ φύσιν καὶ θέλησιν, Ἧς ταίςπρεσβείαις, Χριστὲ ὁ Θεός, εἰρήνην ταὶς ἐκκλησίαις σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Τοὺς τῆς ἀθλήσεως Μάρτυς ἀγῶνας καὶ τῆς πίστεως, οὓς ὑπὲρ Χριστοῦ ἠγωνίσω, ἐν ἀσθενεῖ τοῦ θήλεος φύσει, ἐπαξίως τὶς διηγήσεται; ἢ τὶς ἐξειπεῖν κατισχύσει τῶν ἀρετῶν σου τὰ προτερήματα, καὶ τῶν σῶν θαυμάτων τὰ πλήθη, Εὐφημία πανεύφημε; τό τε στερρὸν τῶν ὀρθῶν δογμάτων, καὶ ὀρθοδοξίας τὸ μόνιμον, διὸ καὶ ὑπὸ τῶν θείων Πατέρων, τὸν τῆς πίστεως Ὅρον, ὡς ζηλωτὴς ταύτης πεπίστευσαι, ὃν καὶ φυλάττεις διὰ παντὸς ἀπαράτρεπτον, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μαρτυρικὴν πανήγυριν, ἐπὶ γῆς τελουμένην κατοπτεύοντες σήμερον, εὐφρανθῶμεν τῶ πνεύματι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, συνεκάλεσε γὰρ ἡμᾶς Εὐφημία ἡ σεπτή, διὰ τοῦ Ἱεροῦ καὶ καλοῦ τῆς ἐκκλησίας ποιμένος, καὶ προθεῖσα ἡμῖν ἑαυτήν, συγχωρεῖ ἑκάστω τὸν ἁγιασμὸν ἀπαρύσασθαι, Προσέλθωμεν δὴ ἐν πίστει, καὶ ἀδιστάκτω διανοία, μηδὲν ὑφορώμενοι, ἵνα ἐκ τῆς ἁγίας σοροῦ ἀπαντλήσωμεν, ἀφθόνως τῶν νοσημάτων τὴν ἴασιν, αἰτούμενοι συγχώρησιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.
Σήμερον τοῦ ἐπουρανίου Βασιλέως ἡ ἀμίαντος νύμφη, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν, Εὐφημία ἡ πάνσεπτος, Δεῦτε οὖν φιλέορτοι πάντες, μυστικῶς εὐφρανθῶμεν, ἐν τῇ πανσέπτω αὐτῆς καὶ λαμπρὰ πανδαισία, καθαρθέντες τῶ νοϊ, ἐν φαιδραῖς ταὶς στολαὶς κατηγλαϊσμένοι τοῦ θείου Πνεύματος, αὕτη γὰρ ὡς ἁγνὴ περιστερά, τῶ τῆς παρθενίας κάλλει, τῶ Υἱῶ νυμφευθεῖσα, ὁλικῶς τὴν ἁγίαν Τριάδα ἐν ἑαυτῇ εἰσωκίσατο, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὸν ἕνα Θεόν, ὅν καὶ ποθοῦσα καὶ ζητοῦσα ἐνήθλησε, διὸ καὶ συμβασιλεύει αὐτῷ εἰς τοὺς αἰῶνας, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι.

ΤΗΝ ΣΟΡΟΝ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΣΟΥ, ΚΑΘΟΡΩΝΤΕΣ ΠΑΝΕΥΦΗΜΕ...
Τὴν σορὸν τῶν λειψάνων σου, καθορῶντες Πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἑλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταὶς ἀκτίσι τοῦ Πνεύματος, μεσιτείαις σου, Ἱεραῖς Εὐφημία, διὰ τοῦτο, μετὰ πόθου, εὐφημοῦμεν, τὴν Ἱεράν σου πανήγυριν.
Καὶ πυρὶ προσωμίλησας, καὶ θηρίοις ἐκδέδοσαι, καὶ ἐν λάκκῳ βέβλησαι καλλιπάρθενε, καὶ τοὶς τροχοὶς ἐπιτέθεισαι, ἐξ ὧν σὲ ἐρρύσατο, ὁ τῶν ὅλων ποιητής, καταισχύνας τὸν ταύτά σοί, μηχανώμενον, καὶ δοξάσας σε Μάρτυς Εὐφημία, τὴν κηρύξασαν τὸν ἕνα, Χριστὸν ἐν δύο ταῖς φύσεσιν.
Εὐτυχῆ καὶ Διόσκορον, καὶ τοὺς τούτοις ὁμόφρονας, ἀκεφάλους ἅμα τε καὶ παράφρονας, τοὺς ἀνιάτως νοσήσαντας, εἰς τὸ τέλος κατήσχυνεν, Εὐφημία ἡ σεπτή, καὶ Χριστὸν ἀνεκήρυξε, ταὶς θελήσεσιν, ἐνεργείαις τε ἅμα διπλοῦν ὄντα, καθ' ὑπόστασιν δὲ ἕνα, ὡς οἱ Πατέρες ἐτράνωσαν.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταὶς ἀρεταὶς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίω τῆς ἁγνείας, καὶ τῶ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα, Εἰς ὀσμὴν μύρου σου ἕδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσης μὲ νυμφίε ἐπουράνιε, Αὐτῆς ταὶς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ...
Ὧ τοῦ παραδόξου θαύματος! ἡ τοῦ Κυρίου ἀμνάς, τὴν αὐτοῦ ἐθελούσιον, μιμουμένη νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφω, αἵματος πρόσχυσιν, ἀναπηγάζει σθένει τοῦ Πνεύματος, ὁ ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον, τῶ τοῦ παντός, αἴνεσιν προσάγομεν, Θεῷ ἑκάστοτε.
Μάρτυς ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμᾷς, Δανιὴλ ὡς τὸ πρότερον, καὶ πυρὸς ἐν χάριτι, εὐχερῶς κατετόλμησας, καὶ πᾶσαν ἄλλην, βάσανον στέρξασα, ἐδέξω στέφος, νίκης ἀμάραντον, καὶ ἀνελήλυθας, πρὸς τὸν σοὶ ποθούμενον, περιχαρῶς, ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.
Θείων Πατέρων συνάθροισμα, πίστεως Ὅρον τὴ σή, κορυφὴ ἐπιτίθεται, ὄνπερ Παναοίδιμε, ἠγκαλίσω φυλάττουσα, τὴν θείαν πίστιν ἀπαρασάλευτον, ἐκτρεπομένη, ἅπασαν αἵρεσιν, καὶ καταισχύνουσα, τοὺς τοῦ ψεύδους ἔνδοξε, προασπιστάς, ὅθεν σὲ γεραίρομεν, καὶ μακαρίζομεν.

ΑΓΙΑΣ ΕΥΦΗΜΙΑΣ
ΤΗ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.
Τὴ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.
Στίχοι
· Δίκαζε μάρτυς τοὶς ὅροις, καὶ κειμένη,
· Κυροῦσα πίστιν, ἢς ἐνήθλησας πόθω.
· θέσκελον ἑνδεκάτη Ὅρον ἐμπεδοῖ Εὐφημίη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου.
Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρα, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρα, ὁ δὲ τοξευθεὶς τελειοῦνται.
Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς Ὁρίοις τῆς τοῦ Βατοπεδίου Ἱερὰς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται.
Ὢν ταὶς πρεσβείαις εἴημεν ἅπαντες περιφρουρούμενοι. Ἀμήν.

Παρασκευή 10 Ιουλίου 2009
ΥΠΕΡ ΤΗΣ ΚΟΙΝΗΣ, ΣΩΤΗΡΙΑΣ ΠΡΕΣΒΕΥΣΑΤΕ, ΠΑΝΑΟΙΔΙΜΟΙ ΜΑΡΤΥΡΕΣ...
Ὑπὲρ τῆς κοινῆς, σωτηρίας πρεσβεύσατε, παναοίδιμοι Μάρτυρες, Χριστῷ παριστάμενοι, δι' ὃν καὶ τοὺς ἀγῶνας ὑπεμείνατε.
Ῥώμη κραταιά, τὸ τῆς πλάνης ὀχύρωμα, καθελόντες ἀήττητοι, οἰκίαν οὐράνιον, κατοικεῖν σὺν Ἀγγέλοις ἠξιώθητε.
Ὡς ἀειφανείς, δεδειγμένοι φωστῆρες ἡμῖν, οἱ καλλίνικοι Μάρτυρες, ἀπαύστως αὐγάζουσι, φωτοβόλοις λάμψεσι τὰς ψυχὰς ἡμῶν.
Νόμοις καὶ θεσμοίς, μαρτυρίου νικήσαντες, τὸν ἀλάστορα τύραννον, στεφάνους ἐδέξασθε, τοὺς τῆς δικαιοσύνης Πανσεβάσμιοι.

ΤΩΝ ΧΕΡΟΥΒΙΜ ΥΠΕΡΤΕΡΑ, ΑΝΕΔΕΙΧΘΗΣ ΘΕΟΤΟΚΕ ΑΓΝΗ...
Τῶν Χερουβὶμ ὕπερτέρα, ἀνεδείχθης Θεοτόκε ἁγνή, ἐν τῇ γαστρί σου τὸν τούτοις ἐποχούμενον βαστάσασα, ὃν σὺν Ἀσωμάτοις, βροτοὶ δοξολογοῦμεν, εἰς πάντας τούς αἰῶνας.
ΜΕΤΑ ΜΑΡΤΥΡΩΝ ΓΕΝΕΣΘΩ, ΤΑ ΑΙΤΗΜΑΤΑ ΗΜΩΝ ΤΩΝ ΠΙΣΤΩΝ...
Μετὰ Μαρτύρων γενέσθω, τὰ αἰτήματα ἡμῶν τῶν πιστῶν, καὶ τῆς αὐτῶν κληρουχίας, κοινωνοὶ ἀξιωθείημεν, τὸν Χριστὸν ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Ἀγαλλιάσει καρδίας, ὁ χορὸς τῶν καρτερῶν ἀθλητῶν, παρὰ Χριστοῦ τοὺς στεφάνους, εὐπρεπῶς ἀπολαμβάνουσι, καὶ φαιδρὼς ἀνυμνοῦσι, καὶ ὑπερυψοῦσιν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ῥείθροις ἰδίων αἱμάτων, φοινιχθέντες Ἀξιάγαστοι, ἐν οὐρανοῖς τῶ Χριστῷ συμβασιλεύετε, εὐσεβῶς ὑμνοῦντες, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.
Τοὺς καρτεροὺς στρατιώτας, τοὺς λαμπτήρας τοῦ ἀσβέστου πυρός, τοὺς κοινωνοὺς τῶν φωτίδων (ἴσως φωστήρων), τοὺς ἀστέρας ἀεὶ λάμποντας, εὐσεβῶς ὑμνοῦμεν, Χριστὸν ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΧΡΙΣΤΕ, ΟΙ ΑΘΛΟΦΟΡΟΙ ΕΜΕΛΩΔΟΥΝ...
Ἐν τῇ καμίνω Χριστέ, οἱ Ἀθλοφόροι ἐμελώδουν, Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Λελαμπρυσμένοι φωτί, τῶ τῆς Τριάδος Ἀθλοφόροι, μέτ' εὐφροσύνης ὑμῶν, τὰς ψυχὰς παρεδώκατε.
Παρεστηκότες Θεῷ, στεφανηφόροι Ἀθλοφόροι, ὑπὲρ ὑμῶν ἐκτενῶς, ἀεὶ πρεσβεύετε.
Ὡς ἀληθείας πυρσοί, ὡς εὐσεβείας ὄντες πύργοι, περιφανεῖς, Ἀθληταί, πιστοὶς ἐδείχθητε.

ΛΟΓΙΟΙΣ ΤΕΘΡΑΜΜΕΝΟΙ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΟΥ ΑΓΙΟΥ....
Λογίοις τεθραμμένοι τοῦ Πνεύματος τοῦ Ἁγίου, εἰδώλων οἱ Μάρτυρες, τὴν ἀλογίαν κατήργησαν.
Ἀστέρες φαεσφόροι γεγόνατε Ἀθλοφόροι, καὶ ἄνθη τῆς πίστεως, τὴν εὐωδίαν ἐκπέμποντα.
Γεώργιον πεφήνατε Ἅγιοι τοῦ Ὑψίστου, δρεπάναις τεμνόμενον, τοῦ Μαρτυρίου πανεύφημοι.

ΣΥΝΕΧΟΜΑΙ ΠΑΝΤΟΘΕΝ ΔΕΙΝΟΙΣ, ΚΑΙ ΠΟΥ ΦΥΓΩ ΔΕΣΠΟΙΝΑ
Συνέχομαι πάντοθεν δεινοῖς, καὶ ποῦ φύγω Δέσποινα, ὁ δυστυχὴς καὶ πανάθλιος; εἰμὴ πρὸς σὲ ἁγνή, καταφεύγω μόνην, τὴν ἐμὴν βοήθειαν, ἐλπὶς ἀπηλπισμένων Θεόνυμφε, καὶ μὴ παρίδης με, τὸν ἀνάξιον οἰκέτην σου, θλιβομένων, ἑτοίμη βοήθεια.
ΠΑΝΕΥΦΗΜΟΙ ΜΑΡΤΥΡΕΣ ΥΜΕΙΣ, ΛΙΘΟΙΣ ΣΥΝΤΡΙΒΟΜΕΝΟΙ
Πανεύφημοι Μάρτυρες ὑμεῖς, λίθοις συντριβόμενοι, Χριστὸν τὴν πέτραν τὴν ἄρρηκτον, οὐκ ἐξηρνήσασθε, ἀλλὰ νικηφόροι, χάριτι γενόμενοι, Ἀγγέλων τοὶς χοροίς συναγάλλεσθε, μεθ' ὧν πρεσβεύσατε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καλλίνικοι μάρτυρες φρουραῖς, ἅμα συγκλειόμενοι, ὡς ἐντολῶν θείων φύλακες, καὶ ἐκτηκόμενοι, δίψει οὐρανόθεν, δρόσον ἐκομίσασθε, ὑμᾶς πνευματικῶς ἀναψύχουσαν, διὸ πρεσβεύσατε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Ἀήττητοι Μάρτυρες ζωήν, ἀληθῆ ποθήσαντες, καὶ εἰς ἀεὶ διαμένουσαν, θάνατον ἄδικον, παρανόμω ψήφω, χαίροντες ὑπέστητε, καὶ νὺν μετὰ Μαρτύρων εὐφραίνεσθε, μεθ' ὧν πρεσβεύσατε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΠΕΝΤΕ ΜΑΡΤΥΡΩΝ
ΤΗ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας.
Τὴ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων.
Στίχοι
· Παρεμβολὴ τὶς εὑρέθη Θεῷ νέα,
· Τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον.
· Κτεῖνεν ἐρισθενέας δεκάτη πὺρ Νικοπολίτας.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων μυρίων Πατέρων, οὓς διὰ πυρὸς θανάτω βιαίω παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον.
Τὴ αὐτὴ ἡμέρα, ἡ σύναξις τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου ἐν τοῖς Βεάτου (ἐν ἄλλ Βιάτου ἢ Βιώτου).

Πέμπτη 9 Ιουλίου 2009
ΣΑΡΚΟΥΜΕΝΟΝ ΤΟΝ ΛΟΓΟΝ, ΟΥΣΙΑΙΣ ΕΝ ΔΥΣΙ....
Σαρκούμενον τὸν Λόγον, οὐσίαις ἐν δυσί, Κόρη καὶ θελήμασιν, ἐκύησας ἁγνή, τὸν τὰς εἰσόδους γνωρίσαντα παραδόξως, τῆς σωτηρίας, τοὶς τὴ πλάνη δουλωθείσιν, ἄχραντε Παρθένε πανύμνητε.
ΥΠΕΡΤΙΜΟΝ ΛΙΘΟΝ ΣΕ, Η ΕΚΚΛΗΣΙΑ, ΓΝΩΡΙΖΕΙ ΠΑΓΚΡΑΤΙΕ...
Ὑπέρτιμον λίθον σε, ἡ Ἐκκλησία, γνωρίζει Παγκράτιε, ἑδρασμῶ τῶν λόγων σου, στηριζομένη ἀεί, καὶ διὰ τούτό σου τιμᾷ, τὴν μνήμην σήμερον.
Μονάδα τρισάριθμον, ἐνιζομένην, ταυτότητι φύσεως, καταγγέλλων ἔσβεσας, τῆς ἀθεϊας ἀχλύν, καὶ φωτοβόλοις διδαχαίς, λαοὺς ἐφώτισας.
Νεώσας ἀρότρω σου, τῶν θείων λόγων, καρδίας Παγκράτιε, χερσωθείσας πρότερον, κακοπιστίας αὐχμῶ, γονίμους ἔδειξας σαφως, διὰ τῆς πίστεως.

ΠΑΝΤΩΝ, ΠΡΟΣΤΑΤΕΥΕΙΣ ΑΓΑΘΗ, ΤΩΝ ΚΑΤΑΦΕΥΓΟΝΤΩΝ...
Πάντων, προστατεύεις ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τὴ κραταιά σου χειρί, ἄλλην γὰρ οὐκ ἔχομεν, ἁμαρτωλοὶ πρὸς Θεόν, ἐν κινδύνοις καὶ θλίψεσιν, ἀεὶ μεσιτείαν, οἱ κατακαμπτόμενοι ὑπὸ πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ ὑψίστου, ὅθεν σοὶ προσπίπτομεν ῥύσαι, πάσης περιστάσεως τοὺς δούλους σου.
ΟΤΕ Η ΚΡΗΠΙΣ ΤΩΝ ΜΑΘΗΤΩΝ, ΠΕΡΙΕΡΧΟΜΕΝΗ ΤΟΝ ΚΟΣΜΟΝ, ΟΛΟΝ ΕΣΤΗΡΙΞΕ...
Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὐραμένη σὲ λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θεία δυναστεία τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοὶς ἀνθρώποις εὐδοκήσαντος.
Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τὴ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὄνπερ, γεωργῶ προσηγάγου, τῶ ἐπουρανίω πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε.
Δύσιν, φρυκτωρίαις νοηταίς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.

ΕΥΣΕΒΕΙΑΣ ΠΡΟΜΑΧΟΣ....
Εὐσεβείας πρόμαχος, τροποιοφόρος, Ἱερὲ Παγκράτιε, ἀναδειχθεὶς ἐν οὐρανοῖς, σὺν Ἀσωμάτοις παρίστασαι, νὺν τῶ Κυρίω, πρεσβεύων σωθῆναι ἡμᾶς.
ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΓΚΡΑΤΙΟΥ
ΤΗ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρσμενίας.
Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.
Στίχοι
· Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,
· Ἀθλήσεως ἥγειρεν οἶκον ἐκ λίθων.
· Παγκράτιος δ' ἐνάτη δώμ' ἕδρακε παγκρατέοντος.
Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρσμενίας.
Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας.
Στίχοι
· Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον,
· Ἀθλήσεως ἥγειρεν οἶκον ἐκ λίθων.
· Παγκράτιος δ' ἐνάτη δώμ' ἕδρακε παγκρατέοντος.
Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τετάρτη 8 Ιουλίου 2009
ΕΛΠΙΣ ΧΡΙΣΤΙΑΝΩΝ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ, ΟΝ ΕΤΕΚΕΣ ΘΕΟΝ...
Ἐλπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταὶς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοὶς πίστει καὶ πόθω, ἀεὶ σὲ δοξάζουσιν.
ΤΟΝ ΠΑΥΛΟΝ ΩΣ ΤΟ ΠΡΙΝ, Ο ΧΡΙΣΤΟΣ ΟΥΡΑΝΟΘΕΝ....
Τὸν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς οὐρανόθεν, Προκόπιε σοφέ, σὲ καλεῖ πρὸς τὴν πίστιν, τὸ κάλλος τὸ ἔνθεον, προειδῶς τῆς καρδίας σου, ὅθεν ἤθλησας, ἀνδρειοτάτως κηρύττων, τὰ παθήματα, καὶ τὴν αὐτοῦ πρὸς ἀνθρώπους, παμμάκαρ ἐπέλευσιν.
ΣΤΑΥΡΟΥ ΕΝ ΜΕΣΩ, ΠΑΡΑΔΟΞΩΣ ΧΡΙΣΤΟΣ ΣΟΙ ΟΠΤΑΝΕΤΑΙ...
Σταυροῦ ἐν μέσῳ, παραδόξως Χριστὸς σοὶ ὀπτάνεται, ἐκδιδάσκων ἐμφανῶς, τὴν πρὸς ἡμᾶς συγκατάβασιν, καὶ σὲ πρὸς τὴν ἄθλησιν, προσεκκαλούμενος.
Ναὸν καὶ στήλην, ἀνεγείρας σαυτὸν θείου Πνεύματος, ζήλου πνέων θεϊκοῦ, ναοὺς καὶ ἄψυχα ξόανα, δαιμόνων κατέαξας, Μάρτυς Προκόπιε.
Συναπεβάλου, δερματίνους χιτῶνας τῶ, ξέεσθαι, ἀφθαρσιας δὲ στολήν, περιεβάλου Προκόπιε, καὶ τὸν πολυμήχανον, Μάρτυς ἐγύμνωσας.

ΤΟΝ ΦΥΣΕΙ, ΔΗΜΙΟΥΡΓΟΝ ΕΚΥΗΣΑΣ....
Τὸν φύσει, Δημιοῦργον ἐκύησας, ἡμᾶς θεώσαντα, τὴ ὑπὲρ νοῦν ἑνώσει ἀληθῶς, Θεοτόκε πανύμνητε, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνούντάς σε.
ΠΛΟΥΣΙΑΙΣ, ΜΑΡΜΑΡΥΓΑΙΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ....
Πλουσίαις, μαρμαρυγαὶς τοῦ Πνεύματος, περιχεόμενος, τοὺς τὴν φωσφόρον ταύτην καὶ σεπτήν, ἑορτήν σου γεραίροντας, παθῶν ἀχλύος λύτρωσαι, καὶ πειρασμῶν Μάρτυς Προκόπιε.
Ἡ κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ Προκόπιε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς ἐσαγήνευσε, παθῶν οἰκείων Μάρτυρα, παναληθῆ σὲ ἐργαζόμενος.
Στρατείας, τῆς ἐπικήρου πάνσοφε, τὴν αἰωνίζουσαν, ὡς νουνεχὴς ἡλλάξω καὶ θνητοῦ, βασιλέως ἀθάνατον, καὶ βασιλείαν ἄφθορον, σοὶ παρεχόμενον Προκόπιε.

Ο ΜΑΡΤΥΣ ΣΟΥ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΟΥ ΤΟ ΣΤΕΦΟΣ...
Ὁ μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, Αὐτοῦ ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΤΙ ΤΟ ΟΡΩΜΕΝΟΝ ΘΕΑΜΑ...
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοὶς ἐμοὶς ὀφθαλμοίς, καθορᾶται ὧ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλω ἀνήρτησαι, καὶ θανατοῦσαι ὁ πᾶσι νέμων ζωήν, Ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
ΧΑΙΡΕ ΠΥΡΙΜΟΡΦΟΝ ΟΧΗΜΑ, ΧΑΙΡΕ ΑΥΓΗ...
Χαῖρε πυρίμορφον ὄχημα, χαῖρε αὐγὴ μυστική, ἡ τῶ κόσμω εἰσάξασα τὸν λαμπρὸν καὶ ἄδυτον, καὶ ἀνέσπερον ἥλιον, χαῖρε κογχύλη, πορφύραν βάψασα, ἐκ τῶν αἱμάτων, τῶ βασιλεῖ τοῦ παντός, Χαῖρε πανάχραντε, χαῖρε φυλακτήριον, πάντων πιστῶν τῶν προσκαλουμένων σε, ἐν πεποιθήσει ψυχῆς.
ΕΞΕΛΑΜΨΕ ΣΗΜΕΡΟΝ, Η ΕΝΔΟΞΟΣ ΜΝΗΜΗ ΣΟΥ ΠΡΟΚΟΠΙΕ ΠΟΛΥΑΘΛΕ...
Ἐξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς τους φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Ὅθεν καὶ προστρέχοντες, ἐν τῇ σορῶ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν, καὶ τὸν σὲ στεφανώσαντα Σωτήρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.
ΑΣΤΡΟΝ ΑΝΑΤΕΤΑΛΚΑΣ, ΕΚ ΤΗΣ ΕΩΑΣ ΠΟΛΥΦΩΤΟΝ...
Ἄστρον, ἀνατέταλκας, ἐκ τῆς Ἑῴας πολύφωτον, καταυγάζων Προκόπιε, τοῦ κόσμου τὰ πέρατα, ταὶς θεοσημίαις, καὶ τὴ Καρτερία, τῶν ἀλγεινῶν ὡς ἀληθῶς, καὶ ταίς τῶν ἄθλων μεγίσταις λάμψεσι, διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, ἀθλοφόρε Προκόπιε.
Σωμά σου Προκόπιε, καταξεόμενον ἔνδοξε, καὶ πυρὶ δαπανώμενον, εἱρκταὶς συγκλειόμενον, ὁμιλοῦν παντοίαις, ἰδέαις βασάνων, ξίφει τεμνόμενον σοφέ, τὴν βασιλείαν σοὶ προεξένησε, παμμάκαρ τὴν οὐ ῥάνιον, ἐν ἢ χορεύεις γηθόμενος, ἀθλοφόρε πολύαθλε, τῶν Ἀγγέλων συμμέτοχε.
Δῆμον προσενήνοχας τῶ Ποιητὴ διὰ πίστεως, Ἱερῶς ἐναθλήσαντα, θεόφρον Προκόπιε, μεθ' ὧν τῶν Μαρτύρων, χοροὶς ἠριθμήθης, καταβαλῶν τὸν δυσμενῆ, ἀνδρειοφρόνως ἀξιοθαύμαστε, διὸ σὲ μακαρίζομεν, ὡς στρατιώτην ἀήττητον, ὡς γενναῖον ἀδάμαντα, ὡς τῆς πίστεως πρόμαχον.

ΑΦΩΡΙΣΜΕΝΟΣ ΥΠΑΡΧΩΝ, ΑΠΟ ΚΟΙΛΙΑΣ ΜΗΤΡΟΣ, ΥΠΟ ΘΕΟΥ ΠΑΝΣΟΦΩΣ...
Ἀφωρισμένος ὑπάρχων, ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλήσιν, ἔσχες κατὰ Παῦλον, ὅθεν μαθῶν, τὰ ἑκούσια πάθη Χριστοῦ, κῆρυξ αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε.
Τὴ μυστικὴ παντευχία, καθωπλισμένος σοφέ, νικοποιῶ τροπαίω, τοῦ Χριστοῦ τῶ σημείω, Προκόπιε θεόφρον, θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελῶν, μέχρις αἵματος ἐνήθλησας.
Ὡς τὸ στρατόπεδον πάλαι, σὺν ταὶς πισταὶς γυναιξί, τῶ οὐρανίω Μάρτυς, Βασιλεῖ καὶ Δεσπότη, προσήγαγες Κυρίω, οὕτω καὶ νύν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταὶς σαὶς πρεσβείαις προσάγαγε τῶ Χριστῷ, ὧ Μαρτυρων ἐγκαλλώπισμα.

ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΠΡΟΚΟΠΙΟΥ
ΤΗ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Προκοπίου.
Τὴ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Στίχοι
· Ἔοικε Προκόπιος, αὐχένα κλίνων,
· Λέγειν, Κοπείτω, τὴ πλάνη γὰρ οὐ θύω.
· Ὀγδοάτη Προκοπίου ἀρηϊθόου κράτα κέρσαν.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Θεοδοσία ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.
Αἱ ἅγιαι δώδεκα γυναῖκες αἱ Σύγκλητικαί ξίφει τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Προκοπίου.
Τὴ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Στίχοι
· Ἔοικε Προκόπιος, αὐχένα κλίνων,
· Λέγειν, Κοπείτω, τὴ πλάνη γὰρ οὐ θύω.
· Ὀγδοάτη Προκοπίου ἀρηϊθόου κράτα κέρσαν.
Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Θεοδοσία ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.
Αἱ ἅγιαι δώδεκα γυναῖκες αἱ Σύγκλητικαί ξίφει τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τρίτη 7 Ιουλίου 2009
ΘΕΟΦΕΓΓΗ ΣΕ ΦΩΣΤΗΡΑ, ΠΑΤΕΡ ΕΠΕΓΝΩΜΕΝ...
Θεοφεγγὴ σὲ φωστήρα, Πάτερ ἐπέγνωμεν, ταὶς νοηταὶς ἀκτίσι, καταυγάζοντα κόσμον, καὶ σκότος ἐκμειοῦντα τῆς πονηρᾶς, τῶν δαιμόνων συγχυσεως, τὴν φωτοφόρον σου μνήμην, ὅθεν πιστῶς, ἑορτάζομεν μακάριε.
Περιφανὴς ἐν τῷ βίω, πάλαι γενόμενος, πλούτω καὶ δυνασπεία, μοναζόντων τὸ σχῆμα, ὁσίως ἠμφιάσω, Πάτερ θωμά, τὴν πτωχείαν μιμούμενος, τοῦ δι' ἡμᾶς σαρκωθέντος, ὅθεν πολλοίς, σὲ χαρίσμασιν ἐπλούτισε.
Στύλω πυρὸς ὁρατῶς σε, Θεὸς ὡδήγησε, πρὸς σωτηρίαν Πάτερ, πρὸς γαλήνης λιμένα, πρὸς ὅρμον ἀπαθείας, ὕδωρ τὴ σή, προσευχὴ δὲ ἀνέιβλυσε, καὶ ἀβλεπτοῦσι τὸ βλέπειν, καὶ τοὶς χωλοίς, εὐδρομίαν ἐδωρήσατο.

ΜΑΡΤΥΣ ΑΘΛΗΦΟΡΕ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΕΣΤΗΣ ΠΡΟ ΒΗΜΑΤΩΝ ΑΝΔΡΕΙΩΣ...
Μάρτυς, ἀθληφόρε τοῦ Χριστοῦ, ἔστης πρὸ βημάτων ἀνδρείως, Χριστὸν κηρύττουσα, σταύρωσιν ἑκούσιον καταδεξάμενον, καὶ δεσμοὶς ὁμιλήσασα, καὶ πάσαις αἰκίαις, χαίρουσα ἀνέδραμες πρὸς τὰ οὐράνια, δήμοις ἀπ' αἰῶνος Μαρτύρων, συναριθμηθεῖσα καὶ δόξης, διαιωνιζούσης ἀπολαύουσα.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, Κυριακὴ ἀληθῶς, κάλλει διαλάμπουσα, ἐνθέων πράξεων, καὶ τῆς θείας ἀθλήσεως, φαιδραῖς ἀγλαϊαις, ὅθεν τὸν οὐράνιον θάλαμον ὤκησας, ἔνθα, ὡς Παρθένος καὶ Μάρτυς, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σου μνημόνευε.
Ῥίζης, εὐκλεοῦς Κυριακή, κλάδος ὡραιότατος ὤφθης, καρπὸν σωτήριον, φέρων τῆς ἀθλήσεως, τὰ κατορθώματα, καὶ μαραίνων ἐν χάριτι, φυτὰ ἀσεβείας, ὅθεν τὴν πανίερον, μνήμην σου σέβομεν, πόθω καὶ λειψάνων τὴν θήκην, νὺν περιπτυσσόμεθα χάριν, ἐξ αὐτῆς ἰάσεων λαμβάνοντες.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος, καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταὶς ἀρεταὶς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίω τῆς ἁγνείας, καὶ τῶ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτόν, ἐν ἀγαλλιάσει τὴν λαμπάδα κατέχουσα, Εἰς ὀσμὴν μύρου σου ἕδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσης μὲ νυμφίε ἐπουράνιε, Αὐτῆς ταὶς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.

ΚΑΛΛΙΕΡΓΗΜΑ ΩΦΘΗΣ ΚΑΙ ΘΥΜΑ ΑΓΙΟΝ....
Καλλιέργημα ὤφθης καὶ θῦμα ἅγιον, προσενεγκοῦσα τῶ Πλάστη τὴν καθαράν σου ψυχήν, ἐν ἐδόξασε Χριστός, ὧ καρτερόψυχε, Ὅθεν καὶ βρύει διὰ σοῦ, τοὶς τιμώσί σε πιστοίς, τὰς χάριτας ὑπὲρ ψάμμον, Κυριακὴ ἀθλοφόρε, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
ΧΑΡΜΟΝΙΚΩΣ, ΕΠΙ ΤΗ ΜΝΗΜΗ ΧΟΡΕΥΣΩΜΕΝ, ΤΗΣ ΑΘΛΗΦΟΡΟΥ ΜΑΡΤΥΡΟΣ
Χαρμονικῶς, ἐπὶ τὴ μνήμη χορεύσωμεν, τῆς ἀθληφόρου Μάρτυρος, καὶ ἐκβοήσωμεν, Ταὶς αὐτῆς ἱκεσίαις, Χριστὲ Σωτὴρ οἰκτίρμον, σῶζε τὸν κόσμον σου.
Αἴγλη τὴ σή, φωτιζομένη ἡ ἔνδοξος, Κυριακὴ φιλάνθρωπε, σκότος διέφυγε, πολυθέου ἀπάτης, καὶ πάσιν ἰαμάτων, φέγγος ἀπήστραψεν.
Ἴνα Χριστῷ, τῷ ἀθανάτω νυμφίω σου, εὐαρεστήσης θάνατον, καὶ πὺρ καὶ βάσανα, εἰς οὐδὲν ἑλογίσω, διὸ τῆς ἀθανάτου, δόξης ἠξίωσαι.

Ο ΛΟΓΟΣ ΤΟΥ ΘΕΟΥ ΑΓΝΗΝ ΣΕ ΑΦΘΟΡΟΝ....
Ὁ λόγος τοῦ Θεοῦ ἁγνὴν σὲ ἄφθορον, ὡραίαν τῶ κάλλει Μάρτυς δειχθεῖσαν, ἑαυτῶ νύμφην προσήκατο, ἐρασθείς σου δι' ἄκραν ἀγαθότητα.
Τὰ κάλλη τὰ ἐκτὸς καταμαράνασα, τὴν ἔνδον ὑπέδειξας εὐμορφίαν, τῶ γινώσκοντι τὰ κρύφια, διὰ τούτό σε Μάρτυς ἐμνηστεύσατο.
Ὡς κλάδος ἱερὸς ὡραία τεθηλας, ἐκ ῥίζης ἁγίας Παρθενομάρτυς, καὶ καρποὺς ὡραίους ἤνεγκας, τὴν τρυφὴν τὴν ἀγήρω προξενούντάς σοί.

ΑΓΝΕΙΑΣ ΣΤΙΛΠΝΟΤΗΤΙ, ΚΡΙΝΟΝ ΩΣ ΕΥΟΣΜΟΝ, ....
Ἁγνείας στιλπνότητι, κρίνον ὡς εὔοσμον, κοιλάσιν ἐξήνθησας, Κυριακὴ τῶ Χριστῷ, μαρτύρων πανεύφημε, Λάμψεσιν ἐφωτίσθης, ἐπιγνώσεως θείας, πλάνης δυσωδεστάτης, ἀπελαύνουσα βλάβην, διὸ καὶ ἑορτάζομεν, Μάρτυς τὴν μνήμην σου.
ΝΥΜΦΗΝ ΧΡΙΣΤΟΥ ΠΑΡΘΕΝΙΚΑΙΣ, ΚΑΛΛΟΝΑΙΣ ΚΥΡΙΑΚΗ ΠΕΠΟΙΚΙΛΜΕΝΗ
Νύμφη Χριστοῦ παρθενικαίς, καλλοναὶς Κυριακὴ πεποικιλμένη, ἐγνωρίσθης, διὸ σε, ἐπουρανίων αὐτός, θαλάμων ἀξίως ἠξίωσεν, ἀνυμνολογοῦσαν, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὡς Δανιὴλ μέσον θηρῶν, ἐνεβλήθης τὸν Χριστὸν δοξολογοῦσα, καὶ τὴν τούτων Παρθένε, θηριωδίαν σαφῶς, τῶ θείω μετέβαλες Πνεύματι, ὅθεν σὲ τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Σὲ ὡς ἀμνάδα πρὸς σφαγήν, διὰ πόθον τοῦ ἀμνοῦ Θεοῦ καὶ Λόγου, ἀγομένην οἰκτίρας, ὡς συμπαθὴς φωτεινούς, ἐκπέμπει Ἀγγέλους τοῦ σώματος, λύοντάς σε Μάρτυς, πρὸ τῆς τομῆς τοῦ ξίφους.

ΠΝΕΥΜΑΤΙ ΠΑΤΕΡ ΠΤΩΧΕΥΣΑΣ, ΟΥΡΑΝΩΝ ΒΑΣΙΛΕΙΑΝ
Πνεύματι Πάτερ πτωχεύσας, οὐρανῶν βασιλείαν, ἀπείληφας σὺν πάσιν ἐκλεκτοίς, δόξης ἀρρήτου πληρούμενος, καὶ τῶν πόνων ἀξίως, δεχόμενος θωμὰ τὰς ἀμοιβάς, διὰ τούτό σε πίστει, καὶ πόθω μακαρίζομεν.
Ἡ τῶν λειψάνων σου θήκη, τοὶς πιστῶς προσιοῦσι, πηγάζει ἰαμάτων ποταμούς, πάθη ψυχῶν κατακλύζοντας, καὶ σωμάτων ὀδύνας, ἐξαίροντας μακάριε θωμά, πρεσβευτὰ τῶν ἐν πίστει, ἀεὶ μακαριζόντων σε.
Συναγελάζων Ὁσίων, φανοτάταις ἀγέλαις, καὶ φέγγει ἀνεσπέρω νοητῶς, Πάτερ θωμὰ αὐγαζόμενος, τοὺς τὴν θείαν σου μνήμην, τελοῦντας φωταγώγησον πιστῶς, καὶ τυχεῖν σωτηρίας, πρεσβείαις σου ἀξίωσον.

ΤΗΝ ΚΑΘΑΡΑΝ ΣΟΥ ΨΥΧΗΝ. ΝΑΟΝ ΘΕΟΥ ΠΑΝΑΛΗΘΗ.... ΚΥΡΙΑΚΗ....
Τὴν καθαράν σου ψυχήν, ναὸν Θεοῦ παναληθῆ δείξασα, Κυριακή, ναοὺς τῶν εἰδώλων ἠδάφισας, Χριστόν, ἐπικαλουμένη, τὸν σὲ δυναμώσαντα.
Ὕψωσας χείρας καὶ νοῦν, πρὸς τὸν Χριστὸν Κυριακὴ ἔνδοξε, καὶ φοβερῶ, σεισμῶ τοὺς ἀθέους κατέπληξας εἰς γήν, κατανενευκότας, καὶ βλέπειν μὴ σθένοντας.
Σὲ ὁ τῶν ὅλων Θεός, θαρσοποιεῖ ζώση φωνὴ ἄνωθεν, τοὺς αἰκισμούς, φέρειν τῶν ἀνόμων, γενναίω λογισμῶ, ὅπως ἀναδήση, τῆς νίκης τὸν στέφανον.

ΕΓΚΡΑΤΕΙΑΣ ΕΝΕΠΡΗΣΑΣ, ΘΕΙΩ ΠΥΡΙ....
Ἐγκρατείας ἐνέπρησας, θείω πυρί, ἀκάνθας ἁμαρτίας, καὶ θαυμάτων φέγγος, Πάτερ ἀπήστραψας.
Τῆς ψυχῆς σου τὰ ὄμματα, τῆς τῶν παθῶν, ἰλύος ἐκκαθάρας, ἀβλεπτούσας κόρας, Μάκαρ διήνοιξας.
Σεαυτὸν ἡλλοτρίωσας, τῶν κοσμικῶν, θορύβων θεοφόρε, καὶ ὑπερκοσμίου γαλήνης ἔτυχες.

ΤΥΦΛΟΙΣ ΤΟ ΟΡΑΝ, ΚΑΙ ΧΩΛΟΙΣ ΠΑΤΕΡ ΘΩΜΑ
Τυφλοὶς τὸ ὁρᾶν, καὶ χωλοὶς Πάτερ θωμὰ τὴν εὐδρομίαν, ἐνοχλουμένοις ἀπολύτρωσιν, καὶ ἀσθενοῦσι τὴν ἴασιν, ἐπιχορηγῶν τὴ δυνάμει τοῦ Χριστοῦ ἀνεκραύγαζες, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡσύχως τὴν σήν, διετέλεσας ζωὴν Πάτερ παμμάκαρ, ἀκτημοσύνη λαμπρυνόμενος, καὶ ἐγκρατεία κοσμούμενος, μέλπων κατανύξει καρδίας, τῶ Δεσπότη πανόλβιε, Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΩ ΚΥΡΙΩ ΟΣΙΕ....
Τῶ Κυρίω Ὅσιε, εὐαρεστήσας, διὰ θείων πράξεων, καὶ πολιτείας καθαράς, τῆς κληρουχίας ἠξίωσαι, τῶν Ἀσωμάτων, θωμὰ παμμακάριστε.
ΕΠΙ ΒΗΜΑΤΟΣ ΙΣΤΑΣΟ, ΚΥΡΙΑΚΗ....
Ἐπὶ βήματος ἵστασο, Κυριακή, ἀδίκως κρινομένη, καὶ κριτὴ δικαίω ἐνατενίζουσα.
Μέλη σώματος ἔδωκας, εἰς αἰκισμούς, καὶ αἵματος Παρθένε, ταὶς ὀαὶς ἀσάρκους ἐχθροὺς ἐβύθισας.
Ἀταπείνωτος ἔμεινας, Κυριακή, βασάνοις ὁμιλοῦσα, καὶ τὴν ἐπηρμένην ὀφρὺν κατέβαλες.

ΥΠΕΡΕΒΗΣ ΤΟΥΣ ΟΡΟΥΣ ΤΗΣ ΦΥΣΕΩΣ, ΕΝ ΤΗ ΥΠΕΡ ΦΥΣΙΝ
Ὑπερέβης τοὺς ὅρους τῆς φύσεως, ἐν τῇ ὑπὲρ φύσιν ἀθλήσει, Πανεύφημε, καὶ τὸν τὴν Εὔαν τρώσαντα, τοὶς μεγίστοις σου πόνοις κατέτρωσας.
Σταλαγμοὶς τῶν αἱμάτων σου Πάνσεμνε, τῆς πολυθεϊας βυθὸν ἀπεξήρανας, καὶ ἰαμάτων πέλαγος, τοὶς πιστῶς προσιοῦσιν ἀνέβλυσας.
Ἐπὶ βήματος θῆρες ἠδέσθησαν, σὲ τὴν ἀδιάφθορον ἀμνάδα ἔνδοξε, Κυριακὴ καὶ σέβας σοί, ὡς Χριστὸν σεβομένη ἀπένειμαν.

ΙΣΧΥΡΟΤΑΤΗ ΠΑΡΘΕΝΕ, ΠΡΟΣ ΘΕΟΝ ΠΕΠΟΙΘΗΣΕΙ, ΘΗΡΙΩΝ ΤΑΣ ΟΡΜΑΣ....
Ἰσχυροτάτη Παρθένε, πρὸς Θεὸν πεποιθήσει, θηρίων τὰς ὁρμᾷς καὶ τοῦ πυρός, καὶ τῶν βασάνων τοῦ σώματος, τὸ ἐπίπονον Μάρτυς, ἐξέκλινας γενναίω λογισμῶ, διὰ τούτό σε πίστει, καὶ πόθω μακαρίζομεν.
Ὡραιοτάτω νυμφίω, ὡραιότατον κάλλος, της σῆς διευτρεπίζουσα ψυχῆς, τὴν παρθενίαν ἀκήρατον, διετήρησας Μάρτυς, καὶ τούτω τῶν μελῶν τοὺς αἰκισμούς, ὥσπερ προῖκα προσήξας, Κυριακὴ πανεύφημε.
Σοῦ τὸ πολύαθλον σῶμα, ἐπὶ γῆς τεθαμμένον, ἰάσεων πηγάζει ποταμούς, τοὶς εὐσεβῶς προσπελάζουσι, καὶ παθῶν ἀπελαύνει, τὸν ῥύπον καὶ βυθίζει πονηράς, τῶν δαιμόνων ἐφόδους, Κυριακὴ Θεόνυμφε.
Ἡ παναγία σου μνήμη, ὥσπερ ἥλιος Μάρτυς, ἀνέτειλεν ἡμῖν Κυριακή, νέφη παθῶν ἀπελαύνουσα, καὶ φωτίζουσα πάντας, τοὺς πίστει ἀληθεῖ περιχαρῶς, σὲ τιμῶντας Παρθένε, καὶ πόθω μακαρίζοντας.

ΕΝ ΕΡΗΜΩ ΑΝΥΔΡΩ ΚΑΤΩΚΗΣΑΣ...
Ἐν ἐρήμῳ ἀνύδρω κατώκησας, καὶ τῶν προσευχῶν ἑπομβρία σου Ὅσιε, ὕδωρ ἐν ταύτῃ πλούσιον, τὸν Δεσπότην πηγᾶσαι ἠξίωσας.
Ἀβραὰμ ὥσπερ πάλαι ὁ δίκαιος, τῆς ἐνεγκαμένης σαυτὸν ἀπεμάκρυνας, καὶ τῶ Θεῷ προσήγγισας, καὶ εἰς γὴν τῶν πραέων ἐσκήνωσας.
Μοναστὴς ἀληθὴς ἐχρημάτισας, καὶ μετὰ ταφὴν ἰαμάτων χαρίσματα, Πάτερ θωμὰ τοὶς χρήζουσιν, ἀναβλύζεις δυνάμει τοῦ Πνεύματος.

Η ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ, ΗΜΑΣ ΣΥΝΕΚΑΛΕΣΑΤΟ
Ἡ Μάρτυς Χριστοῦ, ἡμᾶς συνεκαλέσατο, τοὺς ἄθλους αὐτῆς, τοὺς θείους καὶ παλαίσματα, ἐγκωμίοις ἆσαι νύν, φερωνύμως αὕτη γὰρ πέφηνεν, ὡς ἀνδρεία τῶ φρονήματι, κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
ΤΑΙΣ ΣΑΙΣ ΕΠΙΚΑΜΦΕΙΣ ΘΕΟΣ ΔΕΗΣΕΣΙ....
Ταὶς σαὶς ἐπικαμφεὶς Θεὸς δεήσεσι, χειρὶ σὲ Προφήτου δεσμῶν ἀφῆκε, καὶ πορεύεσθαι εὐώδωσε, πρὸς ἐπίπονον σκάμμα τῆς ἀσκήσεως.
Ὀστύλω Ἰσραὴλ ποτὲ τὴν ἔρημον, Παμμάκαρ διέρχεσθαι εὐδοκήσας, διὰ στύλου σὲ πυρὸς ὡδήγει, προειδως τῆς ψυχῆς σου τὴν εὐγένειαν.

Ο ΝΟΥΣ ΣΟΥ ΦΩΤΙ, ΑΓΑΠΗΣΕΩΣ ΘΕΟΥ ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΣ...
Ὁ νούς σου φωτί, ἀγαπήσεως Θεοῦ λελαμπρυσμένος, μέσον καμίνου ἱσταμένης σου, φλογιζομένης οὐδόλως δέ, ἄτρεπτος παρθένε ἐδείχθη, μελωδούσης τῶ Κτίστη σου, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Φλογίζει τοὺς τρεῖς, νεανίας οὐδαμῶς τὸ πρὶν ἡ κάμινος, οὐδὲ τὴν Μάρτυρα, εὐχομένη γάρ, μέσον ἀκλόνητος ἵστασο, δρόσον θεϊκὴν δεχομένη, καὶ ἐν αἰνέσει κραυγάζουσα, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥομφαία τῆς σῆς, παρρησίας τὸν ἐχθρόν της ἀληθείας, Παρθενομάρτυς ἐθανάτωσας, κληρονομῆσαι ποθήσασα, τὴν διαιωνίζουσαν δόξαν, Κυριακὴ καὶ κραυγάζουσα, Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΗΣ ΤΩΝ ΕΙΔΩΛΩΝ ΠΛΑΝΗΣ ΚΡΑΤΟΥΣΗΣ
Τῆς τῶν εἰδώλων πλάνης κρατούσης ἀνὰ πᾶσαν τὴν γήν, καὶ περιπολούσης, φιλόχριστοι, Μέδοντός τε δυσσεβοὺς καὶ ἀπανθρώπου ὄντος παρὰ πάντας ἀνθρώπους, προσεκυνεῖτο ἡ τῶν ἀθέων μιαρὰ καὶ δυσώνυμος αἵρεσις, τὴ τούτου γὰρ ἀθεωτάτη φωνὴ τὰ πλήθη ὑπήκουεν, ὡς τοὶς μὴ εἴκουσι τὴ αὐτοῦ ἀσεβεία θάνατον ἀπειλούσῃ σφοδρὸν τε καὶ δύσμορον, Ἀλλ' ἡ Μάρτυς Χριστοῦ, τὰς τῶν τυράννων ἀθέους προσταγάς τε καὶ ἀπειλὰς καταπτύσασα, καὶ Χριστὸν τὸν Θεὸν ἐν μέσῳ τοῦ σταδίου κηρυξασα, τόν ἐχθρὸν κατεπάτησεν, ὅθεν ὤφθη ἀληθῶς κυρία νοός τε, καὶ παθῶν ἀπρεπῶν.
ΧΕΙΡΑΓΩΓΟΥΝΤΑ ΣΕ, ΠΡΟΣ ΤΑΣ ΕΡΗΜΟΥΣ....
Χειραγωγούντά σε, πρὸς τὰς ἐρήμους εὐσεβῶς ἔσχηκας, τὸν Ἡλιοῦ Πάτερ τὸν θεσβίτην, φαινόμενον νυκτός, καὶ μυσταγωγοῦντα τὰ θείά τε Ὅσιε.
Ὡς ἄλλον Κάρμηλον, τὸ Μαλεοῦ Ὄρος σοφὲ ὤκησας, Ὀπτασιών, θείων ἀπολαύων, καὶ θαυματουργιῶν, χάριν παραδόξως, θωμὰ κομιζόμενος.

ΠΑΘΗ ΔΥΣΚΑΘΕΚΤΑ ΨΥΧΗΣ
Πάθη δυσκάθεκτα ψυχῆς, ἐγκρατείας χαλινῶ καθυποτάξας, τοὶς ἀϋλοις, Ἀγγέλοις, ἐξωμοιώθης βοῶν, Ὑμνεῖτε τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.
Τὸν τοῦ θεσβίτου Ἡλιοῦ, ἀνιχνεύων Ἱερὸν παμμάκαρ βίον, πρὸς τὸ ὄρος ἀνῆλθες, προσομιλεῖν τῶ Θεῷ, νηστεία τὸν νοῦν καθαιρόμενος, μέλπων, Εὐλογεῖτε, Χριστόν εἰς τοὺς αἰῶνας.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ
ΤΗ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ἁγίου θωμὰ τοῦ ἐν Μαλεῷ, καὶ τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
Τὴ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν θωμὰ τοῦ ἐν τῷ Μαλεῶ.
Στίχοι
· Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσής, Πάτερ,
· Ὡς ἀετὸς τὶς ἐξανέπτης πρὸς πόλον.
· Ἑβδομάτη θωμὰν θάνατος μέλας ἔμφρονα εἶλεν.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς.
Στίχοι
· Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει
· Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηϊου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ.
Οἱ ἅγιοι νεομάρτυρες Πολύκαρπος καὶ Εὐάγγελος ξίφει τελειοῦνται.
Ὁ ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται.

Δευτέρα 6 Ιουλίου 2009
ΔΙΗΝΕΚΕΣΙ ΧΡΩΜΕΝΟΣ, ΠΡΟΣΕΥΧΑΙΣ ΚΑΙ ΔΕΗΣΕΣΙ..
Διηνεκέσι χρώμενος, προσευχαὶς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς, τὴν τῶν παθῶν ἀπήλασας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθηρας, ὅθεν προοράν, προφητικῶς ἠξιώθης, τὰ μέλλοντα Σισώη, εὐσεβῶς ἀναμέλπων, Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας, ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μέτ' εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις, μεθ' ὧν νὺν ἀνάκράζεις, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταὶς πρὸς τὸ θεῖον Ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με, αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, καθαρῶς ἵνα ψάλλω, Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΤΟΥ ΚΗΤΟΥΣ ΤΟΥ ΝΟΗΤΟΥ....
Τοῦ κήτους τοῦ νοητοῦ, πανωλεθρίαν διέφυγες, ἐγκράτειαν προσευχήν, ἀγάπην ἀνόθευτον, κραταιὰν ταπείνωσιν, καὶ στοργὴν βεβαίαν, πρὸς Χριστὸν Πάτερ κτησάμενος.
Χριστός σου τὰ πρὸς αὐτόν, κατεύθυνε διαβήματα, ὁ δυνατὸς δυνατόν, σαφῶς ἀπειργάσατο, πατοῦντα ἐπ' ὄφεων, καὶ σκορπίων κάρας, θεοφόρε Παμμακάριστε.
Τὴ νεύσει τὴ πρὸς Θεόν, Θεὸς σαφῶς ἐχρημάτισας, τὴ πρὸς τὸ φῶς ὁλική, στοργὴ φῶς γεγένησαι, Ἄγγελος ἐπίγειος, θεοφόρε Πάτερ, ἐπουράνιός τε ἄνθρωπος.

ΕΠΟΜΒΡΙΑ ΤΗΣ ΧΑΡΙΤΟΣ, ΠΑΤΕΡ ΠΟΤΑΜΠΥΣ....
Ἑπομβρία τῆς χάριτος, Πάτερ ποταμπὺς θαυμάτων ἀνέβλυσας, μολυσμῶν ἀποκαθαίροντας, τοὺς ἐν πίστει μάκαρ σοὶ προστρέχοντας.
Ὀλυνύκτοις δεήσεσι, καὶ ταὶς πανημέροις Ὅσιε στάσεσι, τὴν ψυχὴν προκαθηράμενος, τῆς Τριάδος οἶκον ταύτην ἔδειξας.
Ἐν ἐρήμοις ἐμάκρυνας, Πάτερ φυγαδεύων καὶ προσδεχόμενος, σὲ τὸν σώζοντα μακάριε, ὀλιγοψυχίας καὶ κακώσεως.

ΣΑΡΚΟΣ ΤΑΣ ΗΔΟΝΑΣ, .... ΣΙΣΩΗ ΠΑΤΗΡ ΗΜΩΝ...
Σαρκὸς τὰς ἡδονάς, ἐγκρατείας τῶ τόνω, ἐνέκρωσας σοφέ, ἀρετῶν ἐμμελεία, διὸ ταὶς ἀναβάσεσιν, αὐξανόμενος ἄριστα, Πάτερ ἔφθασας, πρὸς τὴν οὐράνιον τρίβον, καὶ παρίστασαι, ἀεὶ Χριστῷ σὺν Ἀγγέλοις, Σισώη Πατὴρ ἡμῶν.
ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ ΚΑΙ ΕΝ ΣΩΜΑΤΙ ΑΓΓΕΛΟΣ...
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Σισώη, νηστεία, ἀγρυπνία, προσευχή, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοί, Δόξα τῶ δεδωκότι σοὶ ἰσχύν, δόξα τῶ σὲ στεφανώσαντι, δόξα τῶ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.
ΦΑΙΔΡΑ ΕΞΑΝΕΤΕΙΛΕ.... ΕΠ' ΑΥΤΗΝ ΤΗΝ ΑΚΡΩΡΕΙΑΝ
Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτίσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζουσα πιστῶν, τὰς διανοίας φέγγει θαυμάτων σου, Αὐτὴν οὖν ἑορτάζοντες, περιχαρῶς σὲ γεραίρομεν, καὶ πιστῶς μακαρίζομεν, μοναζόντων τὸ καύχημα.
Ἄγγελος ἐπίγειος, οἴά πὲρ ἄλλος ἐβίωσας, ἐγκρατεία τὸ σωμά σου, μαράνας πανόλβιε, καὶ ταὶς ἀγρυπνίαις, καὶ μνήμην θανάτου, διηνεκῶς ἐμμελετῶν, τὰ θεία Πάτερ ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετῶν τὸ ἀκρότατον, ὅθεν ὄντως κατήντησας, ἐπ' αὐτὴν τὴν ἀκρώρειαν.
Θαῦμα ὑπὲρ ἔννοιαν, ἐν τῇ κοιμήσει σου γέγονεν, ὁσιόφρον θεσπέσιε, ἡνίκα ὁ θίασος, τῶν ἁγίων Πάτερ, ἐπέστη ἀθρόον, ὥσπερ, γὰρ ἥλιος σοφέ, τὸ πρόσωπόν σου ἐξανατέταλκε, δηλοῦν τὴν ἀστραπόμορφον, τῆς σῆς ψυχῆς καθαρότητα, καὶ πιστούμενον ἅπαντας, οἵου τέλους τετύχηκας.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ
ΤΗ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΟΥΛΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ Μεγάλου.
Τὴ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠιμῶν Σισώη τοῦ μεγάλου.
Στίχοι
· Θεοῦ τεθνηκως πυξίω προσεγράφη,
· Θείου Σισώης Πνεύματος τὸ πυξίον.
· Βὴ δὲ Σισώης γῆθεν εἰς οὐρανὸν ἕκτη ἀμύμων.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἀθλήσεως τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου, καὶ Ῥήξου Βικαρίου καὶ ἄλλων πλείστων παθόντων ἐν Καμπανίᾳ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀστίου (ἢ Ἀστείου), Ἐπισκόπου Δυρραχίου.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ὀνησίμου, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀπολλωνίου, Ἀλεξανδρίωνος καὶ Ἐπιμάχου.
Οἱ ἅγιοι εἰκοσιτέσσαρες μάρτυρες, οἱ τὴ Λουκία καὶ τῶ Ῥήξω μαρτυρήσαντες, ξίφει τελειοῦνται.

Εγγραφή σε:
Σχόλια (Atom)