Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 26 Ιουλίου 2009

ΠΟΛΥΩΔΥΝΑ ΒΑΣΑΝΑ, ΥΠΟΣΤΗΝΑΙ ΠΑΝΕΝΔΟΞΕ....

Πολυώδυνα βάσανα, ὑποστῆναι Πανένδοξε, ἀνδρικῶ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας, τῶ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι, πρὸ ποδῶν σου γὰρ ἐρράγη, ὥσπερ στρουθίον παιζόμενος.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοί.
Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάκαυσιν, θεϊκὴ προνοία Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὔραν ἔνδροσον, οἵα πάλαι τοὶς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ' ὧν ἔκραζες, Σοῦ τὸ ἔλεος μέγα Πανοικτίρμον, ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος, σὺ γὰρ νυμφίον ποθήσασα, κατ' ἴχνος ἐβάδισας, νοητοῦ μύρου Σεμνή, Παρασκευὴ ἀοίδιμε, καὶ νὺν πρέσβευε, τὸν Σωτήρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοὶς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.
Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες, Χαίροις, Παρασκευὴ Ὁσία Καὶ θεοτίμητε, Χαίροις, ἡ τὸ μαρτύριΟν καλῶς ὑποδεξαμένη, Χαίροις τῶν μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ' ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.