Δεῦτε πάντες οἱ πιστοί, τὴν ἐτήσιον μνήμην, τῆς πανευφήμου Εὐφημίας, μέτ' ἐγκωμίων ὑμνήσωμεν, λέγοντες, χαίροις ἀθληφόρε καὶ Μάρτυς, ἡ τῶν τυράννων τὰ θράση καταργήσασα, καὶ τῶν κακοδόξων τὴν ἄνοιαν ἀπελάγξασα, Χαίροις, τῆς Χαλκηδόνος τὸ κάλλιστον.
Θρέμμα, καὶ τῶν ὀρθοδόξων τὸ ἄσειστον ἔρεισμα, Χαίροις, ἡ διὰ Χριστὸν τὸν νυμφίον σου, τὴν μὲν ἀκμὴν τοῦ σώματος ταὶς βασάνοις Καταναλώσασα, τὴν δὲ ψυχήν ταὶς ἀκτίσι τοῦ Πνεύματος ἐκλαμπρύνασα, Χαίροις, ἡ πρεσβεύουσα πάντοτε, ὑπὲρ τῶν πίστει καὶ πόθω τελούντων σου τὰ μνημόσυνα.
Ὧ τοῦ παραδόξου θαύματος! ὥσπερ ζώσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, ταὶς τιμίαις αὐτῆς χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερε, τὸν δὲ τῶν αἱρετικῶν τοίς ποσὶ κατεπάτησεν, ἐκφαυλίζουσα τοῦτον τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν κρατύνουσα τὸ ὀρθὸν καὶ ἀκίβδηλον, ἕνα μὲν καθ' ὑπόστασιν τὸν Χριστὸν κηρυττόντων, διπλοῦν δὲ κατὰ φύσιν καὶ θέλησιν, Ἧς ταίςπρεσβείαις, Χριστὲ ὁ Θεός, εἰρήνην ταὶς ἐκκλησίαις σου δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.
Τοὺς τῆς ἀθλήσεως Μάρτυς ἀγῶνας καὶ τῆς πίστεως, οὓς ὑπὲρ Χριστοῦ ἠγωνίσω, ἐν ἀσθενεῖ τοῦ θήλεος φύσει, ἐπαξίως τὶς διηγήσεται; ἢ τὶς ἐξειπεῖν κατισχύσει τῶν ἀρετῶν σου τὰ προτερήματα, καὶ τῶν σῶν θαυμάτων τὰ πλήθη, Εὐφημία πανεύφημε; τό τε στερρὸν τῶν ὀρθῶν δογμάτων, καὶ ὀρθοδοξίας τὸ μόνιμον, διὸ καὶ ὑπὸ τῶν θείων Πατέρων, τὸν τῆς πίστεως Ὅρον, ὡς ζηλωτὴς ταύτης πεπίστευσαι, ὃν καὶ φυλάττεις διὰ παντὸς ἀπαράτρεπτον, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μαρτυρικὴν πανήγυριν, ἐπὶ γῆς τελουμένην κατοπτεύοντες σήμερον, εὐφρανθῶμεν τῶ πνεύματι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, συνεκάλεσε γὰρ ἡμᾶς Εὐφημία ἡ σεπτή, διὰ τοῦ Ἱεροῦ καὶ καλοῦ τῆς ἐκκλησίας ποιμένος, καὶ προθεῖσα ἡμῖν ἑαυτήν, συγχωρεῖ ἑκάστω τὸν ἁγιασμὸν ἀπαρύσασθαι, Προσέλθωμεν δὴ ἐν πίστει, καὶ ἀδιστάκτω διανοία, μηδὲν ὑφορώμενοι, ἵνα ἐκ τῆς ἁγίας σοροῦ ἀπαντλήσωμεν, ἀφθόνως τῶν νοσημάτων τὴν ἴασιν, αἰτούμενοι συγχώρησιν παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.
Σήμερον τοῦ ἐπουρανίου Βασιλέως ἡ ἀμίαντος νύμφη, συγκαλεῖται ἡμᾶς πρὸς ἑστίασιν πνευματικήν, Εὐφημία ἡ πάνσεπτος, Δεῦτε οὖν φιλέορτοι πάντες, μυστικῶς εὐφρανθῶμεν, ἐν τῇ πανσέπτω αὐτῆς καὶ λαμπρὰ πανδαισία, καθαρθέντες τῶ νοϊ, ἐν φαιδραῖς ταὶς στολαὶς κατηγλαϊσμένοι τοῦ θείου Πνεύματος, αὕτη γὰρ ὡς ἁγνὴ περιστερά, τῶ τῆς παρθενίας κάλλει, τῶ Υἱῶ νυμφευθεῖσα, ὁλικῶς τὴν ἁγίαν Τριάδα ἐν ἑαυτῇ εἰσωκίσατο, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, τὸν ἕνα Θεόν, ὅν καὶ ποθοῦσα καὶ ζητοῦσα ἐνήθλησε, διὸ καὶ συμβασιλεύει αὐτῷ εἰς τοὺς αἰῶνας, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.