Τὴν σορὸν τῶν λειψάνων σου, καθορῶντες Πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἑλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταὶς ἀκτίσι τοῦ Πνεύματος, μεσιτείαις σου, Ἱεραῖς Εὐφημία, διὰ τοῦτο, μετὰ πόθου, εὐφημοῦμεν, τὴν Ἱεράν σου πανήγυριν.
Καὶ πυρὶ προσωμίλησας, καὶ θηρίοις ἐκδέδοσαι, καὶ ἐν λάκκῳ βέβλησαι καλλιπάρθενε, καὶ τοὶς τροχοὶς ἐπιτέθεισαι, ἐξ ὧν σὲ ἐρρύσατο, ὁ τῶν ὅλων ποιητής, καταισχύνας τὸν ταύτά σοί, μηχανώμενον, καὶ δοξάσας σε Μάρτυς Εὐφημία, τὴν κηρύξασαν τὸν ἕνα, Χριστὸν ἐν δύο ταῖς φύσεσιν.
Εὐτυχῆ καὶ Διόσκορον, καὶ τοὺς τούτοις ὁμόφρονας, ἀκεφάλους ἅμα τε καὶ παράφρονας, τοὺς ἀνιάτως νοσήσαντας, εἰς τὸ τέλος κατήσχυνεν, Εὐφημία ἡ σεπτή, καὶ Χριστὸν ἀνεκήρυξε, ταὶς θελήσεσιν, ἐνεργείαις τε ἅμα διπλοῦν ὄντα, καθ' ὑπόστασιν δὲ ἕνα, ὡς οἱ Πατέρες ἐτράνωσαν.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταὶς ἀρεταὶς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίω τῆς ἁγνείας, καὶ τῶ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα, Εἰς ὀσμὴν μύρου σου ἕδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσης μὲ νυμφίε ἐπουράνιε, Αὐτῆς ταὶς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.