Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 20 Ιουλίου 2009

ΔΑΥΙΤΙΚΩΣ ΣΗΜΕΡΟΝ ΠΙΣΤΟΙ...

Δαυϊτικῶς σήμερον πιστοί, τὸν Προφήτην Κυρίου ὕμνοις τιμήσωμεν, Ἠλίαν τὸν Θεσβίτην, καὶ ζηλωτὴν τὸν ὑπέρλαμπρον, οὗτος γὰρ ἐν τῇ γλώσση τὸν οὐρανὸν ὡς σίδηρον ἐχάλκευσε, καὶ τὴν γὴν τὴν ἔγκαρπον, ἄκαρπον ἐποίησεν, Ὧ τοῦ θαύματος! ὁ πήλινος ἄνθρωπος, οὐρανοὺς τοῦ δοῦναι ὑετὸν οὐκ εἴασεν, Ὧ τοῦ θαύματος! ὁ φθαρτός ἄνθρωπος, ἀφθαρσίαν ἐνδέδυται, καὶ οὐρανοὺς ἀνατρέχει ἐν πυρίνῳ ἅρματι, τὴ μηλωτὴ Ἐλισαίω διπλῆς τὴν χάριν χαριζόμενος, Βασιλεῖς ἐλέγχει, καὶ λαὸν ἀπειθῆ λιμῶ διαφθείρει, Τοὺς ἱερεῖς τῆς αἰσχύνης πάντας κατήσχυνε, καὶ τῆς χήρας τὸν υἱὸν λόγῳ ἀνέστησεν, Αὐτοῦ ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐν εἰρήνῃ διαφύλαξον τοὺς ὀρθοδόξους Βασιλεῖς ἡμῶν, καὶ τὰ τῆς νίκης τρόπαια κατὰ βαρβάρων αὐτοῖς δώρησαι.