Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 15 Ιουλίου 2009

ΙΑΜΑ ΦΕΡΕΙ Η ΣΟΡΟΣ, ΤΩΝ ΕΝΔΟΞΩΝ, ΑΘΛΟΦΟΡΩΝ....

Ἴαμα φέρει ἡ σορός, τῶν ἐνδόξων, Ἀθλοφόρων τὴ χάριτι, τοῦ θείου Πνεύματος, ἐπαρδομένη, δεῦτε ἀρύσασθε, καὶ ἁγιάσθητε ψυχάς, καὶ νόσων καθάρθητε, οἱ φιλομάρτυρες, τὸν δοτήρα τῶν καλῶν μεγαλύνοντες.

Ὡς ῥόδα ταὶς μαρτυρικαίς, ἐξηνθήσατε κοιλάσι Μακάριοι, ὡς κρίνα εὔοσμα, ὡς Παραδείσου θεία βλαστήματα, μυρεψικὴν ὡς ἀληθῶς, στάζοντα τερπνότητα, καὶ τῶν πιστῶν τὰς ψυχάς, εὐωδία μυστικὴ κατευφραίνοντα.

Στίγμασι τοὶς μαρτυρικοίς, ὡραιώθητε καλλίνικοι Μάρτυρες, καὶ τοὶς Ἀγγέλοις σαφῶς, ὅμοιωθέντες Θεῷ παρίστασθε, νίκης διάδημα Τερπνόν, λαμπρῶς περικείμενοι, καὶ τοὶς τιμῶσιν ὑμᾶς, ἱλασμὸν ἁμαρτιῶν ἐξαιτούμενοι.

Ἡ Μάρτυς οἴά πὲρ ἀμνάς, ὥσπερ ἄρνα τὸν υἱὸν αὐτῆς φέρουσα, λύκων ἀνάλωτος, μέσον διῆλθε, καὶ εἰς οὐράνιον, μάνδραν ἐσκήνωσεν ἀεί, Τούτων παρακλήσεσι, Κύριε σῶσον ἡμᾶς, τοὺς αὐτῶν τὴν ἱερὰν μνήμην σέβοντας.