«Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν».
Τὴν καθαράν σου ψυχήν, ὁ καθαρώτατος Θεὸς σκήνωμα, τῆς ἑαυτοῦ εὑράμενος δόξης, καθαίρει διὰ σοῦ, ψυχὰς ῥυπωθείσας, δεινοῖς παραπτώμασιν.
Οἱ τῶν Ἑλλήνων σoφοί, σοῦ ἡττηθέντες τοῖς σοφοῖς δόγμασιν, ὁμολογεῖν ἐπείσθησαν Μάκαρ, Χριστὸν δημιουργόν, Πατρὸς προανάρχου, σοφίαν καὶ δύναμιν.
Ὑποφωνῶν ἱερῶς, τὴν γενομένην τοῖς βροτοῖς ἔλλαμψιν, ἐκ τοῦ Πατρὸς τῶν φώτων Κοδρᾶτε, ἐφώτισας λαούς, σέβειν καὶ δοξάζειν, Τριάδα ἀχώριστον.