Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Στεφηφορῶν, τῷ Βασιλεῖ τῶν Δυνάμεων, παρεστηκὼς ἱκέτευε, καταλαμπρύνεσθαι, τοὺς τὴν μνήμην σου ταύτην, φαιδρῶς ἐπιτελοῦντας μάκαρ Ἀπόστολε.
Οἰκοδομῶν, τῷ θεμελίῳ τῆς πίστεως, τῶν εὐσεβῶν τὸ πλήρωμα, ὀχυρωτάταις σου, διδαχαῖς θεοφόρε, εἰδώλων τὴν ἀπάτην, πᾶσαν κατέστρεψας.
Ἱερουργῶν, τὸ ἱερὸν Εὐαγγέλιον, ἱερωτάτοις λόγοις σου, ψυχὰς τῷ Κτίστῃ σου, καθιέρωσας πίστει, ἀοίδιμε Κοδρᾶτε, σθένει τοῦ Πνεύματος.