Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 31 Δεκεμβρίου 2010

ΒΙΟΣ ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ

ΑΣΠΟΡΩΣ ΕΝ ΓΑΣΤΡΙ ΘΕΟΝ ΣΥΝΕΛΑΒΕΣ

Ἀσπόρως ἐν γαστρὶ Θεὸν συνέλαβες, καὶ τίκτεις ἀφράστως σεσαρκωμένον, εἰς ὃν βλέπειν οὐ τολμῶσιν Ἁγνή, οὐρανῶν αἱ Δυνάμεις Ἀειπάρθενε.

ΣΤΕΡΕΩΣΟΝ ΗΜΑΣ ΕΝ ΣΟΙ ΚΥΡΙΕ

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τάς καρδίας ἡμῶν τῶν ὑμνούντων σε».

Ὁ λόγος σαρκωθεὶς ὁ ὑπερούσιος, εἰς λῆξιν τοῦ Νόμου περιετμήθη, ἀπαρχὰς δὲ θείας χάριτος, καὶ ζωῆς ἀκηράτου ἡμῖν δέδωκε.

Τοῦ Νόμου πληρωτὴς ὡς οὐκ ἀντίθεος, ὑπάρχων Χριστὸς σεσαρκωμένος, ἀνεδείχθη καὶ ἠξίωσεν, ἑκών περιτμηθῆναι ὀκταήμερος.

ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ

ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ

ΑΓΙΟΥ ΒΑΣΙΛΕΙΟΥ

ΚΑΛΑΝΤΑ ΚΑΛΗ ΧΡΟΝΙΑ ΚΑΙ ΤΟΥ ΧΡΟΝΟΥ

ΕΠΕΣΚΕΨΑΤΟ ΗΜΑΣ, ΕΞ ΥΨΟΥΣ Ο ΣΩΤΗΡ....

Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος. Ἐκ γ'.

ΕΣΩΣΕΝ ΛΑΟΝ, ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΔΕΣΠΟΤΗΣ....

«Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης,
Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι.
Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν,
Πόλου τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν,
Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν».

Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον,
Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ,
Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν,
Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι,
Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν.

Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον,
Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις,
Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ,
Σὲ σπαργάνοις ἑλικτόν, ὃν γεγηθότες,
Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

ΜΗΤΡΑΝ ΑΦΛΕΚΤΩΣ ΕΙΚΟΝΙΖΟΥΣΙ

«Μήτραν ἀφλέκτως εἰκονίζουσι Κόρης,
Οἱ τῆς παλαιᾶς πυρπολούμενοι νέοι,
Ὑπερφυῶς κύουσαν, ἐσφραγισμένην.
Ἄμφω δὲ δρῶσα, θαυματουργίᾳ μιᾷ,
Λαοὺς πρὸς ὕμνον ἐξανίστησι χάρις».

Λύμην φυγοῦσα τοῦ θεοῦσθαι τῇ πλάνῃ,
Ἄληκτον ὑμνεῖ τὸν κενούμενον Λόγον.
Νεανικῶς ἅπασα σὺν τρόμῳ κτίσις,
Ἄδοξον εὖχος δειματουμένη φέρειν,
Ῥευστὴ γεγῶσα, κἂν σοφῶς ἐκαρτέρει.

Ἥκεις πλανῆτιν πρὸς νομὴν ἐπιστρέφων,
Τὴν ἀνθοποιὸν ἐξ ἐρημαίων λόφων,
Ἡ τῶν ἐθνῶν ἔγερσις, ἀνθρώπων φύσιν.
Ῥώμην βιαίαν τοῦ βροτοκτόνου σβέσαι,
Ἀνὴρ φανείς τε, καὶ Θεὸς προμηθείᾳ.

ΔΕΥΤΕ ΑΓΑΛΛΙΑΣΩΜΕΘΑ ΤΩ ΚΥΡΙΩ, ΤΟ ΠΑΡΟΝ ΜΥΣΤΗΡΙΟΝ ΕΚΔΙΗΓΟΥΜΕΝΟΙ, ΤΟ ΜΕΣΟΤΟΙΧΟΝ ΤΟΥ ΦΡΑΓΜΟΥ ΔΙΑΛΕΛΥΤΑΙ...

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

ΣΠΛΑΓΧΝΩΝ ΙΩΝΑΝ, ΕΜΒΡΥΟΝ ΑΠΗΜΕΣΕΝ ΕΝΑΛΙΟΣ

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσία τῆς κτίσεως.

ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ, ΤΗΝ ΤΙΜΙΩΤΕΡΑΝ, ΚΑΙ ΕΝΔΟΞΟΤΕΡΑΝ....

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα.
Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα.
Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα.
Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα.
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ, ΑΝΕΤΕΙΛΕ ΤΩ ΚΟΣΜΩ, ΤΟ ΦΩΣ ΤΟ ΤΗΣ ΓΝΩΣΕΩΣ

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΒΑΣΙΛΕΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ.....

Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός,ἐλέησον ἡμᾶς.

ΤΙ ΘΑΥΜΑΖΕΙΣ ΜΑΡΙΑΜ; ΤΙ ΕΚΘΑΜΒΕΙΣΑΙ ΤΩ ΕΝ ΣΟΙ....

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

ΔΕΥΤΕ ΙΔΩΜΕΝ ΠΙΣΤΟΙ, ΠΟΥ ΕΓΕΝΝΗΘΗ Ο ΧΡΙΣΤΟΣ, ΑΚΟΛΟΥΘΗΣΩΜΕΝ....

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ, ΤΟΝ ΥΠΕΡΟΥΣΙΟΝ ΤΙΚΤΕΙ, ΚΑΙ Η ΓΗ ΤΟ ΣΠΗΛΑΙΟΝ...

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

ΝΑΙΩΝ ΙΩΝΑΣ, ΕΝ ΜΥΧΟΙΣ ...

«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».

Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.

Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

ΜΕΓΑ ΚΑΙ ΠΑΡΑΔΟΞΟΝ ΘΑΥΜΑ, ΤΕΤΕΛΕΣΤΑΙ ΣΗΜΕΡΟΝ!

Μέγα καὶ παράδοξον θαῦμα, τετέλεσται σὴμερον! Παρθένος τίκτει καὶ μήτρα οὐ φθείρεται, ὁ Λόγος σαρκοῦται, καὶ τοῦ Πατρὸς οὐ κεχώρισται, Ἄγγελοι μετὰ Ποιμένων δοξάζουσι, καὶ ἡμεῖς σὺν αὐτοῖς ἐκβοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Σήμερον τίκτει ἡ Παρθένος, τὸν Ποιητὴν τοῦ παντός, Ἐδὲμ προσφέρει σπήλαιον, καὶ ἀστὴρ μηνύει Χριστόν, τὸν Ἥλιον τοῖς ἐν σκότει. Μετὰ δώρων Μάγοι προσεκύνησαν, πίστει φωτιζόμενοι, καὶ Ποιμένες εἶδον τὸ θαῦμα, Ἀγγέλων ἀνυμνούντων, καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐξ Ἀνατολῶν ἐλθόντες Μάγοι, προσεκύνησαν Θεὸν ἐνανθρωπήσαντα, καὶ τοὺς θησαυροὺς αὐτῶν προθύμως ἀνοίξαντες, δῶρα τίμια προσέφερον, δόκιμον χρυσόν, ὡς Βασιλεῖ τῶν αἰώνων, καὶ λίβανον, ὡς Θεῷ τῶν ὅλων, ὡς τριημέρῳ δὲ νεκρῷ, σμύρναν τῷ Ἀθανάτῳ. Πάντα τὰ ἔθνη, δεῦτε προσκυνήσωμεν, τῷ τεχθέντι σῶσαι τὰς ψυχὰς ἡμῶν.
Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων, καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

ΤΟΥ ΚΥΡΙΟΥ ΙΗΣΟΥ ΓΕΝΝΗΘΕΝΤΟΣ ΕΚ ΤΗΣ ΑΓΙΑΣ ΠΑΡΘΕΝΟΥ...

Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο·, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν

ΤΗΝ ΕΔΕΜ ΒΗΘΛΕΕΜ ΗΝΟΙΞΕ

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν, τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν, ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν, ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΕΛΑΝΗΣ ΤΗΣ ΡΩΜΑΙΑΣ...

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης της Ῥωμαίας.
Στίχοι
Οὐχ ὑλικὴ σε χεὶρ Μελάνη καὶ μέλαν,
Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει.
Πρώτη ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου.
Στίχοι
Πώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει,
ᾯ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ Γελάσιος, ἄχρι καὶ τέλους βίου,
Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται.
Στίχοι
Διπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν,
Χοροῦ γινώσκω διπλοπενταπαρθένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται.
Στίχοι
Ἀγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας,
Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πολλοὺς ἀνέτλη Γάϊος θεῖος πόνους,
Καὶ νῦν τὰ λαμπρὰ τῶν πόνων ἔχει γέρα.

Οἱ Ἅγιοι Μάρτυρες Βούσιρις, Γαυδέντιος καὶ Νέμη ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Πέμπτη 30 Δεκεμβρίου 2010

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ...

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».

Λίθοις οἱ προσάπτοντες σέβας, παρὰ τὸν Κτίσαντα ὁρᾶν σε, Ἔνδοξε μὴ φέροντες Θεῷ, ἀνακειμένην ξίφει συγκόπτουσι, διὰ θανάτου θείαν σοι, ἀθανασίαν μνηστευόμενοι.

Θεσσαλονικέων ἡ πόλις, σοῦ τοῖς σπαργάνοις καὶ τοῖς ἄθλοις, Μάρτυς ἐγκαυχᾶται Παρθένε, ἡ Ἐκκλησία τῶν πρωτοτόκων δέ, μετὰ δικαίων ἔχει σου, πνεῦμα τὸ θεῖον εὐφραινόμενον.

Λίβανον χρυσόν τε καὶ σμύρναν, ἐν Βηθλεὲμ τῷ γεννηθέντι, Μάγοι προσενήνοχαν πίστει, ἡ Ἀθλοφόρος δὲ τὴν δι' αἵματος τοῦ μαρτυρίου ἄθλησιν, ὑπὲρ ἡμῶν αὐτῷ πρεσβεύουσα.

ΤΙ ΘΑΥΜΑΖΕΙΣ ΜΑΡΙΑΜ; ΤΙ ΕΚΘΑΜΒΕΙ ΣΕ ΤΩ ΕΝ ΣΟΙ;

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖ σε τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν, ἄσπορον γονήν, τὶς ἑώρακεν, ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται· Χριστὸς ἐτέχθη, τὴν πρὶν κατάραν, τοῦ Ἀδὰμ θέλων λῦσαι.

Ω ΤΩΝ ΥΠΕΡ ΝΟΥΝ, ΚΑΙ ΜΕΓΑΛΩΝ ΜΥΣΤΗΡΙΩΝ...

Ὢ τῶν ὑπὲρ νοῦν, καὶ μεγάλων μυστηρίων! πῶς ὁ ἀναφής, ἐνειλούμενος σπαργάνοις, ἐν φάτνῃ τῶν ἀλόγων, ἀνεκλίθη ὡς νήπιον, πάντας ἀλογίας ἀπαλλάττων, καὶ πρός οὐρανοὺς ἡμᾶς ἀνάγων, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Τὸν Ἐμμανουήλ, ἐν Σπηλαίῳ γεννηθέντα, ἄνωθεν ἀστήρ, κατεμήνυσε τοῖς Μάγοις, δικαιοσύνης ὄντα, ἀπερίγραπτον Ἥλιον, καὶ περιγραφόμενον ἐν φάτνῃ, σάρκα ὑλικήν ἠμφιεσμένον, πρὸς ὃν κράζομεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Νῦν ἐπὶ τῆς γῆς, πεφανέρωται παιδίον, ὁ ἐκ τοῦ Πατρός, γεννηθεὶς πρὸ τῶν αἰώνων. Ἀγάλλου πᾶσα κτίσις, οὐρανοὶ εὐφραινέσθωσαν, βλέποντες τοὺς πρὶν ἀπατηθέντας, πάλιν τῷ Θεῷ οἰκειουμένους, αὐτῷ κράζοντας· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

Θέλων οὐρανούς, κλίνας Κύριε κατέβης, καὶ Παρθενικήν, μήτραν ᾤκησας ἀφράστως, καὶ βρέφος ἐγνωρίσθης, ἐν Σπηλαίῳ τικτόμενος, καὶ συνανεστράφης τοῖς ἀνθρώποις, ἀρίστην ὁδὸν ὑποδεικνύων, τοῖς σοὶ κράζουσιν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

ΜΑΓΟΙ ΑΝΑΤΕΛΟΥΝ ΒΑΣΙΛΕΙΣ

Μάγοι ἀνατολῶν Βασιλεῖς τῷ ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστῃ, καὶ Βασιλεῖ ἀληθεῖ, δῶρα προσκυνοῦντες προσεκόμισαν· πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο. Εἴπατε δὴ μοι, οἱ τὸ πῦρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες, πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν σπηλαίῳ, τικτόμενον, ἐν γῇ καὶ δι' οἶκτον, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος;
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Λόγοις ἀκολουθοῦντες ἡμεῖς, τοῦ Βαλαὰμ πρὸς τὴν ἁγνὴν ἀπεκρίθησαν, οἱ Μάγοι, παρετηροῦμεν, ἀνατολὴν καθαροῦ, καὶ λαμπροῦ Ἀστέρος, προσγενήσεσθαι, καὶ δὴ θεασάμενοι, ἀσυνήθη φαινόμενον, τοῦτον ἀρτίως, ὑπ' αὐτοῦ ὁδηγούμενοι, οὐκ ὠκνήσαμεν, τὴν πορείαν ποιήσασθαι. Τὶς οὖν ὁ ταῖς ἀγκάλαις σου, ὡς βρέφος κρατούμενος; πῶς μυστηρίῳ τοιούτῳ, καθυπουργῆσαι ἠξίωσαι, σεμνὴ Παναγία; δι' οὗ εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος.
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Λέξω πυνθανομένοις ὑμῖν, τὰ ὑπὲρ λόγον καὶ διάνοιαν ἅπασαν, ἡ Κόρη φησὶ τοῖς Μάγοις· βλέπω γὰρ νεύσει ὑμᾶς, ἀφικέσθαι ὧδε τοῦ παιδίου μου. Καινὰ καὶ παράδοξα, ὡς ὁρᾶτε τὰ πράγματα· ὁ γὰρ ἀχρόνως, τῷ Πατρὶ συννοούμενος, τὴν πτωχείαν μου, ἑκουσίως ἐφόρεσεν, ὅπως καταπλουτήσειε, τοὺς γνώμῃ πτωχεύσαντας, καὶ Παραδείσου τὴν θείαν, διαγωγὴν ἀπολέσαντας. Αὐτὸς ἐστιν οὗτος, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Βρέφος σωματωθὲν ἐξ αὐτῆς, τὸν προαιώνιον Θεὸν ἡ Πανάμωμος, ὁρῶσα χερσὶ κρατοῦσα, καταφιλοῦσα πυκνῶς, καὶ χαρᾶς πλησθεῖσα, προσεφθέγγετο αὐτῷ· Θεὲ ὕψιστε, Βασιλεῦ ἀθεώρητε, πῶς καθορῶ σε, καὶ νοεῖν τὸ μυστήριον, οὐ δεδύνημαι, τῆς ἀμέτρου πτωχείας σου; Σπήλαιον γὰρ σμικρότατον, καὶ τοῦτο ἀλλότριον, ἔνδον χωρεῖ σε τεχθέντα, καὶ Παρθενίαν μὴ λύσαντα, νηδὺν συντηροῦντα, ὡς πρὸ τόκου καὶ διδόντα, τὸ μέγα ἔλεος.
Φέρεις Ἀδαμιαίαν μορφήν, ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων προτέλειος, καὶ θέλεις χερσὶ κρατεῖσθαι, ὁ τῇ χειρὶ τοῦ παντός, περιδεδραγμένος δυναστείᾳ σου· Ἁγνὴ ἡ Πανάμωμος, προσεφθέγγετο χαίρουσα· πῶς σε σπαργάνοις, ἐνειλήσω ὡς νήπιον, πῶς θηλάσω σε, τὸν τὰ σύμπαντα τρέφοντα; πῶς μὴ τὴν ὑπὲρ ἔννοιαν, πτωχείαν θαυμάσω σου; πῶς σε Υἱόν μου καλέσω, δούλη σου νῦν χρηματίζουσα; ὑμνῶ εὐλογῶ σε, τὸν δωρούμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Ο ΩΝ ΣΥΝ ΤΩ ΓΕΝΝΗΤΟΡΙ, ΘΕΟΣ ΑΕΙ ΠΡΟΑΝΑΡΧΟΣ... ΣΕΙΡΑΣ ΜΟΥ ΠΤΑΙΣΜΑΤΩΝ...

Ὁ ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν ἁγίου, ἐν Βηθλεὲμ ἀπορρήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.

ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ ΟΙ ΟΥΡΑΝΟΙ, ΚΑΙ ΑΓΑΛΛΙΑΣΘΩ Η ΓΗ, ΣΗΜΕΡΟΝ ΓΑΡ ΑΛΗΘΩΣ, ΜΙΑ ΠΟΙΜΝΗ

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· σήμερον γὰρ ἀληθῶς, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Ὢ τοῦ θαύματος! ὁ ἀόρατος ὁρᾶται, ὁ ἀχώρητος χωρεῖται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, καὶ Παρθένος ἀπείρανδρος, Μήτηρ ὁρᾶται Θεοῦ, καὶ ἡ Μήτηρ μετὰ κύησιν, Παρθένος εὑρίσκεται, ὁ σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἐν φάτνῃ ἀνακέκλιται, καὶ Ποιμένες κήρυκες, κοινωνοὶ τοῦ μυστηρίου γίνονται, Μάγοι ἐξ ἀνατολῶν τὰ δῶρα προσεκόμιζον, ὑπὸ ἀστέρος ὁδηγούμενοι, καὶ τὸν τεχθέντα Σωτῆρα προσεκύνησαν. Μεθ' ὧν καὶ ἡμεῖς φιλέορτοι, τοὺς τῆς καρδίας θησαυροὺς προθύμως ἀνοίξαντες, προσάξωμεν αὐτῷ πράξεις ἀγαθάς, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὡς χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῶν Ἀσωμάτων τὴν φωνὴν βοῶντες αὐτῷ. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς, τὸ γένος ἡμῶν.

ΜΕΛΑΝΗ ΠΑΝΑΟΙΔΙΜΕ, ΜΟΝΑΖΟΥΣΩΝ ΤΟ ΚΑΥΧΗΜΑ....ΕΟΡΤΑΖΩ...

Μελάνη παναοίδιμε, Μοναζουσῶν τὸ καύχημα, παθῶν με τῇ ἀμαυρώσει, μελανωθέντα κατ' ἄμφω, λαμπρύνασα καθάρισον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, ὅπως φαιδρῶς γεραίρω σε, καὶ τὴν φωσφόρον σου μνήμην, λαμπροφανῶς ἑορτάζω.

Η ΘΗΚΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΣΟΥ, ΜΥΡΟΝ ΕΥΩΔΕΣ ΒΡΥΟΥΣΑ...

Ἡ θήκη τῶν λειψάνων σου, μύρον εὐῶδες βρύουσα, ἰᾶται πάθη ποικίλα, τὰ τῶν βροτῶν Ἀνυσία, Παρθενομαρτυς ἔνδοξε· διὸ πανηγυρίζομεν, τὴν φωτοφόρον μνήμην σου, ἐν ᾗ Χριστὸν ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

ΠΑΘΩΝ ΜΕ ΤΑΡΑΤΤΕΙ ΤΡΙΚΥΜΙΑ, ΒΥΘΟΣ ΜΕ ΧΕΙΜΑΖΕΙ ΑΠΟΓΝΩΣΕΩΣ...

Παθῶν με ταράττει τρικυμία, βυθὸς με χειμάζει ἀπογνώσεως, σῶσόν με Πανάμωμε, Μήτηρ καὶ σωθήσομαι· τὸν γὰρ Σωτῆρα Κύριον ἐκυοφόρησας, ἐν φάτνῃ, τὸν ὡς βρέφος τεχθέντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Η ΤΑΙΣ ΑΓΓΕΛΩΝ ΧΟΡΕΙΑΙΣ ΣΥΝΑΦΘΕΙΣΑ

Ἡ ταῖς Ἀγγέλων χορείαις συναφθεῖσα· ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι' ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴν ἄστατον, ἀποβαλέσθαι, τύρβην τοῦ βίου τὴν διαρρέουσαν· ὅθεν σὺν τούτῳ τὴν αἰώνιον, εὗρες ζωὴν καὶ ἀπόλαυσιν, δυσωποῦσα Μελάνη, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον τρυφὴν διέπτυσας, τῇ ἐγκρατείᾳ σχολάζουσα, καὶ ἀγρυπνίᾳ, καὶ χαμευνίᾳ, καὶ ταπεινότητι, τότε καθαρώτατον, σκεῦος γεγένησαι, Πνεύματος θείου χαρίσμασι, περιφανέσι, κεκοσμημένη πρὸ τούτου πάνσοφε· ὅθεν πρὸς ζῆλον, σοῦ τὸν ἔνθεον, ἐφειλκύσω λαοὺς καὶ προσήγαγες, τῷ Δεσπότῃ Μελάνη, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Ἡ καλλοναῖς ἀρετῶν ὡραϊσμένη, ὅτε τὸν σωτήριον λόγον ἐπλήρωσας, καὶ διανείμασα δέδωκας, τὰς μυριάδας, τοῦ σοῦ χρυσίου πτωχοῖς καὶ πένησι· τότε τὸν οὐράνιον ὄλβον ἀπείληφας, δικαιοσύνην πλουτήσασα, καὶ ἀφθαρσίαν, καὶ ἀπολύτρωσιν Πανσεβάσμιε· ὅθεν τιμῶμεν σοῦ τὴν κοίμησιν, καὶ ἐκτενῶς δυσωποῦμέν σε, ἱκετεῦσαι τὸν Κτίστην, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΦΘΟΡΟΝ ΑΓΝΗΝ

Ἄφθορον Ἁγνήν, ἑαυτὴν κατανοοῦσα, μετὰ τὴν φρικτήν, καὶ ἀνέκφραστον λοχείαν, ἐβόα ἡ Παρθένος, Ἀνερμήνευτε Κύριε, βρέφος σπαργανούμενον κρατῶ σε, καὶ δοξολογῶ μετὰ Ποιμένων, πιστῶς κράζουσα· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ, Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΔΙΕΣΩΣΑΤΟ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΝΑΟΝ ΤΗΝ ΚΑΡΔΙΑΝ ΚΑΙ ΤΟ ΣΩΜΑ, ΤΡΙΑΔΟΣ ΤΗΣ ΥΠΕΡΘΕΟΥ ΕΚΤΕΛΕΣΑΣ...

Ναὸν τὴν καρδίαν καὶ τὸ σῶμα, τριάδος τῆς ὑπερθέου ἐκτελέσας, θείους ἀνεδόμησας οἴκους Ἀξιάγαστε, ἐν οἷς Παρθένων τάγματα, καὶ Μοναζόντων χορούς, συνήθροισας ὑμνοῦντας συμφώνως, καὶ δοξολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

Φρονήσει, ἀνδρείᾳ, σωφροσύνῃ, καὶ θείᾳ δικαιοσύνῃ διαλάμπουσα ἔσχες ἀνυψοῦσάν σε, ὕψος πρὸς οὐράνιον, ὑψοποιὸν ταπείνωσιν, δι' ἧς κατέβαλες, Ὁσία τὸν μεγάλαυχον ὄφιν· ὅθεν σε τιμῶμεν, ὡς ὄντως νικηφόρον.

Ἐλέῳ τὸν ἔλεον ἐκτήσω· ἐσκόρπισας ἔδωκας τοῖς πένησιν· ἡ δικαιοσύνη σου, μένει αἰωνίζουσα, καὶ τὸ ἐκ ταύτης κέρδος σοι, μὴ παλαιούμενον, Μελάνη θεοφόρε Ὁσία, κλέος τῶν ἐν πίστει, ἀεὶ σε εὐφημούντων.

ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ, ΑΒΡΟΧΟΙΣ ΙΧΝΕΣΙΝ, Ο ΠΑΛΑΙΟΣ ΠΕΖΕΥΣΑΣ....

«Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας, Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο».

Ὑμνοῦντι τὴν φωτοφόρον μνήμην σου, φῶς μοι κατάπεμψον, ὡς τῷ Πατρὶ τῶν φώτων ἐν χαρᾷ, παρεστῶσα Πανεύφημε, τὴν τῶν παθῶν μου θύελλαν, σαῖς προσευχαῖς ἀποδιώκουσα.

Ἀσκήσει τὴν ψυχὴν νεώσασα, θεόφρον ἄρουραν, τοῦ μαρτυρίου στάχυν γεωργεῖς, γεωργῷ συντηρούμενον, τῷ τὴν ἰσχὺν σοι πνεύσαντι, Παρθενομάρτυς ἀξιάγαστε.

Χειρί σου πλουσιωτάτῃ νείμασα, πλοῦτον ἐπίκηρον, πλουτοποιὸν ἐκέρδησας ζωήν, μηδαμῶς διαρρέουσαν, καὶ θησαυρὸν ἀκήρατον, Μάρτυς καὶ δόξαν ἐπουράνιον.

Ὂ ΑΧΩΡΗΤΟΣ ΠΑΝΤΙ, ΠΩΣ ΕΧΩΡΗΘΗ ΕΝ ΓΑΣΤΡΙ; Ο ΕΝ ΚΟΛΠΟΙΣ ΤΟΥ ΠΑΤΡΟΣ

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γάρ ὤν, ἐσαρκώθη ἑκών, καὶ γέγονεν ὁ Ὤν, ὃ οὐκ ἦν δι' ἡμᾶς, καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

Ο ΔΙΑΔΩΣΑΣ ΕΝ ΠΥΡΙ, ΤΟΥΣ ΑΒΡΑΜΙΑΙΟΥΣ ΣΟΥ ΠΑΙΔΑΣ....

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ».

Σοῦ τὴν οἰκίαν τῆς ψυχῆς, Μάρτυς νοητῶς ἱδρυμένην, ὁμολογίᾳ τοῦ Χριστοῦ, τῶν βασάνων συρρεύσαντες χείμαρροι, οὐδαμῶς παρεσάλευσαν, ὁ Θεὸς ἀναβοώσης, εὐλογητός εἶ.

Δικαιοσύνης τὸν Χριστόν, Ἥλιον γινώσκουσα Μάρτυς, οὐ κατεδέξω δυσσεβῶς, ἐπιθῦσαι Ἡλίῳ κελεύοντος, τοῦ τυράννου ἀλλ' ἔμελπες· ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.

Σοῦ ἐξ αἱμάτων ἱερῶν, βάψασα σαυτοῦ ἁλουργίδα, νικητικῷ τὴν κεφαλὴν διαδήματι, Μάρτυς κατέστεψαι, καὶ Θεῷ νῦν παρίστασαι, Βασιλεῖ τῷ ἀθανάτῳ, εὐφραινομένη.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΝΥΣΙΑΣ...

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ.
Στίχοι
Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως,
Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν.
Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας.
Στίχοι
Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα,
Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου.
Στίχοι
Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ,
Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου
Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη 29 Δεκεμβρίου 2010

ΠΑΘΩΝ ΑΜΑΥΡΟΤΗΤΙ, ΜΕΛΑΝΩΘΕΝΤΑ...

Παθῶν ἀμαυρότητι, μελανωθέντα με πάντοθεν, λαμπρύνας καθάρισον, ταῖς φωτοβόλοις εὐχαῖς, τῆς Ὁσίας σου, φιλάνθρωπε Μελάνης, καὶ ταύτην γεραίροντι, λόγον μοι ἔμπνευσον.

Θερμῶς ἠκολούθησας, τῷ διὰ σὲ τὸν ἑκούσιον, Σταυρὸν ὑπομείναντι, ἐπ' ὤμων φέρουσα, Παμμακάριστε, προθύμως τὸν σταυρόν σου, καὶ τούτου ἐφύλαξας, τὰ δικαιώματα.

Γονέων προσπάθειαν, καὶ τῆς σαρκὸς ἡδυπάθειαν, τελείως ἐξέκλινας, μόνον ποθήσασα, τὸ ἐράσμιον, Χριστοῦ θεόφρον κάλλος, οὗ πάντα ἐφίεται, λόγου μετέχοντα.

Κλοιὸν ἀπορρίψασα, τῆς σαρκικῆς συμβιώσεως, τὸν σύζυγον ἔπεισας, σὺν σοὶ τὸν θεῖον ζυγόν, ἐπαυχένιον, καὶ φέρειν καὶ βαδίζειν, ὁδὸν τὴν εἰσάγουσαν, εἰς τὰς ἀΰλους μονάς.

ΤΟ ΤΗΣ ΣΑΡΚΟΣ ΣΚΙΡΤΗΜΑΤΑ ΘΕΟΦΟΡΕ, ΔΙ΄ ΕΓΚΡΑΤΕΙΑΣ

Τὰ τῆς σαρκὸς σκιρτήματα θεοφόρε, δι' ἐγκρατείας πάσης κατακοιμίσας, ἄγρυπνον ἐθέσπισας καὶ πάννυχον, ἐν τῇ Μονῇ σου Μάρκελλε, δοξολογίαν τελεῖσθαι, Χριστοῦ εἰς αἴνεσιν Πάτερ.

ΣΤΑΥΡΟΝ ΕΠ' ΩΜΩΝ ΑΡΑΣ ΜΑΚΑΡΙΕ

Σταυρὸν ἐπ' ὤμων ἄρας Μακάριε, τὸν τοῦ Χριστοῦ, καὶ πάθη τὰ αὐτοῦ ἐκμιμούμενος, ἐσταυρώθης τῷ κόσμῳ καὶ μέτοχος, δόξης τῆς ἀνεκφράστου, γέγονας Ὅσιε, ἐν ᾗ καὶ ἡμῶν σῶν ὑμνῳδῶν, μέμνησο πάντοτε.

Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς· ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΕΦΑΛΑΙΟΝ 10 ΣΤΙΧΟΙ 26-42
Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν. ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.  μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.  Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·  ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.  Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.  ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·  καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. ῾Ο φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος·  καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος.  ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.  ῾Ο δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.  ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.


ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΕΦΑΛΑΙΟΝ 10 ΣΤΙΧΟΙ 10-16
Εἰς ἣν δ᾿ ἂν πόλιν εἰσέρχησθε καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε· καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἀπὸ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἡμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. λέγω δὲ ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ. οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ. ῾Ο ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.

Ω ΤΗΣ ΗΡΩΔΟΥ ΠΟΡΩΣΕΩΣ! ΚΑΤΑ ΘΕΟΥ ΕΜΜΑΝΕΙΣ...

Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος.
Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ, ΔΡΟΣΟΝ ΕΠΗΓΑΣΑΣ, ΚΑΙ ΔΙΚΑΙΟΥ ΘΥΣΙΑΝ ΥΔΑΤΙ ΕΦΛΕΞΑΣ...

Ἐκ φλογὸς τοῖς Ὁσίοις, δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Φωτοφόρον ἡ κτίσις, στολὴν ἐνδέδυται, καὶ κατήφειαν πᾶσαν, ὅλως ἀπέθετο, τοῦ καινοποιοῦ καὶ Δεσπότου τεχθέντος ἐν γῇ· ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὡς χρυσίον καὶ σμύρναν, Χριστὲ καὶ λίβανον, τὰς ἡμῶν ἱκεσίας, δέξαι φιλάνθρωπε, καὶ ὡς τῶν Βρεφῶν τῶν ἁγίων τὰ αἵματα, πρόσδεξαι οἰκτίρμον, διδοὺς ἡμῖν ἐλέη.

Λελυμένα τοῦ βίου, καὶ τῆς παρούσης ζωῆς, δι' ἐνθέου θανάτου, βρέφη ἀνεύθυνα, πρὸς τὸν ἀθλοθέτην Θεὸν ἐχωρήσατε, τὸν τὴν αἰώνιον, ζωὴν ἡμῖν διδοῦντα.

Ο ΕΚ ΣΟΥ ΕΝ ΣΠΗΛΑΙΩ, ΤΕΧΘΕΙΣ ΠΑΝΑΧΡΑΝΤΕ...

Ὁ ἐκ σοῦ ἐν Σπηλαίῳ, τεχθεὶς Πανάχραντε, αἰωνίους ἀνθρώποις, σκηνὰς ηὐτρέπισε, τοῖς εἰλικρινῶς, Θεοτόκον ὑμνοῦσί σε, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

Ο ΕΚ ΣΟΥ ΕΝ ΣΠΗΛΑΙΩ, ΤΕΧΘΕΙΣ ΠΑΝΑΧΡΑΝΤΕ...

Ὁ ἐκ σοῦ ἐν Σπηλαίῳ, τεχθεὶς Πανάχραντε, αἰωνίους ἀνθρώποις, σκηνὰς ηὐτρέπισε, τοῖς εἰλικρινῶς, Θεοτόκον ὑμνοῦσί σε, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

ΕΝ ΒΗΘΛΕΕΜ ΣΥΝΕΔΡΑΜΟΝ

Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

ΕΠΙ ΤΗΣ ΓΗΣ ΕΙΡΗΝΗ ΚΑΙ ΕΝ ΑΝΘΡΩΠΟΙΣ,,,,

Ἐπὶ τῆς γῆς εἰρήνη καὶ ἐν ἀνθρώποις, Θεοκυῆτορ γέγονεν εὐδοκία. Ἄγγελοι χορεύοντες ἐκραύγαζον· Ἐν τοῖς ὑψίστοις δόξα σοι, τῷ γεννηθέντι ἀφράστως, ἐν Βηθλεέμ ἐκ Παρθένου.

Η ΒΗΘΛΕΕΜ ΜΗ ΣΤΥΓΝΑΖΕ, ΑΛΛ' ΕΥΘΥΜΕΙ

Ἡ Βηθλεὲμ μὴ στύγναζε, ἀλλ' εὐθύμει, τῶν ἱερῶν Νηπίων τῇ ἀναιρέσει· θύματα γὰρ τέλεια τῷ Δεσπότῃ, Χριστῷ προσανηνέχθησαν· ὑπὲρ αὐτοῦ γὰρ σφαγέντα, συμβασιλεύουσι τούτῳ.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ, ΑΓΓΕΛΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΠΑΙΣΙ, ΤΟΥΣ ΧΑΛΔΑΙΟΥΣ ΔΕ ΚΑΤΑΦΛΕΓΟΝ

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀπεμείωσε τὴν νύκτα ὁ τεχθεὶς σαρκί, Ἥλιος ἐκ Παρθένου Μητρός, καὶ ἐπηύξησε τὴν διττὴν ἡμέραν τοῖς πιστοῖς, βοῶσιν αὐτῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σαλευθεῖσαν ἀθεότητι τὴν ἅπασαν, κτίσιν ὁ ἐν Σπηλαίῳ τεχθείς, ἐπεστήριξεν ἐπιγνώσει πάλιν τῇ αὐτοῦ, ἀπαύστως κραυγάζουσαν αὐτῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τὰ ἀνεύθυνα μὲν βρέφη ἀπεθέρισεν, Ἡρῴδης μιαιφόνῳ χειρί, τῶν ἐλπίδων δέ, τῶν ματαίων ὅλως ἐκπεσών, τὴν ἔνδικον δίκην ἑαυτῷ, θεοκτονίαν μελετῶν ἐναπεγράψατο.

ΗΡΩΔΗΣ Ο ΠΑΡΑΝΟΜΟΣ, ΘΕΩΡΩΝ ΤΟΝ ΑΣΤΕΡΑ...

Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέτραν παρεκάλει. Δέξαι Μητέρα μετὰ τέκνου. Ὄρος ἐδέξατο τὸν Πρόδρομον· φάτνη ἐφύλαττε τὸν θησαυρόν, ὃν ἀστὴρ ἐμήνυσε· Μάγοι προσεκύνουν, Κύριε δόξα σοι.

ΕΝ ΠΥΡΙ ΜΕΝ ΤΗΣ ΑΣΚΗΣΕΩΣ ΚΑΤΕΦΛΕΞΑΣ

Ἐν πυρὶ μὲν τῆς ἀσκήσεως κατέφλεξας, Μάρκελλε τὰς τῆς σαρκὸς ἡδονάς, ἀπαθείας δὲ τῇ δρόσῳ ἤρδευσας ψυχάς, βοῶν τῷ Χριστῷ εἰλικρινῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΑΣΤΗΡ ΜΑΓΟΥΣ ΕΠΕΜΨΕ, ΠΡΟΣ ΤΟΝ ΤΕΧΘΕΝΤΑ, ΚΑΙ ΗΡΩΔΗΣ ΑΔΙΚΟΝ, ΣΤΡΑΤΟΝ ΑΠΕΣΤΕΙΛΕ ΚΕΝΩΣ

Ἀστὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

ΤΩΝ ΑΝΩ ΚΑΙ ΤΩΝ ΚΑΤΩ ΝΥΝ ΟΜΟΥ ΕΥΦΡΑΙΝΟΜΕΝΩΝ....

Τῶν ἄνω καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ, ΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ ΑΝΑΙΡΕΘΕΝΤΩΝ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ' καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Στίχοι
Διὰ ξίφους ἄωρα μητέρων Βρέφη,
Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.
Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων.

Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Στίχοι
Ἀϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον
Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,
Ὁμολογητὴς ἀναφανεὶς ὡς μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.

Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ᾀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.

Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τρίτη 28 Δεκεμβρίου 2010

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ...

«Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν».

Γνωστὸν ἐδείχθη Χριστὲ τὸ ἔλεος, τὸ ὑπὲρ νοῦν τῆς σῆς φιλανθρωπίας τοῖς Ἔθνεσιν· ἐν σαρκὶ γὰρ Δέσποτα ἐπτώχευσας, ἵνα πλούτου μετόχους, κρείττονος Κύριε, ποιήσῃς ἡμᾶς ὡς ἀγαθός, καὶ πολυέλεος.

Ὁ σὸς Παρθένε τόκος ὁ ἄρρητος, ξένην βροτοῖς καὶ θείαν παρασχὼν ἀναγέννησιν, καὶ τὴν κτίσιν πᾶσαν ἐκαινούργησε, καὶ τοὺς ἐν γῇ, Ἀγγέλοις ἥνωσεν ᾄδοντας, καὶ δοξολογοῦντάς σε ἀεὶ καὶ μεγαλύνοντας.

Ἰσχὺς Ἡρῴδου τοῦ πολεμήτορος, τῇ τῶν βρεφῶν μανέντος ἀναιρέσει ἠσθένησε· τὴν ἀήττητον γὰρ ταῦτα δύναμιν, ἐκ Θεοῦ ἐζωσμένα, χάριτι πίστεως, πρὸς τὸν ἀθλοθέτην καὶ Θεόν, φαιδρῶς ἀνέδραμε.

ΤΗΝ ΦΩΤΟΦΟΡΟΝ ΝΕΦΕΛΗΝ, ΕΝ Η Ο ΠΑΝΤΩΝ ΔΕΣΠΟΤΗΣ...

Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν».

Ὡς ἐθελόθυτοι ἄρνες, ὡλοκαυτώθητε ἅμα, καὶ ὡς θυσία καθαρά, τῷ τυθέντι Δεσπότῃ, ὑπὲρ ἡμῶν τῶν γηγενῶν, καλλίνικοι Μάρτυρες, προσήχθητε, καὶ στεφάνους τῆς νίκης, ἐπαξίως, ἐκομίσασθε ὁμοῦ.

Σὺν τοῖς Ἁγίοις Προφήταις, σὺν τοῖς σεπτοῖς Ἀποστόλοις, σὺν τοῖς χοροῖς τῶν ἐκλεκτῶν, καὶ ἁγίοις Ἀγγέλοις, πληθὺς Μαρτύρων εὐκλεῶν, Κυρίου δεήθητε, τοῦ σώζεσθαι, πειρασμῶν καὶ κινδύνων, τοὺς ἐν πίστει, μακαρίζοντας ὑμᾶς.

Ἡλιακῶν λαμπηδόνων, ἡ ἱερὰ ὑμῶν μνήμη, πλέον ἐκλάμπει Ἀθληταί, τῶν δαιμόνων τὸ σκότος, ἀποδιώκουσα ἀεί, καὶ πάντας φωτίζουσα, Πανεύφημοι, τοὺς ἐν πίστει καὶ πόθῳ, κατὰ χρέος, μακαρίζοντας ὑμᾶς.

ΤΟΝ ΤΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΕΝ ΚΑΜΙΝΩ ΔΙΑΣΩΣΑΝΤΑ ΠΑΙΔΑΣ, ΚΑΙ ΤΗΝ ΒΡΟΝΤΟΦΛΟΓΟΝ ΚΑΜΙΝΟΝ

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ διασώσαντα Παῖδας, καὶ τὴν βροντόφλογον κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ῥέουσιν ἐνθέου εὐωδίας, ἰαμάτων τὰ μύρα, Μαρτύρων τὰ λείψανα, καὶ παθῶν δυσωδίαν ξηραίνουσι, τῶν πίστει ἀνυμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὤφθητε ὡς ῥόδα Ἀθλοφόροι, ὡραιότατα μέσον, περιχεόμενοι τοῦ πυρός, καὶ προθύμως ἐκράζετε· Ὑμνεῖτε καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Νεανίσκοι ἅμα καὶ Παρθένοι, καὶ πρεσβῦται καὶ νέοι, Ἅγια Νήπια, γυναικῶν τε πληθὺς ἀναρίθμητος, τῆς ἄνω ἔτυχον χορείας, ὁμοῦ ἐνηθληκότες.

ΤΟΥΣ ΕΝ ΚΑΜΙΝΩ ΠΑΙΔΑΣ ΣΟΥ ΣΩΤΗΡ...

Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ παρηνώχλησε τὸ πῦρ· τότε οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ εὐλόγουν λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ἀποσκοποῦντες μόνα τὰ ἐκεῖ, Μακάριοι μένοντα, δυνάμει θεϊκῇ, ὥσπερ οἱ τρεῖς ἐν Βαβυλῶνι θεῖοι Παῖδες, τοῦ πυρὸς ἀνώτεροι, ὤφθητε θείῳ φωτὶ καταλαμπόμενοι.

Ῥῆμα Τυράννου ἄλογον Σοφοί, φαυλίσαντες, σὺν ἱερωτάταις γυναιξί, καὶ κομιδῇ ὡς ἀληθῶς, θείοις νηπίοις, προσφοραὶ ὁλόκληροι, τῷ Βασιλεῖ τοῦ παντὸς προσανηνέχθητε.

Τὸν φωτισμὸν τῆς γνώσεως Χριστοῦ, προσφέροντες ἔνδον ἐν ψυχῇ πανευλαβῶς, τὸ σκοτεινὸν τῆς ἀθεΐας νέφος ὄντως, Ἀθληταὶ διήλθετε, καὶ εἰς αἰώνιον φῶς μετεβιβάσθητε.

ΥΨΗΛΟΤΕΡΑ ΩΦΘΗΣ ΟΥΡΑΝΩΝ ΚΥΗΣΑΣΑ.... ΔΟΞΟΛΟΓΟΥΝΤΑΣ ΣΕ...

Ὑψηλοτέρα ὤφθης οὐρανῶν κυήσασα, πάντων τὸν Δεσπότην καὶ Θεόν, ὃν ἐκτενῶς, καθικετεύουσα μὴ παύσῃ, Παναγία ἄχραντε σῶσαι, τοὺς πίστει θερμῇ δοξολογοῦντάς σε.

ΤΗΝ ΦΩΤΟΦΟΡΟΝ ΝΕΦΕΛΗΝ....

Τὴν φωτοφόρον νεφέλην, ἐν ᾗ ὁ πάντων Δεσπότης, ὡς ὑετὸς ἐξ οὐρανοῦ, ἐπὶ πόκον κατῆλθε, καὶ ἐσαρκώθη δι' ἡμᾶς, γενόμενος ἄνθρωπος ὁ ἄναρχος, μεγαλύνομεν πάντες, ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν ἁγνήν

ΙΕΖΕΚΙΗΛ ΣΕ ΠΥΛΗΝ ΒΛΕΠΕΙ, ΚΕΚΛΕΙΣΜΕΝΗΝ ΠΑΡΘΕΝΕ, ΔΙ' ΗΣ ΔΙΩΔΕΥΣΕΝ, ΙΗΣΟΥΣ...

Ἰεζεκιὴλ σε πύλην βλέπει, κεκλεισμένην Παρθένε, δι' ἧς διώδευσεν, Ἰησοῦς, ὁ σκηνώσας ἐν μήτρᾳ σου, καὶ σάρκα ἐκ τῶν σῶν αἱμάτων, φορέσας ἀσυγχύτως.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΔΙΣΜΥΡΙΩΝ, ΤΩΝ ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ ΚΑΕΝΤΩΝ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.
Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.
Στίχοι
Ὡς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι,
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.

Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.
Στίχοι
Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.

Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.
Στίχοι
Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.

Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.
Στίχοι
Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.

Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.
Στίχοι
Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,
Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.

Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.
Στίχοι
ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.

Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.
Στίχοι
Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.

Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.
Στίχοι
Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ
Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.

Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.
Στίχοι
Ὁ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,
Ἔφη, Γλυκὺς μοι τῆς τελευτῆς ὁ τρόπος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.
Στίχοι
Ἕκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δευτέρα 27 Δεκεμβρίου 2010

ΣΤΕΦΑΝΕ ΕΝΔΟΞΕ, ΟΥΡΑΝΟΠΟΛΙΤΑ, ΧΡΙΣΤΟΥ ΘΕΡΑΠΟΝ ΜΑΚΑΡΙΕ....

Στέφανε ἔνδοξε, οὐρανοπολῖτα, Χριστοῦ θεράπον μακάριε, πρεσβείαν ποίησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Στέφανος, ἡ καλὴ ἀπαρχὴ τῶν Μαρτύρων, ὁ πλήρης χάριτος καὶ δυνάμεως, ὁ ποιῶν σημεῖα καὶ τέρατα, μεγάλα ἐν τῷ λαῷ ὑπὸ ἀνόμων ἐλιθάζετο· ἀλλ' ἐξέλαμψεν ὡς Ἄγγελος, καὶ θεωρεῖ τὴν δόξαν, σοῦ τοῦ σαρκωθέντος ὑπὲρ ἡμῶν, ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ τῷ Πνεύματι τῆς χάριτος, εἰς οὐρανοὺς ἀνελαμβάνετο· καὶ διὰ τοῦτο, ταῖς χοροστασίαις τῶν Ἀγγέλων συναυλιζόμενος, πρεσβεύει σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Πρωτομάρτυς Ἀπόστολε καὶ Πρωτοδιάκονε, ἡ πύλη τῶν Μαρτύρων, ἡ δόξα τῶν Δικαίων, τῶν Ἀποστόλων τὸ καύχημα· σὺ οὐρανοὺς ἐθεάσω ἀνεῳγμένους, ἐν τῷ σταδίω ἑστώς, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός· διό, ὡς Ἄγγελος ἐκλάμψας τῷ προσώπῳ , ἐν χαρᾷ ἀνεκραύγαζες ὑπὲρ τῶν λιθαζόντων. Μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ νῦν αἴτησαι, τοῖς ἐκ πόθου εὐφημοῦσί σε, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ἀκατάληπτον τὸ τελούμενον, ἐν Βηθλεὲμ σήμερον μυστήριον! ὁ ἀόρατος ὁρᾶται, ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, καὶ ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, Παρθένος τίκτει ἐν σπηλαίῳ βρέφος νέον, τὸν Πλάστην τῆς φύσεως· φάτνῃ ἐκτυποῦται, εἰς θρόνον ἐπουράνιον, κτήνη ἀπεικάζει, χερουβικὴν παράστασιν· Ποιμένες θαυμάζουσι· Μάγοι δῶρα προσφέρουσιν· Ἄγγελοι ἀνυμνοῦντες λέγουσι· Δόξα ἐν ὑψίστοις Θεῷ , καὶ ἐπὶ γῆς εἰρήνη· ἐν ἀνθρώποις γὰρ εὐδόκησεν, ἀναλλοιώτως ὁ Ἐμμανουήλ.

ΤΟΝ ΠΡΩΤΟΜΑΡΤΥΡΑ, ΚΑΙ ΓΕΝΝΑΙΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΘΕΡΑΠΟΝΤΑ, ΣΤΕΦΑΝΟΝΑΝΟΝ

Τὸν Πρωτομάρτυρα, καὶ γενναῖον τοῦ Χριστοῦ θεράποντα, Στέφανον τὸν Πρωτοδιάκονον, ἐπαξίως τιμήσωμεν· οὗτος γὰρ ἑστὼς ἐν μέσῳ παρανόμων ἐν δεξιᾷ Πατρὸς Υἱόν ἐθεάσατο.

ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΓΡΑΠΤΟΥ

Ξενιτείας τοῖς τραύμασι, προσετέθη σοι τραύματα, ἐξορίας Ὅσιε, χαλεπότητι, τοῦ παρανόμως διέποντος, τὸν θρόνον τὸν ἔννομον, καὶ συγχέοντος δεινῶς, τούς θεσμοὺς τοὺς τῆς πίστεως, καὶ τήν, Ἄχραντον, τοῦ Σωτῆρος Εἰκόνα καθελόντος, ὃν τῇ χάριτι τῇ θείᾳ Χριστοῦ θεράπον κατῄσχυνας.

Οὐ φρουρὰ σὲ οὐ στένωσις, οὐδὲ σκότος ἀνήμερον, οὐ πληγαὶ καὶ μάστιγες, περιίσχυσαν, τῆς πρὸς Χριστὸν ἀγαπήσεως, χωρίσαι Θεόδωρε, οὐδὲ νόσος χαλεπή, καὶ μακρὰ καὶ δυσφόρητος· οὐδὲ ἔνδεια, τῆς τροφῆς θεορρῆμον· ἀλλ' ἀτρέπτως, ἐκαρτέρησας προβλέπων, τὴν τῶν σῶν πόνων ἀντίδοσιν.

Ἀντὶ θλίψεως αἴνεσιν, ἀντὶ πόνων ἀπόλαυσιν, ἀντὶ σκότους ἔλλαμψιν, σοὶ δεδώρηται, ὁ Ἀθλοθέτης ὁ δίκαιος· ἀντὶ δὲ θεσπέσιε, τῆς ἐν ὄψει σου γραφῆς, ζωῆς βίβλῳ ἐγγέγραψαι· Ἐκκλησία δέ, πρωτοτόκων ἐτάγης, ἐν ὑψίστοις, καὶ Ἀγγέλων πανηγύρει, περιχαρῶς προσελήλυθας.

ΗΣΑΪΑ ΧΟΡΕΥΕ, Η ΠΑΡΘΕΝΟΣ ΕΣΧΕΝ ΕΝ ΓΑΣΤΡΙ....

«Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον· Ἀνατολή, ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν».

Τῶν ἐπαίνων Στέφανε, ὑπερέβης ἅπαντα θεσμόν, καὶ φέρεις κατὰ παντός, λόγου ἀψευδῶς, σὺ τὰ νικητήρια· ἀδυνατεῖ, βρότειος γὰρ νοῦς, πλέξασθαι στέφανον, ἐγκωμίων σοι ἐπάξιον.

Ὢ τῆς μακαρίας σου, ἧς ἐφθέγξω, Στέφανε φωνῆς! Μὴ στήσῃς τοῖς φονευταῖς, Δέσποτα βοῶν, Χριστὲ τὸ ἀγνόημα· ἀλλ' ὡς Θεὸς καὶ Δημιουργός, δέξαι τὸ πνεῦμά μου, ὥσπερ θῦμα εὐωδέστατον.

Σύ των πόνων ἔπαθλον, ἀνεδήσω τὸ νικητικόν, ἐκ Παντοκρατορικῆς, στέφος δεξιᾶς, καὶ νῦν Παμμακάριστε, παρεστηκὼς τῷ Παμβασιλεῖ, δόξῃ καὶ χάριτι, τοὺς ἀνυμνοῦντάς σε περίσῳζε.

ΤΗ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΧΑΡΙΤΙ....

Τῇ τοῦ Πνεύματος χάριτι, λαμπρυνθεὶς τὴν διάνοιαν, τῇ μορφὴ ὡς Ἀγγελος, ὤφθης Στέφανε, διαδοθείσης τῷ σώματι, τῆς ἔνδον λαμπρότητος, καὶ τὴν αἴγλην τῆς ψυχῆς, φανερούσης τοῖς βλέπουσι, δι' ἧς ἔτυχες, καὶ φωτὸς θεωρίας, οὐρανῶν σοι, παραδόξως ἀνοιγέντων, ἀρχὴ Μαρτύρων καὶ καύχημα.

Ὡς βαθμίδες καὶ κλίμακες, πρὸς οὐράνιον ἄνοδον, αἱ τῶν λίθων νιφάδες, σοὶ γεγόνασιν· ὧν ἐπιβαίνων τεθέασαι, ἑστῶτα τὸν Κύριον, τοῦ Πατρὸς ἐκ δεξιῶν, σοὶ ὁμώνυμον Στέφανον, προτεινόμενον, δεξιᾷ ζωηφόρῳ· οὗ πλησίον, ὡς καλλίνικος παρέστης, καὶ Ἀθλητῶν ἀκροθίνιον.

Ἐν σημείοις καὶ τέρασιν, ἀπαστράπτων καὶ δόγμασι, παρανόμων ἔσβεσας τὸ συνέδριον, καὶ ὑπ' αὐτῶν ἀναιρούμενος, καὶ λίθοις βαλλόμενος, ὑπὲρ τῆς τῶν φονευτῶν, σὺ προσηύχου ἀφέσεως, ἐκμιμούμενος, τὴν φωνὴν τοῦ Σωτῆρος, οὗ εἰς χεῖρας ἐναπέθου σου τὸ πνεῦμα, τὸ ἱερώτατον Στέφανε.

ΑΠΟΛΥΤΙΚΙΑ ΤΗΣ ΗΜΕΡΑΣ

Βασίλειον διάδημα, ἐστέφθη σὴ κορυφή, ἐξ ἄθλων ὧν ὑπέμεινας, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, Μαρτύρων πρωτόαθλε· σὺ γὰρ τὴν Ἰουδαίων, ἀπελέγξας μανίαν, εἶδές σου τὸν Σωτῆρα, τοῦ Πατρὸς δεξιόθεν. Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὀρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Θεόφανες σόφε, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Ο ΤΩ ΠΑΤΡΙ ΚΑΙ ΠΝΕΥΜΑΤΙ, ΣΥΝΑΪΔΙΟΣ ΛΟΓΟΣ, ΚΑΙ ΣΥΜΦΥΗΣ ΚΑΙ ΣΥΝΘΡΟΝΟΣ

Ὁ τῷ Πατρὶ καὶ Πνεύματι, συναΐδιος Λόγος, καὶ συμφυὴς καὶ σύνθρονος, ἐκ Παρθένου γεννᾶται, ἐν Βηθλεὲμ νῦν ὡς βρέφος· ὃν Θεὸν καὶ Σωτῆρα, ὁ Πρωτομάρτυς Στέφανος, ἀριδήλως κηρύξας, ὑπὸ χειρῶν, μιαιφόνων χαίρων λιθολευστεῖται, καὶ στεφηφόρος ἄνεισι, πρὸς αὐτὸν μετὰ δόξης.

ΩΣ ΛΕΩΝ ΠΑΜΜΑΚΑΡ ΠΕΠΟΙΘΩΣ

Ὡς λέων Παμμάκαρ πεποιθώς, ψυχῆς στερρότητι, οὐκ ἐδειλίασας, τὸν τῆς αἱρέσεως πρόβολον, τῆς μανίας τὸν ἐπώνυμον, ὃν καταπτήξας τοῖς λαοῖς, χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Κοσμήσας ἀνδρείᾳ τὸν θυμόν, τῇ σωφροσύνῃ δέ, Μάκαρ τὴν ἔφεσιν, τὸν νοῦν φρονήσεως ἔμπλεων, κεκτημένος διετέλεσας, δικαιοσύνῃ δὲ τὰς σὰς φρένας ἐρρύθμισας, ἀνακράζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ῥαγδαίως φερόμενον τὸν ῥοῦν, τὸν τῆς αἱρέσεως Πάτερ ἐξήρανας, τοῖς σοῖς συντάγμασιν Ὅσιε, καὶ πανσόφοις ἀποδείξεσι, τὰς μηχανὰς τῶν ἀσεβῶν, καταστρεψάμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΣΟΙ ΤΩ ΠΑΝΤΟΥΡΓΩ, ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΠΑΙΔΕΣ....

Σοὶ τῷ παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες χορείαν ἔμελπον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δεῦτε νοητῶς, τῇ τοῦ Στεφάνου δόξῃ, λαμπόμενοι μέλψωμεν, τῷ σαρκωθέντι Θεῷ. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὤφθη σοι Χριστός, ἐν τῇ Πατρῴα δόξῃ, τῶν ἄθλων μηνύων σοι, σαφῶς τὰ ἔπαθλα· ὅθεν ἐβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Σοὶ ὡς νικητῇ, τῆς παρανόμου πλάνης, ἀθλήσεως στέφανος, ἐπλάκη Στέφανε· ὅθεν ἐβόας· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Ἔπλεξεν ἡμῖν, ὁ τοῦ Δεσπότου τόκος, χορείαν ἡ μνήμη τε, τοῦ Πρωτομάρτυρος· ὅθεν ἀπαύστως, τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τους αἰῶνας.

ΠΡΩΤΟΣ ΕΝ ΔΙΑΚΟΝΟΙΣ, ΠΡΩΤΟΣ ΚΑΙ ΕΝ ΜΑΡΤΥΣΙΝ ΕΔΕΙΧΘΗΣ, ΠΑΝΑΓΙΕ ΣΤΕΦΑΝΕ....

Πρῶτος ἐν Διακόνοις, πρῶτος καὶ ἐν Μάρτυσιν ἐδείχθης, πανάγιε Στέφανε· ὁδός γὰρ ἐγένου τοῖς ἁγίοις, καὶ πολλοὺς τῷ Κυρίῳ προσήγαγες Μάρτυρας· διὸ οὐρανός σοι ἠνοίγη, καὶ Θεὸς σοι ἐφάνη· Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΙΔΟΥΣΑ ΚΡΑΤΟΥΜΕΝΟΝ....

Ἰδοῦσα κρατούμενον χερσίν, ἑαυτῆς ἡ Πάναγνος, τὸν Ποιητὴν ἀπεφθέγγετο. Τέκνον γλυκύτατον, πῶς σὲ βρέφος βλέπω, καὶ νοεῖν οὐ δύναμαι, τὴν ἄπειρόν σου νῦν συγκατάβασιν, ὑμνῶ τὸ κράτος σου, προσκυνῶ τὴν εὐσπλαγχνίαν σου, δι' ἧς σῶσαι, κόσμον παραγέγονας.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Ὡς βρέφος με βλέπουσα ταῖς σαῖς, ἐπαναπαυόμενον, Μῆτερ ἀγκάλαις εὐφράνθητι· ἦλθον τὸν κόσμον γάρ, ὅλον διασῶσαι, καὶ Ἀδὰμ ὃν ἔπλασα, κακίστῃ συμβουλίᾳ τοῦ ὄφεως, ξύλου γευσάμενον, καὶ τρυφῆς ἔξω γενόμενον, Παραδείσου, καὶ καταφθειρόμενον.

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Σὲ βρέφος Προτέλειε ὁρῶ, φάτνῃ προσκλινόμενον, οὐ συνορῶ μυστηρίου δέ, βάθος τὸ ἄφραστον· πῶς καὶ μετὰ τόκον, ἄφθορος διέμεινα, τοὺς νόμους ὑπερβᾶσα τῆς φύσεως. Τῖνα οὖν αἶνόν σοι, προσαγάγω; πῶς δοξάσω σε; ἡ Παρθένος, Κόρη ἀπεφθέγγετο.

ΑΓΙΩΣΥΝΗΝ ΕΝΕΔΥΣΩ, ΣΤΕΦΑΝΕ ΜΑΚΑΡΙΕ, ΠΡΩΤΟΜΑΡΤΥΣ....

Ἁγιωσύνην ἐνεδύσω, Στέφανε μακάριε, Πρωτομάρτυς καὶ Πρωτοδιάκονε, τῶν Ἀγγέλων συμμέτοχε, δυσωπήθητι, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, πρὸς τὸν Σωτῆρα Κύριον τόν ἀναμάρτητον.

ΣΟΙ ΤΩ ΑΝΑΤΕΙΛΑΝΤΙ, ΕΚ ΠΑΡΘΕΝΟΥ ΘΕΙΑΣ ΑΓΝΗΣ

Σοὶ τῷ ἀνατείλαντι, ἐκ Παρθένου θείας ἁγνῆς, προσήνεκται ἔμψυχος, ὡς Βασιλεῖ Στέφανος, ἐνθέως μελῳδῶν σοι· ὁ Θεὸς εὐλογητὸς εἶ.

ΣΤΕΦΑΝΟΣ ΣΟΙ ΩΣ ΒΑΣΙΛΕΙ, ΕΜΨΥΧΟΣ....

Στέφανος σοι ὡς Βασιλεῖ, ἔμψυχος προσενήνεκται, νῦν τῆς σαρκὸς ἐκδημήσας, τῷ ἐνδημήσαντι σαρκί, Θεῷ τῷ παντοκράτορι, δι' ὃν καὶ τὸν ἀγῶνα, ἐνδόξως ἐτέλεσεν.

ΣΕ ΤΗΝ ΥΠΕΡ ΝΟΥΝ ΤΕ ΚΑΙ ΛΟΓΟΝ, ΕΝ ΒΗΘΛΕΕΜ ΤΟΝ ΘΕΟΝ ΛΟΓΟΝ

Σὲ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἐν Βηθλεὲμ τὸν Θεὸν Λόγον, σήμερον τεκοῦσαν Παρθένε, καὶ ἐν σπαργάνοις τοῦτον εἱλήσασαν, ὡς ἀληθῶς Θεόπαιδα, καὶ Θεοτόκον μεγαλύνομεν.

ΤΩ ΘΕΙΩ ΒΑΛΛΟΜΕΝΟΣ ΠΟΘΩ, ΤΩΝ ΔΙΩΓΜΩΝ ΤΑΣ ΠΑΡΑΣΤΑΣΕΙΣ...

Τῶ θείῳ βαλλόμενος πόθῳ, τῶν διωγμῶν τὰς παραστάσεις, ῥᾷον ὑποφέρεις θεόφρον, καὶ τοῦ διώκτου τὴν ἀγριότητα, καταβαλὼν ἀπείληφας, τὸν τῶν ἀγώνων Πάτερ στέφανον.

Ὄλβον ἐπουράνιον εὗρες, καὶ διαμένουσαν οἰκίαν, ἀντὶ τῆς μακρᾶς ἐξορίας, καὶ ξενιτείας καὶ μεταβάσεως, καὶ νῦν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.

Ὕμνον τῷ Δεσπότῃ προσφέρων, Μάκαρ δυσώπησον ἀπαύστως, ὑπὲρ τῆς ἐμῆς ἀσθενείας, καὶ συσκηνίας καὶ ἀδελφότητος, ὅπως ὁμοῦ βιώσαντες, τύχωμεν ἅμα τῆς θεώσεως.

Ο ΥΠΕΡΥΨΟΥΜΕΝΟΣ, ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ, ΤΗΝ ΦΛΟΓΑ ΚΑΤΕΣΒΕΣΕ

«Ὁ ὑπερυψούμενος, τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ».

Ὡς ποικίλοις ἄνθεσι, καὶ ὡραίοις Στέφανε, τοῖς λίθοις κοσμούμενος, σαυτὸν προσενήνοχας, Χριστῷ τῷ Ζωοδότῃ, μελῳδῶν· Εὐλογητὸς εἶ.

Ὡς ἀκαταγώνιστος, ἡ τοῦ Σαύλου ἔνστασις, πορθοῦντος τὸ πρότερον, Χριστοῦ τοὺς θεράποντας, προσάγοντος δὲ ἔθνη, νῦν Χριστῷ εἰς τοὺς αἰῶνας.

Τοὺς ὀδόντας βρύχοντες, φονικῶς οἱ ἄνομοι, ὡς θῆρες ἁρπάσαντες, ἀνήρουν τὸν Στέφανον, ἐνθέως μελῳδοῦντα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἐπαρθεὶς τῷ Πνεύματι, τῷ ἁγίῳ Στέφανε, ἀρρήτως τεθέασαι, Υἱὸν σὺν Γεννήτορι, κραυγάζων τῇ Τριάδι· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ΑΘΛΟΦΟΡΙΚΟΝ ΣΤΕΦΑΝΟΝ, ΤΩ ΠΡΩΤΑΘΛΩ ΟΙ ΠΙΣΤΟΙ ΠΛΕΞΩΜΕΝ....

Ἀθλοφορικὸν στέφανον, τῷ Πρωτάθλῳ οἱ πιστοὶ πλέξωμεν, ἐκ λογικῶν ἀνθέων· αὐτὸς γὰρ τὴν τῶν Μαρτύρων προητοίμασεν ὁδόν, καὶ ἐν χαρᾷ ἀνεβόα· Ἰδοὺ τοὺς οὐρανούς ἀνεῳγμένους θεωρῶ, καὶ τὸν Υἱὸν τοῦ Θεοῦ, ἐκ δεξιῶν ἑστῶτα τοῦ ἀοράτου Πατρός.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ, ΚΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΥ ΣΤΕΦΑΝΟΥ, ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΓΡΑΠΤΟΥ, ΑΥΤΑΔΕΛΦΟΥ ΘΕΟΦΑΝΟΥΣ ΤΟΥ ΠΟΙΗΤΟΥ...

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.
Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Στίχοι
Λόγων στεφάνοις, οἷα τιμίοις λίθοις,
Στέφω Στέφανον, ὃν προέστεψαν λίθοι.
Εἰκάδι λαΐνεος Στέφανον μόρος ἑβδόμῃ εἷλεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Γραπτοῦ, ἀδελφοῦ Θεοφάνους τοῦ Ποιητοῦ.
Στίχοι
Αὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα,
Ἐκ γῆς ἀπαίρων· ὡς μέγα, στίξις θέας.

Στίχοι Ἰαμβικοί, γραφέντες τῷ προσώπῳ τοῦ Ἁγίου Θεοδώρου, καὶ Ἀδελφοῦ αὐτοῦ Θεοφάνους, παρὰ Θεοφίλου Βασιλέως, ἐν σιδήρῳ πυρωθέντι.

Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,
Ὅπου πάναγνοι τοῦ Θεοῦ Λόγου πόδες
Ἔστησαν, εἰς σύστασιν τῆς οἰκουμένης,
Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ,
Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.
Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας,
Πράξαντες δεινὰ αἰσχρὰ δυσσεβοφρόνως,
Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.
Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες,
Οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.
Ὅθεν γραφέντες ὡς κακοῦργοι, τὴν θέαν,
Κατακρίνονται καὶ διώκονται πάλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἀρχιεπισκόπου Κωνσταντινοπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαυρικίου, καὶ τῶν σὺν αὐτῷ ἑβδομήκοντα Μαρτύρων.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Λουκᾶς ὁ Τριγλινός, ἤτοι ὁ ἐκ Μουδανίων, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Κυριακή 26 Δεκεμβρίου 2010

ΠΕΠΥΡΣΕΥΜΕΝΟΣ, ΤΩ ΟΡΘΟΔΟΞΩ ΖΗΛΩ ΠΑΝΣΟΦΕ...

Πεπυρσευμένος, τῷ ὀρθοδόξῳ ζήλῳ Πάνσοφε, πλάνην μιαρᾶς αἱρέσεως καὶ δεινῆς, θαρσαλέως ἐξηκόντισας· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Λόγον σοφίας, λόγον δογμάτων, λόγον γνώσεως, λόγον διδαγμάτων, Πάτερ πανευσεβῶν, Θεὸς Λόγος σοι δεδώρηται· Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντι καὶ Κύριος.

Ἐξανατείλας, ἐκ τῆς Ἑῴας ὥσπερ ἥλιος, αἴγλην εὐσεβείας ἔσπειρας ἐπὶ γῆς, τῆς εἰκόνος τὴν προσκύνησιν, Χριστοῦ φωτίζουσαν, καὶ διδάσκουσαν Πάτερ Θεόδωρε.

ΕΝ ΒΗΘΛΕΕΜ ΠΟΙΜΕΝΕΣ, ΤΟΝ ΤΗΣ ΠΑΡΘΕΝΟΥ ΤΟΚΟΝ

Ἐν Βηθλεὲμ Ποιμένες, τὸν τῆς Παρθένου τόκον, δοξολογοῦντες κατεμήνυον, Σωτῆρα καὶ Κύριον, τὸν ἐπὶ γῆς ὀφθέντα, ἀνθρώπων σῶσαι γένος.

Τὸν ὑπὲρ λόγον τόκον, τῆς Θεοτόκου Μαρίας, χοροὶ Ἀγγέλων ἐκπληττόμενοι· Ἐν τοῖς ὑψίστοις ἐκραύγαζον, τῷ Θεῷ ἡμῶν δόξα, καὶ ἐπὶ γῆς εἰρήνη.

Τῶν Χερουβὶμ ἐδείχθης, ὑψηλοτέρα Παρθένε, ἐν ταῖς ἀγκάλαις σου βαστάσασα, τὸν τούτοις ὀχούμενον· ὃν δυσωποῦσα σῶσαι, ἡμᾶς ἀεὶ μὴ παύσῃ.

Νυμφαγωγὸς μὲν Δαυΐδ, θαλαμηπόλος δὲ θεῖος, τῆς Ἐκκλησίας ὁ Ἰάκωβος, γενόμενοι ἔλεγον· ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

Ὁ ἐν Προφήταις Ἄναξ, καὶ ἐν Βασιλεῦσι Προφήτης, σὺν Ἰακώβῳ τῷ θεόφρονι, ἡμῖν ἐμελῴδησαν· Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΒΑΣΙΛΕΙΑ ΠΑΝΤΩΝ

Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ. Ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θεός, τῇ σῇ παρουσίᾳ, φῶς ἐκ φωτός, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, πᾶσαν κτίσιν ἐφαίδρυνας. Πᾶσα πνοὴ αἰνεῖ σε, τὸν χαρακτῆρα τῆς δόξης τοῦ Πατρός. Ὁ Ὢν καὶ προών, καὶ ἐκλάμψας ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

ΟΙ ΠΑΙΔΕΣ ΕΥΣΕΒΕΙΑ ΣΥΝΤΡΑΦΕΝΤΕΣ

«Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς, προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ».

Προρρήσεων τὸ πέρας τῶν ἐνθέων Προφητῶν, ἑώρακας· ὃν γὰρ ἐκήρυξαν Χριστόν, ἐλευσόμενον ἐκ Κόρης ἁγνῆς, ἐψηλάφησας, καὶ βρέφος κατενόησας, ὡς καθαρὸς τήν ψυχήν, Χριστοῦ θεράπων.

Ἀμέμπτῳ πολιτείᾳ, Ἰωσὴφ κεκοσμημένος ἔνδοξε, φύλαξ ἀμέμπτου ἀληθῶς, παρθενίας ἐχρημάτισας, καὶ Πατὴρ τοῦ τικτομένου Παιδὸς κέκλησαι, μεγαλυνθεὶς τῇ σεπτῇ προσηγορίᾳ.

Ῥήματι ὁ τεκταίνων οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, κέκληται τέκτονος Υἱός, σοῦ Παμμάκαρ ἀξιάγαστε, τοῦ ἀνάρχου σε, πατρὸς ὄντως δοξάσαντος, ὡς ἱερόν ὑπουργὸν τῶν ὑπὲρ λόγον.

Ἁγίως σου τὸν βίον, διανύσας Ἰωσὴφ πανάριστε, ἐν ταῖς λαμπρότησι νυνὶ τῶν Ἁγίων κατεσκήνωσας, ἁγιάζων τοὺς πιστῶς τὴν παναγίαν σου, ἐκτελοῦντας ἀεὶ καὶ θείαν μνήμην.

ΕΥΦΡΟΣΥΝΗΣ ΣΗΜΕΡΟΝ, ΔΑΥΪΔ ΠΛΗΡΟΥΤΑΙ Ο ΘΕΙΟΣ, ΙΩΣΗΦ ΤΕ ΑΙΝΕΣΙΝ....

Εὐφροσύνης σήμερον, Δαυῒδ πληροῦται ὁ θεῖος, Ἰωσήφ τε αἴνεσιν, σὺν Ἰακώβῳ προσφέρει· στέφος γὰρ τῇ συγγενείᾳ Χριστοῦ λαβόντες, χαίρουσι, καὶ τὸν ἀφράστως ἐν γῇ τεχθέντᾳ, ἀνυμνοῦσι καὶ βοῶσιν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

ΣΠΛΑΓΧΝΩΝ ΙΩΝΑΝ....

«Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήρ οἷον ἐδέξατο· τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».

Ἦλθε σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, γαστρὸς ὃν Πατήρ, πρὸ Ἑωσφόρου γεννᾷ, τὰς ἡνίας δέ, ὁ κρατῶν τῶν ἀχράντων Δυνάμεων, ἐν φάτνῃ τῶν ἀλόγων ἀνακλίνεται, ῥάκει σπαργανοῦται, λύει δέ, πολυπλόκους σειρὰς παραπτώσεων.

Νέον ἐξ Ἀδάμ, παιδίον φυράματος ἐτέχθη Υἱός, καὶ πιστοῖς δέδοται, τοῦ δὲ μέλλοντος, οὗτός ἐστιν αἰῶνος, Πατὴρ καὶ Ἄρχων, καὶ καλεῖται τῆς μεγάλης Βουλῆς Ἄγγελος· οὗτος ἰσχυρὸς Θεὸς ἐστι, καὶ κρατῶν ἐξουσίᾳ τῆς κτίσεως.

ΝΑΙΩΝ ΙΩΝΑΣ, ΕΝ ΜΥΧΟΙΣ ΘΑΛΑΤΤΙΟΙΣ...

«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».

Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.

Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

ΠΑΡΑΔΟΞΟΝ ΜΥΣΤΗΡΙΟΝ, ΟΙΚΟΝΟΜΕΙΤΑΙ ΣΗΜΕΡΟΝ

Παράδοξον Μυστήριον, οἰκονομεῖται σήμερον! καινοτομοῦνται φύσεις, καὶ Θεὸς ἄνθρωπος γίνεται· ὅπερ ἦν μεμένηκε, καὶ ὃ οὐκ ἦν προσέλαβεν, οὐ φυρμὸν ὑπομείνας, οὐδὲ διαίρεσιν.

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.

Κύριε, ἐν Βηθλεὲμ παραγέγονας, ἐν τῷ Σπηλαίῳ παρῴκησας, ὁ οὐρανὸν τὸν θρόνον ἔχων, ἐν φάτνῃ ἀνεκλίθης, ὃν στρατιαὶ κυκλοῦσιν Ἀγγέλων, Ποιμέσι συγκατέβης, ἵνα σώσῃς ὡς εὔσπλαγχνος τὸ γένος ἡμῶν, δόξα σοι.

Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται. Σὺ Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.

Πῶς ἐξείπω τὸ μέγα Μυστήριον; ὁ ἄσαρκος σαρκοῦται, ὁ Λόγος παχύνεται, ὁ ἀόρατος ὁρᾶται καὶ ὁ ἀναφὴς ψηλαφᾶται· καὶ ὁ ἄναρχος ἄρχεται. Ὁ Υἱὸς τοῦ Θεοῦ, ἀνθρώπου Υἱὸς γίνεται, Ἰησοῦς Χριστός, χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.

Ο ΠΡΟ ΕΩΣΦΟΡΟΥ ΕΚ ΠΑΤΡΟΣ ΑΜΗΤΩΡ

Ὁ πρὸ Ἑωσφόρου ἐκ Πατρὸς ἀμήτωρ γεννηθείς, ἐπὶ τῆς γῆς ἀπάτωρ ἐσαρκώθη σήμερον ἐκ σοῦ· ὅθεν Ἀστὴρ εὐαγγελίζεται Μάγοις, Ἄγγελοι δὲ μετὰ Ποιμένων ὑμνοῦσι, τὸν ἄχραντον Τόκον σου, ἡ Κεχαριτωμένη.

ΤΟΝ ΑΓΕΩΡΓΗΤΟΝ ΒΟΤΡΥΝ ΒΛΑΣΤΗΣΑΣΑ...

Τὸν ἀγεώργητον βότρυν βλαστήσασα, ἡ μυστικὴ ἄμπελος ὡς ἐπὶ κλάδων, ἀγκάλαις ἐβάσταζε, καὶ ἔλεγε. Σὺ εἶ καρπός μου, σὺ εἶ ἡ ζωή μου. Ἀφ' οὗ ἔγνων, ὅτι καὶ ὃ ἤμην εἰμί, σύ μου Θεός· τὴν γὰρ σφραγῖδα τῆς Παρθενίας μου ὁρῶσα ἀκατάλυτον, κηρύττω σε ἄτρεπτον Λόγον, σάρκα γενόμενον. Οὐκ οἶδα σποράν, οἶδά σε λύτην τῆς φθορᾶς· Ἁγνὴ γὰρ εἰμι, σοῦ προελθόντος ἐξ ἐμοῦ· ὡς γὰρ εὗρες, ἔλιπες μήτραν ἐμήν. Διὰ τοῦτο συγχορεύει πᾶσα κτίσις βοῶσά μοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΣΥΝΑΞΙΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ....

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Ἡ σύναξις τῆς Ὑπεραγίας Θεοτόκου.
Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, H Σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου.
Στίχοι
Λεχὼ ἄμωμον ἀνδρὸς μὴ γνοῦσαν λέχος,
Δώροις ἀμώμοις δεξιοῦμαι τοῖς λόγοις.
Mολπὴν ἁγνοτάτῃ λεχοῖ εἰκάδι ἕκτῃ ἀείδω.

Περὶ τῆς εἰς Αἴγυπτον φυγῆς τῆς Ὑπεραγίας Θεοτόκου.
Στίχοι
Ἥκοντα πρὸς σέ, τὸν πάλαι πλήξαντά σε,
Αἴγυπτε φρίττε, καὶ Θεὸν τοῦτον φρόνει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Εὐθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ.
Στίχοι
Χριστῷ παραστάς, Εὐθύμιε τρισμάκαρ,
Πλήρης ἀλήκτου τυγχάνεις εὐθυμίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κωνσταντίνου τοῦ ἐξ' Ἰουδαίων.
Στίχοι
Ὡς ἐξ ἀκανθῶν τῶν Ἰουδαίων ῥόδον,
Ὁ θεῖος ἀνθεῖ καὶ θανών, Κωνσταντῖνος.

Καὶ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Εὐαρέστου.
Στίχοι
Ἔσπευδεν Εὐάρεστος ἔργῳ καὶ λόγῳ,
Ἕως τελευτῆς εὐαρεστεῖν σοι Λόγε.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Κωνσταντίνου τοῦ Ῥώσου, ἀθλήσαντος ἐν Κωνσταντινοπόλει κατὰ τὸ 1743 ἔτος.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΑΠΟΡΡΗΤΩ ΒΟΥΛΗ, ΤΙΚΤΕΤΑΙ ΣΑΡΚΙ...

Ἀπορρήτῳ βουλῇ, τίκτεται σαρκὶ ὁ ἄσαρκος, περιγράφεται νῦν σώματι, ὁ ἀπερίγραπτος, καὶ σῴζει ἀτρέπτως τὰς ἄμφω οὐσίας, ἀρχὴν λαμβάνει ὁ φύσει ἄναρχος, καὶ μόνος ὑπέρχρονος, ὁρᾶται βρέφος, ὁ ὑπερτέλειος, φέρεται χερσίν, ὁ φέρων τὰ σύμπαντα. Διὸ τοὺς τούτου συγγενείᾳ σεμνυνομένους, ὡς Θεὸς στέφει τῷ ἑαυτοῦ τοκετῷ, οὓς δοξάζοντες πίστει, ἀσιγήτως ἐκβοῶμεν· Οἰκτίρμον σῷζε τοὺς σὲ γεραίροντας.

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ

ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ

Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ δικαίων, Ἰωσὴφ τοῦ Μνήστορος, Δαυῒδ τοῦ Βασιλέως, καὶ Ἰακώβου τοῦ Ἀδελφοθέου.
Μνήμη τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυῒδ τοῦ Προφήτου καὶ Βασιλέως.
Στίχοι
Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,
Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
Σὺ τέκτονος παῖς, ἀλλ' ἀδελφὸς Κυρίου,
Τοῦ πάντα τεκτήναντος ἐν λόγῳ Μάκαρ.
Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
Τὸν Δαυῒδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Σάββατο 25 Δεκεμβρίου 2010

Νέο Βιβλίο Σεβασμιωτάτου Μητροπολίτου Πειραιώς κ.κ. Σεραφείμ

Νέο Βιβλίο Σεβασμιωτάτου Μητροπολίτου Πειραιώς κ.κ. Σεραφείμ "ΑΙ ΑΙΡΕΣΕΙΣ ΤΟΥ ΠΑΠΙΣΜΟΥ"
ΠΗΓΗ ΑΠΟ THN ΟΠΟΙΑ ΔΙΑΤΙΘΕΤΑΙ ΤΟ ΗΛΕΚΤΡΟΝΙΚΟ ΑΡΧΕΙΟ ΤΟΥ ΒΙΒΛΙΟΥ ΕΙΝΑΙ Ο ΕΠΙΣΗΜΟΣ ΙΣΤΟΧΩΡΟΣ ΤΗΣ ΙΕΡΑΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΠΕΙΡΑΙΩΣ 




Μήνυμα Χριστουγέννων

Μήνυμα Χριστουγέννων: "'Ἡ πραγματική χαρά εἶναι πάντοτε συνδεδεμένη μέ τόν κόπο καί τήν δοκιμασία.'... (25/12/2010)"

ΚΑΙ ΜΑΓΟΥΣ ΣΟΙ ΠΡΟΣΗΝΕΓΚΕΝ

Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ· Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ· μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος, τοῖς γινώσκουσί με.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε· μεθ' ὧν ἐλέησον ἡμᾶς.
Καὶ ἰδοὺ ἀλλόφυλοι, καὶ Τύρος, καὶ λαὸς τῶν Αἰθιόπων.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Οὗτοι ἐγεννήθησαν ἐκεῖ, Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Κύριος διηγήσεται ἐν γραφῇ λαῶν, καὶ Ἀρχόντων τούτων τῶν γεγεννημένων ἐν αὐτῇ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.
Λαθὼν ἐτέχθης ὑπὸ τὸ Σπήλαιον, ἀλλ' οὐρανὸς σε πᾶσιν ἐκήρυξεν, ὥσπερ στόμα, τὸν Ἀστέρα προβαλλόμενος Σωτήρ. Καὶ Μάγους σοι προσήνεγκεν, ἐν πίστει προσκυνοῦντάς σε, μεθ' ὧν ἐλέησον ἡμᾶς.

ΤΙ ΣΟΙ ΠΡΟΣΕΝΕΓΚΩΜΕΝ...

Τὶ σοι προσενέγκωμεν Χριστέ, ὅτι ὤφθης ἐπὶ γῆς ὡς ἄνθρωπος δι' ἡμᾶς; ἕκαστον γὰρ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, τὴν εὐχαριστίαν σοι προσάγει· οἱ Ἄγγελοι τὸν ὕμνον, οἱ οὐρανοὶ τὸν Ἀστέρα, οἱ Μάγοι τὰ δῶρα, οἱ Ποιμένες τὸ θαῦμα, ἡ γῆ τὸ σπήλαιον, ἡ ἔρημος τὴν φάτνην· ἡμεῖς δὲ Μητέρα Παρθένον. Ὁ πρὸ αἰώνων Θεὸς ἐλέησον ἡμᾶς.

ΝΑΙΩΝ ΙΩΝΑΣ, ΕΝ ΜΥΧΟΙΣ ΘΑΛΑΤΤΙΟΙΣ...

«Ναίων Ἰωνᾶς, ἐν μυχοῖς θαλαττίοις,
Ἐλθεῖν ἐδεῖτο, καὶ ζάλην ἀπαρκέσαι.
Νυγεὶς ἐγὼ δέ, τῷ τυραννοῦντος βέλει,
Χριστὲ προσαυδῶ, τὸν κακῶν ἀναιρέτην,
Θᾶττον μολεῖν σε τῆς ἐμῆς ῥαθυμίας».

Ὃς ἦν ἐν ἀρχῇ, πρὸς Θεὸν Θεὸς Λόγος,
Νυνὶ κρατύνει, μὴ σθένουσαν τὴν πάλαι,
Ἰδὼν φυλάξαι, τὴν καθ ἡμᾶς οὐσίαν,
Καθεὶς ἑαυτὸν δευτέρᾳ κοινωνίᾳ
Αὖθις προφαίνων, τῶν παθῶν ἐλευθέραν.

Ἷκται δι' ἡμᾶς, Ἀβραὰμ ἐξ ὀσφύος,
Λυγρῶς πεσόντας, ἐν σκότει τῶν πταισμάτων,
Υἱοὺς ἐγεῖραι, τῶν κάτω νενευκότων,
Ὁ φῶς κατοικῶν, καὶ φάτνην παρ' ἀξίαν.
Νῦν εὐδοκήσας, εἰς βροτῶν σωτηρίαν.

ΑΥΓΟΥΣΤΟΥ ΜΟΝΑΡΧΗΣΑΝΤΟΣ

Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς, ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο, καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς Ἁγνῆς, ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. Ὑπὸ μίαν βασιλείαν ἐγκόσμιον, αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος, τὰ Ἔθνη ἐπίστευσαν. Ἀπεγράφησαν οἱ λαοί, τῷ δόγματι τοῦ Καίσαρος, ἐπεγράφημεν οἱ πιστοί, ὀνόματι Θεότητος, σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος, δόξα σοι.

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ, ΤΟΝ ΥΠΕΡΟΥΣΙΟΝ

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

ΔΕΥΤΕ ΑΓΑΛΛΙΑΣΩΜΕΘΑ...

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός· καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.

ΤΗΝ ΕΔΕΜ ΒΗΘΛΕΕΜ ΗΝΟΙΞΕ

Τὴν Ἐδὲμ Βηθλεὲμ ἤνοιξε, δεῦτε ἴδωμεν· τὴν τρυφὴν ἐν κρυφῇ εὕρομεν, δεῦτε λάβωμεν, τὰ τοῦ Παραδείσου ἔνδον τοῦ Σπηλαίου. Ἐκεῖ ἐφάνη ῥίζα ἀπότιστος, βλαστάνουσα ἄφεσιν· ἐκεῖ εὑρέθη φρέαρ ἀνώρυκτον, οὗ πιεῖν Δαυῒδ πρὶν ἐπεθύμησεν· ἐκεῖ Παρθένος τεκοῦσα βρέφος, τὴν δίψαν ἔπαυσεν εὐθύς, τὴν τοῦ Ἀδὰμ καὶ τοῦ Δαυΐδ· διὰ τοῦτο πρὸς τοῦτο ἐπειχθῶμεν, οὗ ἐτέχθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.

ΧΡΙΣΤΟΥΓΕΝΝΑ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Ἡ κατὰ Σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Iησοῦ Χριστοῦ.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Ἡ κατὰ σάρκα Γέννησις τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Στίχοι
Θεὸς τὸ τεχθέν, ἡ δὲ Μήτηρ Παρθένος.
Τὶ μεῖζον ἄλλο καινὸν εἶδεν ἡ κτίσις;
Παρθενικὴ Μαρίη Θεὸν εἰκάδι γείνατο πέμπτη.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ προσκύνησις τῶν Μάγων.
Στίχοι
Σὲ προσκυνοῦσα τάξις ἐθνική, Λόγε,
Τὸ πρὸς σὲ δηλοῖ τῶν Ἐθνῶν μέλλον σέβας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν θεασαμένων Ποιμένων τὸν Κύριον.
Στίχοι
Ποίμνην ἀφέντες τὴν ἑαυτῶν Ποιμένες,
Ἰδεῖν καλὸν σπεύδουσι Χριστὸν ποιμένα.

Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παρασκευή 24 Δεκεμβρίου 2010

ΠΡΟΕΟΡΤΑΣΩΜΕΝ

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΑΝΕΠΤΥΞΑΣ ΑΠΑΣΙ, ΤΩΝ ΘΕΟΠΝΕΥΣΤΩΝ, ΓΡΑΦΩΝ ΤΗΝ ΑΛΗΘΕΙΑΝ

Ἀνέπτυξας ἅπασι, τῶν θεοπνεύστων, Γραφῶν τὴν ἀλήθειαν, τὸ θῆλυ ἀρρενώσασα, καὶ πάντας κατέπληξας, τῷ παραδόξῳ σεμνή, οὗσπερ καὶ προσήγαγες, λαμπρῶς, πεπιστευκότας Χριστῷ Πανόλβιε.

Σοφῶς ἐστηλίτευσας, τὴν τῶν Εἰδώλων, μανίαν Πανεύφημε, τοῖς θείοις σου διδάγμασι, Παρθένων ἀμέτρητον, μνηστευσαμένη πληθύν, πάντων βασιλεύοντι Χριστῷ, λαμπρυνομένην Μαρτύρων αἵμασιν.

Ἰδοῦσα τὸν βίον σου, τὸν θεοφόρον, Βασίλλα ἡ ἔνδοξος, σὲ πόθῳ ἐμιμήσατο· Χριστῷ γὰρ μνηστεύεται, καταλιποῦσα σαρκός, πᾶσαν τὴν εὐπάθειαν· καὶ νῦν τῆς τῶν Μαρτύρων χαρᾶς ἠξίωται.

ΟΤΕ ΠΡΟΜΗΘΕΙΑ ΘΕΪΚΗ, ......

Ὅτε, προμηθείᾳ θεϊκῇ, προγινωσκομένη προῆλθες, ἔξω τῆς πόλεως, κόσμου τὴν τερπνότητα, σαφῶς κατέλιπες, καὶ ψαλμῶν ἐπακούσασα τερπνῆς μελῳδίας, θείας ἐπιγνώσεως, φωτὶ κατηύγασαι· φόβον ἐν γαστρὶ δὲ λαβοῦσα, θεῖον καὶ σωτήριον Πνεῦμα, τοῖς συνοδοιπόροις σου ἀπέτεκες.

Ὅτε, ἐνυμφεύθης τῷ Χριστῷ, τοὺς σοὺς ὑπηρέτας προθύμως, αὐτῷ προσήγαγες, προῖκα τούτους ἔμψυχον, ὥσπερ ἐνέγκασα, μιμουμένους στερρότητα, τὴν σὴν Εὐγενία, πίστει τε καὶ χάριτι, σαφῶς ἐκλάμποντας, πᾶσαν ἀρετὴν ἀσκουμένους, Μάρτυρας θεόφρονας ὄντως, πᾶσι τὴν εὐσέβειαν κηρύττοντας.

Αἴγλῃ, τῇ τοῦ Πνεύματος σαφῶς, καταλαμπομένη παρθένων, Χριστῷ προσάγεις χορόν, λόγῳ τῆς σοφίας σου, ταύτας ζωγρήσασα, καὶ τὸν δρόμον δεικνύουσα, τῆς ἄνω πορείας, αἵμασι λαμπρύνεσθαι, Μαρτύρων ἔπεισας. Ταύταις, συγχορεύουσα Μάρτυς, πόθον νῦν κατάλληλον εὗρες, ὄντως τὴν ἀπόλαυσιν Πανεύφημε.

ΚΑΛΑΝΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΙΑΤΙΚΑ

ΨΑΛΑΤΩΣΑΝ ΧΑΙΡΟΥΣΑΙ

Ψαλάτωσαν χαίρουσαι, αἱ βασιλεῖαι πάσης γῆς, πατριαὶ τῶν Ἐθνῶν τε ἀγαλλιάσθωσαν, ὄρη καὶ βουνοὶ καὶ κοιλάδες οἱ ποταμοί, θάλασσα καὶ ὅλη, ἡ κτίσις τὸν Κύριον, νῦν τικτόμενον μεγάλυνε.

Ὡράθης ὡς θέμις ἦν, Προφήταις σὲ θεάσασθαι· ἐν ἐσχάτοις καιροῖς δέ, βροτὸς γενόμενος, πᾶσιν ἐπεφάνης ἀνθρώποις, ἐν Βηθλεὲμ πόλει Ἰουδαίας, ἀστέρος
δεικνῦντός σε, ἀστρολόγοις Ἀνερμήνευτε.

Ἰδοὺ εἰς τὰ ἴδια, ἐν ἀλλοτρίῳ ἔρχεται, ὁ Πανάγιος Λόγος, Ἁγίῳ Σώματι, ξένῳ τοκετῷ, ξενωθέντα προσοικειῶν, ἑαυτῷ τὸν κόσμον, αὐτὸν ἀνυμνήσωμεν, δι' ἡμᾶς πτωχὸν γενόμενον.

Ὦ τέκνον γλυκύτατον, πῶς τρέφω σε τὸν τρέφοντα; πῶς κρατῶ σε κρατοῦντα τὰ πάντα νεύματι; πῶς δὲ σπαργανῶ σπαργανοῦντα, πᾶσαν τὴν γῆν ὁμίχλῃ; ἐβόα, ἡ Πάναγνος Δέσποινα, ἣν ἐν πίστει μεγαλύνομεν.

ΧΡΙΣΤΟΥΓΕΝΝΑ ΚΑΛΑΝΤΑ ΚΡΗΤΗΣ

ΜΟΝΑΣ ΚΑΤΟΙΚΗΣΑΣΑ, ΤΑΣ ΟΥΡΑΝΙΟΥΣ ΕΝΔΟΞΕ

Μονὰς κατοικήσασα, τὰς οὐρανίους ἔνδοξε, νῦν τρυφῆς Παραδείσου, κατηξιώθης σαφῶς, μετὰ τῶν Παρθένων ὡς Μάρτυς, παναληθής, καὶ μετὰ Μαρτύρων, Παρθένος πανάμωμος, Εὐγενία παμμακάριστε.

Ἐφέσεως ἔτυχες, τῆς ὑπὲρ νοῦν καὶ ἔννοιαν, ὀρεκτῶν ἀκροτάτῳ, παρισταμένη φαιδρῶς, καὶ ταῖς φωτοβόλοις ἀκτῖσι, τῆς ἀρχικῆς, Τριάδος θεόφρον, σαφῶς διαλάμπουσα, Εὐγενία παμμακάριστε.

Λαμπάδα κατέχουσα, τῆς παρθενίας ἔνδοξε, τῶν Μαρτύρων στεφάνῳ, κατακεκόσμησαι, καὶ νῦν δυσωποῦσα μὴ παύσῃ, τοὺς εὐσεβῶς, πόθῳ σε τιμῶντας, σωθῆναι πρεσβείαις σου, Εὐγενία παναοίδιμε.

Πρὸς θείαν ἐξῆλθες νῦν, ἀναψυχὴν πανάριστε, αἰκισμῶν διελθοῦσα, τὸ πῦρ τὸ ἄστεκτον, καὶ τὸ ἀνυπόστατον ὕδωρ, τῶν πειρασμῶν, Μάρτυς Εὐγενία, Χριστὸν οὖν δυσώπησον, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΙΚΟΣ ΤΟΥ ΠΑΝΤΟΥΡΓΟΥ, ΕΔΕΙΧΘΗΣ Ω ΠΑΡΘΕΝΕ

Οἶκος τοῦ Παντουργοῦ, ἐδείχθης ὦ Παρθένε· ἐν σοὶ γὰρ ἐνοικήσας, ὁ Κύριος τῆς δόξης, τεχθῆναι νῦν προέρχεται.

Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Nέον ἐν Βηθλεέμ, παιδίον ἐκ Παρθένου, Θεὸς ὁ πρὸ αἰώνων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννᾶται, ὢ τοῦ θαύματος!

Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

Τάξεις αἱ νοεραί, Ἀγγέλων ἐν ὑψίστοις, Θεῷ μετὰ Ποιμένων, βοήσατε καὶ Μάγων, τῷ τικτομένῳ δόξα σοι.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέρτην.

ΚΑΛΑΝΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΚΑΛΑΝΤΑ

ΚΡΗΤΙΚΑ ΚΑΛΑΝΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

Ω ΜΑΚΑΡΙΣΤΗ, ΤΗΣ ΘΕΟΠΑΙΔΟΣ ΚΟΙΛΙΑ

Ὢ μακαριστή, τῆς θεόπαιδος κοιλία, ἥτις νοητῶς, οὐρανοῦ μείζων ἐδείχθη! ὃν οὐ χωρεῖ γὰρ οὗτος, σὺ κατέχεις βαστάζουσα. Ὢ μακαριστοὶ μαστοὶ Παρθένου, οὕσπερ θηλάσειεν ὁ τρέφων, πνοὴν ἅπασαν, Χριστὸς ὁ μήτρᾳ σάρξ παγείς, ἀνάνδρου Νεάνιδος.

Ο ΦΩΣ ΟΙΚΩΝ ΑΠΡΟΣΙΤΟΝ....

Ὁ φῶς οἰκῶν ἀπρόσιτον, καὶ συνέχων τὰ πάντα, δι' εὐσπλαγχνίαν ἄφατον, ἐκ Παρθένου γεννᾶται, καὶ σπαργανοῦται ὡς βρέφος, ἐν Σπηλαίῳ καὶ φάτνῃ, ἀλόγων ἀνακλίνεται· σπεύσωμεν ἐπιστῆναι, ἐν Βηθλεέμ, εἰς αὐτοῦ προσκύνησιν μετὰ Μάγων, καρποὺς ἀρίστων πράξεων, κομιοῦντες ὡς δῶρα.

ΤΑ ΣΠΑΡΓΑΝΑ ΓΙΑ ΤΟ ΧΡΙΣΤΟ....

Ελάτε εδώ γειτόνισσες
Και εσείς γειτονοπούλες,
Τα σπάργανα να φτιάξουμε
και το Χριστό ν΄ αλλάξουμε.

Τα σπάργανα για το Χριστό,
Ελάτε όλες σας εδώ.(δις)

Να πάμε να γυρίσουμε
Και βάγια να σκορπίσουμε .
Να βρούμε και την Παναγιά
οπού μας φέρνει τη χαρά.

Τα σπάργανα για το Χριστό,
ελάτε όλες σας εδώ.(δις)

Κοιμάται στα τριαντάφυλλα,
γεννιέται μες στα λούλουδα.
Γεννιέται μες στα λούλουδα ,
κοιμάται στα τριαντάφυλλα.

Τα σπάργανα για το Χριστό,
ελάτε όλες σας εδώ.
Τα σπάργανα να φτιάξουμε
και το Χριστό ν΄ αλλάξουμε.

Ω ΤΩΝ ΥΠΕΡ ΝΟΥΝ

Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι' εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.

Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος, ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον, οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.

Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο.

ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες, λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.

ΧΡΙΣΤΟΥΓΕΝΝΑ ΠΡΩΤΟΥΓΕΝΝΑ

Χριστούγεννα , Πρωτούγεννα , πρώτη γιορτή του χρόνου,
για βγάτε , δέτε , μάθετε , πως ο Χριστός γεννάται .
Γεννάται κι αναθρέφεται με μέλι και με γάλα ,
το μέλι τρων οι άρχοντες , το γάλα οι αφεντάδες
και το μελισσοβότανο να νίβοντ' οι κυράδες!
Κυρά ψηλή ,κυρά λιγνή , κυρά γαϊτανοφρύδα ,
κυρά μου οτάν στολίζεσαι να πας στην εκκλησιά σου ,
βάνεις τον ήλιο πρόσωπο και το φεγγάρι αγκάλη
και τον καθάριο αυγερινό τον βάζεις δακτυλίδι .
Εμείς εδώ δεν ήρθαμε να φάμε και να πιούμε,
παρά σας αγαπούσαμε κι ηρθαμε να σας δούμε !
Δώστε μας και τον κόκκορα , δώστε μας και την κότα !
Δώστε μας και πέντ' έξι αυγά , να πάμε σ΄ άλλη πόρτα!

ΚΑΛΑΝΤΑ ΧΡΙΣΤΟΥΓΕΝΝΙΑΤΙΚΑ

ΥΜΝΟΝ ΠΙΣΤΟΙ ΠΡΟΣΑΞΩΜΕΝ

Ὕμνον πιστοὶ προσάξωμεν, τῇ Παρθένῳ Mαρίᾳ· ἰδοὺ γὰρ νῦν προέρχεται, Βηθλεὲμ ἐν τῇ πολει, τεκεῖν Χριστὸν τὸν Σωτῆρα· ὅθεν Μάγοι σὺν δώροις, μετὰ ἀστέρος δράμετε, σὺν ἡμῖν προσκυνῆσαι, Ποιμένες δέ, ἐκβοῆσαι σπεύσατε σὺν Ἀγγέλοις, τῷ τικτομένῳ· Δόξα σοι, ἐν σπηλαίῳ καὶ φάτνῃ.

ΟΥΔΕΝ ΕΔΕΙΧΘΗ

Οὐδὲν ἐδείχθη κώλυμα, πρὸς τελείους ἀγῶνας, τὸ ἀσθενὲς τοῦ θήλεος ἀοράτῳ σου σθένει, Χριστὲ ῥωννύμενον· ὅθεν, Εὐγενία ἡ Μάρτυς, γενναίως ὑπερήθλησεν, ἧς τὴν ἔνδοξον μνήμην, συνῆψας νῦν, τῇ σεπτῇ Γεννήσει σου καὶ φωσφόρῳ, ἣν κατεδέξω Δέσποτα, ἐκ Παρθένου Ἁγίας.

ΑΦΡΑΣΤΟΝ ΘΑΥΜΑ

«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογος, φάτνῃ πενιχρᾷ, βρέφος ἀνακέκλιται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ».

Τέτρωται πλάνος, ἐχθρὸς Θεὸν βρέφος κείμενον, ἐπὶ φάτνης, βλέπων πενιχρᾶς, καὶ στένει χειρί, θείᾳ καθαιρούμενος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Ὄλβιος φάτνη! ἐν ἑαυτῇ δεξαμένη γάρ, ὥσπερ βρέφος, τὸν Δημιουργόν, ὡς χερουβικὸς θρόνος ἀναδείκνυται, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Νόμῳ βροτείῳ, τὴν ἐν σπαργάνοις κατάθεσιν, καταδέχῃ, βρέφος πεφηνώς, δι' ὧν τοὺς δεσμούς, λύεις τῶν πταισμάτων μου, ἐλευθερίαν βραβεύων τοῖς βοῶσι· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Μία ὑπῆρχεν, ἡ ἐν ἀνάρχῳ γεννήσει σου, καὶ ἐν τόκῳ, τῷ μετὰ σαρκός, Θεότης Χριστέ, σὺν Πατρὶ καὶ Πνεύματι, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

ΚΑΛΑΝΤΑ....

ΜΗ ΕΚΘΑΜΒΗ ΝΥΝ Ω ΜΗΤΕΡ, ΚΑΘΟΡΩΣΑ ΩΣ ΒΡΕΦΟΣ

«Μὴ ἐκθαμβῇ νῦν ὦ Μῆτερ, καθορῶσα ὡς βρέφος, ὃν ἐκ γαστρὸς πρὸ Ἑωσφόρου, τέτοκε Πατήρ· ἀναστῆσαι γὰρ καὶ συνδοξάσαι βροτῶν, πεπτωκυῖαν τὴν φύσιν, ἐλήλυθα σαφῶς, τὴν ἐν πίστει καὶ πόθῳ, σὲ μεγαλύνουσαν».

Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὰς ὠδῖνας φυγοῦσα, ὑπερφυῶς ἐμακαρίσθην, Ἄναρχε Υἱέ· σὲ δὲ νῦν ὁρῶσα, Ἡρῴδην φεύγοντα, τῇ ῥομφαίᾳ τῆς λύπης, σπαράττομαι ψυχήν· ἀλλὰ ζῆθι καὶ σῷζε τοὺς σὲ γεραίροντας.

Γῆς μὲν ἐπέβην Αἰγύπτου, ἀλλ' Αἰγύπτου ὦ Μῆτερ, τὰ χειροποίητα κατέβαλον σεισμῷ, τὴν ψυχὴν δέ μου μάτην, ἐπιζητούντων ἐχθρῶν, πεμπομένων εἰς ᾍδην, ὡς μόνος κραταιός, ἐπανήξω, καὶ σώσω, τοὺς σὲ γεραίροντας.

Ἀγαλλιάσθω ἡ κτίσις· κτίζεται γὰρ ὁ Κτίστης, καὶ ὁ προὼν νῦν πρόσφατος, γνωρίζεται Θεός, μετὰ δώρων Μάγοι προσυπαντάτωσαν, οἱ Ποιμένες τὸ θαῦμα, κροτείτωσαν πιστῶς, καὶ βροτοὶ τοῖς, Ἀγγέλοις, συνευφραινέσθωσαν.

ΕΚΣΤΗΘΙ ΦΡΙΤΤΩΝ ΟΥΡΑΝΕ....

«Ἔκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ σπαργάνοις συμπλέκεται, ὁ πάντα φέρων δρακί, καὶ φάτνῃ σμικρᾷ ξενοδοχεῖται· ὅν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Λέλυται δέσμιος Ἀδάμ, ἐλευθερία τε, πᾶσι δέδοται πιστοῖς, σπαργάνοις Σωτὴρ ἐμπλακέντος σου, καὶ ἐν Σπηλαίῳ σμικρῶ, καὶ φάτνῃ τῶν ἀλόγων τεθέντος· διὸ σοι γεγηθότες, προεόρτιον ὕμνον, ἐν τῇ σῇ γεννήσει, προσφέρομεν ἐν πίστει.

Πέπαυται πλάνη Περσική· Ἀστεροσκόποι γάρ, Βασιλεῖς ἀνατολῶν, τεχθέντι δῶρα προσκομίζουσι, Χριστῷ τῷ παμβασιλεῖ, χρυσόν τε καὶ σμύρναν σὺν λιβάνῳ· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὢ τῶν θαυμάτων τῶν καινῶν! ὢ ἀγαθότητος, καὶ ἀπείρου ἀνοχῆς! ἰδοὺ γὰρ ὡς βρέφος λογίζεται, ὁ ἐν ὑψίστοις οἰκῶν, καὶ φεύγει Θεός, θέλων Ἡρῴδην· ὃν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΧΡΙΣΤΟΥ ΤΗ ΘΕΙΑ ΓΕΝΝΗΣΗ

Καλήν εσπέραν άρχοντες αν είναι ορισμός σας.
Χριστού τη Θεία Γέννηση να πω στ'αρχοντικό σας.
Χριστός γεννάται σήμερον εν Βηθλεέμ τη πόλει
οι ουρανοί αγάλλονται, χαίρετ' η φύσις όλη.
Κερά καμαροτράχηλη και φεγγαρο μαγούλα
όπου τον έχεις τον υγιό το μόσχο κανακάρη,
λούζεις τον και χτενίζεις τον και στο σχολειό τον πέμπει:
κι ο δάσκαλος τον έδειρε μ' ένα χρυσό βεργάλι.
Και η κυρά δασκάλισσα με το μαργαριτάρι
είπαμε δα για την κερά ας πούμε για τη βάγια.
Άψε βαγίτσα το κερί, άψε και το λυχνάρι
και κάτσε και ντουχιούντιζε ίντα θα μας εβγάλεις
για απάκι για λουκάνικο για χοιρινό κομμάτι
κι από τον πύρο του βουτσιού να πιούμε μια γεμάτη.
Κι από τη μαύρη όρνιθα κανένα αυγουλάκι
κι αν το' κάνε η γαλανή ας είναι ζευγαράκι.
Κι από το πιθαράκι σου ένα κουρούπι λάδι
κι αν είναι κι ακροπλιάτερο βαστούμε και τ' ασκάκι.
Φέρε πανιέρι κάστανα, πανιέρι λεπτοκάρυα
και φέρε και γλυκό κρασί να πιουν τα παλικάρια.
Κι αν είναι με το θέλημα άσπρη μου περιστέρα
ανοίξετε την πόρτα σας να πούμε «καλησπέρα».

ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΕΥΓΕΝΙΑΣ...

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας.



Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ.
Στίχοι
Στεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία,
Bαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους.
Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται.
Στίχοι
Τὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει,
Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται.
Στίχοι
Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης,
Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται.
Στίχοι
Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει,
Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται.
Στίχοι
Πᾶν Ἀχαϊκὸς ἐκβαλὼν ψυχῆς ἄχος,
Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀντίοχος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἀντιόχῳ βδέλυγμα τύρβαι τοῦ βίου,
Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.

Οἱ Ὅσιοι Bιτιμίων καὶ Ἀφροδίσιος, ἐν εἰρήνῃ τελειοῦνται.

Ὁ ἅγιος νεομάρτυς Ἀχμὲτ ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1682, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς

ΧΡΙΣΤΟΣ ΓΕΝΝΙΕΤΑΙ, ΧΑΡΑ ΣΤΟΝ ΚΟΣΜΟ, ΧΑΡΑ ΣΤΟΝ ΚΟΣΜΟ, ΣΤΑ ΠΑΛΙΚΑΡΙΑ

Χριστός γεννιέται, χαρά στον κόσμο,
χαρά στον κόσμο, στα παλικάρια.

Σαράντα μέρες, σαράντα νύχτες,
η Παναγιά μας κοιλοπονούσε.

Κοιλοπονούσε, παρακαλούσε,
τους αρχαγγέλους, τους ιεράρχες.

-Σεις αρχάγγελοι και ιεράρχες, στη Σμύρνη πηγαίνετε, μαμές να φέρτε.
Αγία Μαρίνα, Αγία Κατερίνα, στη Σμύρνη πάνε, μαμές να φέρουν.

'Oσο να πάνε κι όσο να έρθουν, η Παναγιά μας ελυτρώθη,
στην κούνια το ΄βάλαν και το κουνούσαν, και το κουνούσαν, το τραγουδούσαν.

Σαν ήλιος λάμπει, σα νιο φεγγάρι, σα νιο φεγγάρι, το παλικάρι,
φέγγει σε τούτον το νοικοκύρη, με τα καλά του, με τα παιδιά του, με την καλή τη νοικοκυρά του...

ΚΑΛΗΝ ΗΜΕΡΑΝ ΑΡΧΟΝΤΕΣ....

Καλήν ημέραν άρχοντες
αν είναι ο ορισμός σας
Χριστού τη θεία γέννηση
να πω στ' αρχοντικό σας.

Χριστός γεννάται σήμερον
εν Βηθλεέμ τη πόλη
οι ουρανοί αγάλλονται
χαίρει η φύσις όλη.

Εν τω σπηλαίω τίκτεται
εν φάτνη των αλόγων
ο Βασιλεύς των ουρανών
και ποιητής των όλων.

Μες στο σχολείο μας αυτό
πέτρες να μη ραγίσουν
κι οι δάσκαλοι κι οι μαθητές
χρόνια πολλά να ζήσουν.

Πλήθος αγγέλων ψάλλουσι
το δο- το δόξα εν υψίστοις
και τούτο άξιον εστί
η των η των ποιμένων πίστις.

Εκ της Περσίας έρχονται
τρεις μά- τρεις μάγοι με τα δώρα
άστρο λαμπρό τους οδηγεί
χωρίς χωρίς να λείψει ώρα

Έφτασαν εις Ιερουσαλήμ
με πο- με πόθον ερωτώσι
που εγεννήθει ο Χριστός
να πα- να παν' να τον ευρώσι

Δια χριστόν ως ήκουσεν
ο βα- ο βασιλεύς Ηρώδης
αμέσως εταράχθηκε
κι εγι- κι έγινε θηριώδης

Ότι πολλά φοβήθηκε
δια την, δια την βασιλείαν
μην του την πάρει ο Χριστός
και χα- και χάσει την αξίαν.

ΩΡΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ

ΩΡΑ ΠΡΩΤΗ

Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Τρισαγίου. Εἶτα τό, Δεῦτε προσκυvήσωμεν, γ' καὶ Στιχολογοῦμεν τοὺς ἐφεξῆς τρεῖς Ψαλμούς.

Ψαλμὸς Ε' (5)
Tὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῆς κραυγῆς μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι Κύριε.Τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος , οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτοὺς ὁ Θεὸς. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν, ἔξωσον αὐτοὺς ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ· εἰς αἰῶνα ἀγαλλιάσονται καὶ κατασκηνώσεις ἐν αὐτοῖς· καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου. Ὅτι σὺ εὐλογήσεις δίκαιον· Κύριε ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.

Ψαλμὸς ΜΔ' (44)
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ Βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατὲ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινε, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, Δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτὸς ἐστι Κύριός σου καὶ προσκυνήσεις αὐτῷ. Καὶ θυγάτηρ Τύρου ἐν δώροις· τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Πᾶσα ἡ δόξα αὐτῆς τῆς θυγατρὸς βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς, περιβεβλημένη, πεποικιλμένη. Ἀπενεχθήσονται τῷ βασιλεῖ Παρθένοι ὀπίσω αὐτῆς αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν Βασιλέως. Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι οἱ υἱοὶ σου, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμὸς ΜΕ' (45)
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν Πόλιν τοῦ Θεοῦ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος. Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακὼβ. Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει καὶ συνθλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρὶ. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγὼ εἰμι ὁ Θεὸς· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν ὑψωθήσομαι ἐν τῇ γῇ. Κύριος τῶν δυνάμεων μεθ' ἡμῶν ἀντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακὼβ.

Δόξα... Kαὶ νῦν... Ἀλληλούϊα, γ'
Kύριε ἐλέησον, γ'
Εἶτα, Δόξα... καὶ τὸ Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸv παλάτιοv, τὸ Σπήλαιοv τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶv πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Τὶ σε καλέσωμεν, ὦ Κεχαριτωμένη; Οὐρανόν, ὅτι ἀνέτειλας τὸν Ἥλιον τῆς δικαιοσύνης· Παράδεισον, ὅτι ἐβλάστησας τὸ ἄνθος τῆς ἀφθαρσίας· Παρθένον, ὅτι ἔμεινας ἄφθορος· ἁγνὴν Μητέρα, ὅτι ἔσχες σαῖς ἁγίαις ἀγκάλαις υἱόν, τὸν πάντων Θεόν. Αὐτὸv ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα

Ἦχος πλ. δ' Ποίημα Σωφρονίου
Πατριάρχου Ἱεροσολύμων
Βηθλεὲμ ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς, καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.

Δίς, ἄνευ στίχου. Εἶτα

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἦχος γ'
Νῦν προφητικὴ πρόρρησις, πληρωθῆναι ἐπείγεται, μυστικῶς ἡ φάσκουσα· Καὶ σὺ Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ὑπάρχεις ἐλαχίστη ἐν τοῖς Ἡγεμόσι, προευτρεπίζουσα τὸ σπήλαιον· ἐκ σοῦ γὰρ μοι ἐξελεύσεται, ἡγούμενος τῶv Ἐθvῶν διὰ σαρκός, ἐκ Παρθένου Κόρης Χριστὸς ὁ Θεός, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ, τὸv νέοv Ἰσραήλ. Δῶμεν αὐτῷ ἅπαντες μεγαλωσύνην.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

Πάλιν τὸ αὐτο.

Εἶτα Δόξα... Ἦχος πλ. δ'
Τάδε λέγει Ἰωσὴφ πρὸς τὴν Παρθέvον· Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀπορῶ καὶ ἐξίσταμαι, καὶ τὸν νοῦν καταπλήττομαι! Λάθρα τοίνυν ἀπ' ἐμοῦ, γενοῦ ἐν τάχει. Μαρία, τὶ τὸ δρᾶμα τοῦτο, ὃ ἐν σοὶ τεθέαμαι; ἀντὶ τιμῆς αἰσχύνηv, ἀντ' εὐφροσύνης, τὴν λύπην, ἀντὶ τοῦ ἐπαινεῖσθαι, τὸν ψόγον μοι προσήγαγες. Οὐκ ἔτι φέρω λοιπόν, τὸ ὄνειδος ἀνθρώπων· ὑπὸ γὰρ Ἱερέων ἐκ τοῦ ναοῦ, ὡς ἄμεμπτον Κυρίου σὲ παρέλαβον· καὶ τὶ τὸ ὁρώμενον;

Καὶ νῦν... τὸ αὐτὸ

Καὶ εὐθὺς τὸ Προκείμενον τῆς Προφητείας. Ἦχος δ'
Κύριος εἶπε πρὸς με· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
Στίχ. Αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι Ἔθνη τὴν κληρονομίαν σου.

Προφητείας Μιχαίου τὸ Ἀνάγνωσμα
(Κεφ. 5,1-3)
Tάδε λέγει Κύριος· Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ μὴ ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς, ἐξ ἡμερῶν αἰῶνος. Διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης, τέξεται· καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτοῦ ἐπιστρέψουσιν ἐπὶ τοὺς υἱοὺς Ἰσραὴλ. Καὶ στήσεται, καὶ ὄψεται, καὶ ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ ἐν ἰσχύϊ Κύριος, καὶ ἐν τῇ δόξῃ τοῦ ὀνόματος Κυρίου τοῦ Θεοῦ αὐτοῦ ὑπάρξουσι· διότι νῦν μεγαλυνθήσονται ἕως ἄκρων τῆς γῆς.

Ὁ Ἀπόστολος

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα (Κεφ. 1,1-12)
Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς Προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, δι' ἑαυτοῦ καθαρισμὸν ποιησάμενος τῶν ἁμαρτιῶν ἡμῶν, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς. Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὄσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Τίνι γὰρ εἶπὲ ποτε τῶν Ἀγγέλων· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πάλιν· Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν; Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· καὶ προσκυνησάτωσαν αὐτῷ πάντες Ἄγγελοι Θεοῦ. Καὶ πρὸς μὲν τοὺς Ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου, ὁ Θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Καί, Σὺ κατ' ἀρχάς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.

Εὐαγγέλιον κατὰ Ματθαῖον
(Κεφ. 1,18-25)
Τοῦ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν· μνηστευθείσης γὰρ τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτούς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος Ἁγίου. Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς δίκαιος ὤν, καὶ μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν. Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος, ἰδού, ἄγγελος Κυρίου κατ' ὄναρ ἐφάνη αὐτῷ, λέγων· Ἰωσήφ, υἱὸς Δαβίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν Ἁγίου, τέξεται δὲ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου λέγοντος· Ἰδού, ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὃ ἐστι μεθερμηνευόμενον· Μεθ' ἡμῶν ὁ Θεός. Διεγερθεὶς δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος Κυρίου, καὶ παρέλαβε τὴν γυναίκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ ΙΗΣΟΥΝ.

Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης
Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου.
Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

Τὸ Τρισάγιον
Παναγία Τριάς. Πάτερ ἡμῶν

Εἶτα τὸ Κοντάκιον
H παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Τό, Κύριε ἐλέησον μ'. Ὁ ἐν παντὶ καιρῷ...

Δόξα... Καὶ νύν... Τὴν Τιμιωτέραν... Ἐν ὀνόματι Κυρίου... Ὁ Θεὸς οἰκτειρῆσαι ἡμᾶς...

Καὶ ἡ Εὐχὴ
Χριστέ, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον καὶ ἁγιάζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, σημειωθήτω ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, ἵνα ἐν αὐτῷ ὀψώμεθα φῶς τὸ ἀπρόσιτον· καὶ κατεύθυνον τὰ διαβήματα ἡμῶν πρὸς ἐργασίαν τὼν ἐντολῶν σου, πρεσβείαις τῆς παναχράντου σου Μητρός, καὶ πάντων σου τῶν ἁγίων. Ἀμήν.

ΩΡΑ ΤΡΙΤΗ

Τό, Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν.

Τό, Κύριε ἐλέησον, ιβ'. Τό, Δεῦτε προσκυνήσωμεν, γ'. Εἶτα τοὺς ἐφεξῆς τρεῖς ψαλμούς.

Ψαλμὸς ΞΣΤ' (66)
Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν Ἔθνη ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι καὶ Ἔθνη ἐν τῇ γῇ ὁδηγήσεις. Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες· γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς. Εὐλογήσαι ἡμᾶς ὁ Θεὸς, ὁ Θεὸς ἡμῶν· εὐλογήσαι ἡμᾶς, ὁ Θεὸς, καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.

Ψαλμὸς ΠΣΤ' (86)
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακὼβ. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ Πόλις τοῦ Θεοῦ. Μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσί με. Καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων οὗτοι ἐγενήθησαν ἐκεῖ. Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος· καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοὶ.

Ψαλμὸς Ν' (50)
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντὸς
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει
Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλημ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα, τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Kαὶ νῦν... Ἀλληλούϊα, γ'
Kύριε ἐλέησον, γ'
Εἶτα, Δόξα... καὶ τὸ Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα. Ἦχος πλ. β'
Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν, ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ τοῖς ἀνθρώποις συναναστραφείς. Φάτνῃ πενιχρᾷ Υἱὸς μονογενής, κείμενος ὁρᾶται βροτός· καὶ σπαργάνοις πλέκεται, ὁ τῆς δόξης Κύριος, καὶ Μάγους ἀστὴρ μηνύει, εἰς αὐτοῦ προσκύνησιν, καὶ ἡμεῖς μελῳδοῦμεν·Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἠμών.

Δίς, ἄνευ Στίχου.

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἦχος πλ. δ'
Πρὸ τῆς Γεννήσεως τῆς σῆς, τρόμῳ ὁρῶσαι τὸ μυστήριον Κύριε, αἱ νοεραὶ στρατιαὶ κατεπλήττοντο· ὡς γὰρ βρέφος νηπιάσαι ηὐδόκησας, ὁ τὸν πόλον κοσμήσας τοῖς ἀστράσι· καὶ φάτνῃ τὼν ἀλόγων ἀνακέκλισαι, ὁ δρακὶ συνέχων πάντα γῆς τὰ πέρατα· τοιαύτῃ γὰρ οἰκονομίᾳ, ἐγνώσθη σου ἡ εὐσπλαγχνία. Χριστέ, τὸ μέγα ἔλεος, δόξα σοι.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

Πάλιν τὸ αὐτὸ

Εἶτα Δόξα... Ἦχος γ'
Ἰωσήφ, εἰπὲ ἡμῖν, πῶς ἐκ τὼν ἁγίων ἣν παρέλαβες Κόρην, ἔγκυον φέρεις ἐν Βηθλεέμ; Ἐγὼ φησι, τοὺς Προφήτας ἐρευνήσας, καὶ χρηματισθεὶς ὑπὸ Ἀγγέλου, πέπεισμαι, ὅτι Θεὸν γεννήσει ἡ Μαρία ἀνερμηνεύτως· οὗ εἰς προσκύνησιν, Μάγοι ἐξ Ἀνατολῶν ἥξουσι, σὺν δώροις τιμίοις λατρεύοντες. Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Κύριε, δόξα σοι.

Καὶ νῦν... Πάλιν τὸ αὐτὸ

Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας Ἦχος δ'
Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, Υἱὸς καὶ ἐδόθη ἡμῖν.
Στίχ. Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.

Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα

(Βαροὺχ 3,36-38 & 4,1-4)
Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν. Ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ δὲ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ καὶ ὁ νόμος ὁ ὑπάρχων εἰς τὸν αἰῶνα· πάντες οἱ κρατοῦντες αὐτήν, εἰς ζωὴν· οἱ δὲ καταλείποντες αὐτὴν ἀποθανοῦνται. Ἐπιστρέφου Ἰακὼβ καὶ ἐπιλαβοῦ αὐτῆς· διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς. Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Μακάριοί ἐσμεν Ἰσραὴλ· ὅτι τὰ ἀρεστὰ τῷ Θεῷ ἡμῖν γνωστὰ ἐστιν.

Ὁ Ἀπόστολος

Πρὸς Γαλάτας ἐπιστολῆς Παύλου
τὸ Ἀναγνωσμα (Κεφ. 3,23-29)
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. Ἐλθούσης δὲ τῆς Πίστεως, οὐκ ἔτι ὑπὸ παιδαγωγὸν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ. Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην· οὐκ ἔνι δοῦλος, οὐδὲ ἐλεύθερος· οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, καὶ κατ' ἐπαγγελίαν κληρονόμοι.

Εὐαγγέλιον κατὰ Λουκᾶν.
(Κεφ. 2,1-20)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθε δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. Αὕτη ἡ ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου. Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἰδίαν πόλιν. Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἀπὸ τῆς Γαλιλαίας, ἐκ πόλεως Ναζαρέθ, εἰς τὴν Ἰουδαίαν, εἰς πόλιν Δαβίδ, ἥτις καλεῖται Βηθλεέμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβίδ, ἀπογράψασθαι σὺν Μαριὰμ τῇ μεμνηστευμένῃ αὐτῷ γυναικί, οὔσῃ ἐγκύῳ. Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν, καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα Κυρίου περιέλαμψεν αὐτούς. Καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος· Μὴ φοβεῖσθε· ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ. Ὄτι ἐτέχθη ὑμῖν σήμερον Σωτήρ, ὃς ἐστι Χριστὸς Κύριος, ἐν πόλει Δαβίδ. Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, εὑρήσετε βρέφος ἐσπαργανωμένον, κείμενον ἐν τῇ φάτνῃ. Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν Θεόν, καὶ λεγόντων· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καὶ οἱ ἄνθρωποι οἱ ποιμένες εἶπον πρὸς ἀλλήλους· Διέλθωμεν δὴ ἕως Βηθλεέμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς ὃ ὁ Κύριος ἐγνώρισεν ἡμῖν. Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦρον, τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος κείμενον ἐν τῇ φάτνῃ. Ἰδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς περὶ τοῦ παιδίου τούτου. Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν Ποιμένων πρὸς αὐτούς, ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ἐπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.

Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης

Κύριος ὁ Θεὸς εὐλογητός, εὐλογητὸς Κύριος ἡμέραν καθ' ἡμέραν· κατευοδώσαι ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σῴζειν.

Τὸ Τρισάγιον
Παναγία Τριάς. Πάτερ ἡμῶν

Εἶτα τὸ Κοντάκιον
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως . Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα· δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Τό, Κύριε ἐλέησον μ'. Ὁ ἐν παντὶ καιρῶ...

Δόξα... Καὶ νύν... Τὴν Τιμιωτέραν... Ἐν ὀνόματι Κυρίου... Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς...

Καὶ ἡ Εὐχὴ
Δέσποτα Θεέ, Πάτερ Παντοκράτορ, Κύριε, Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα, μία Θεότης, μία Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλόν σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΩΡΑ ΕΚΤΗ

Ἐπισυνάπτομεν καὶ τὴν Ἕκτην Ὥραν, λέγοντες εὐθύς. Δεῦτε προσκυνήσωμεν, τρίς. Εἶτα τοὺς Ψαλμούς.

Ψαλμὸς ΟΑ' (71)
Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῶ τοῦ Βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου καὶ οἱ βουνοὶ δικαιοσύνην. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων καὶ ταπεινώσει συκοφάντην. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης γενεᾶς γενεῶν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν. Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης ἕως οὐ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσοίσουσι· Βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι· Καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ Βασιλεῖς τῆς γῆς, πάντα τὰ Ἔθνη δουλεύσουσιν αὐτῷ. Ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθὸς. Φείσεται πτωχοῦ καὶ πένητος καὶ ψυχὰς πενήτων σώσει. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν. Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας, καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντὸς· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτὸν. Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρων τῶν ὀρέων· ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ Ἔθνη μακαριοῦσιν αὐτὸν. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.


Ψαλμὸς ΡΛΑ' (131)
Μνήσθητι Κύριε τοῦ Δαυῒδ καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ ηὔξατο τῷ Θεῷ Ἰακὼβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακὼβ. Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾶ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ εἶ καὶ ἡ Κιβωτὸς τοῦ ἁγιάσματός σου. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. Ἕνεκεν Δαυΐδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ὤμοσεν Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτοὺς καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτὴν. Τὴν θύραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου. Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

Ψαλμός (90)
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ, καὶ καταφυγή μου ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτὸν. Ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισεν καὶ ῥύσομαι αὐτὸν· σκεπάσω αὐτὸν ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ· μετ' αὐτοῦ εἰμι ἐν θλίψει, ἐξελοῦμαι καὶ δοξάσω αὐτὸν.
Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.
Δόξα... Kαὶ νῦν... Ἀλληλούϊα, γ'
Kύριε ἐλέησον, γ'
Εἶτα, Δόξα... καὶ τὸ Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν... Θεοτοκίον
Ὅτι οὐκ ἔχομεν παρρησίαν διὰ τὰ πολλὰ ἠμῶν ἁμαρτήματα, σὺ τὸν ἐκ σοῦ γεννηθέντα δυσώπησον, Θεοτόκε Παρθένε· πολλὰ γὰρ ἰσχύει δέησις Μητρὸς πρὸς εὐμένειαν Δεσπότου. Μὴ παρίδῃς ἁμαρτωλὼν ἱκεσίας ἡ πάνσεμνος, ὅτι ἐλεήμων ἐστί, καὶ σῴζειν δυνάμενος, ὁ καὶ παθεῖν ὑπὲρ ἡμῶν καταδεξάμενος.

Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα
Ἦχος α'
Δεῦτε πιστοὶ ἐπαρθῶμεν ἐνθέως, καὶ κατίδωμεν συγκατάβασιν θεϊκὴν ἄνωθεν, ἐν Βηθλεὲμ πρὸς ἡμᾶς ἐμφανῶς· καὶ νοῦν καθαρθέντες, τῷ βίῳ προσενέγκωμεν, ἀρετάς ἀντὶ μύρου, προευτρεπίζοντες πιστῶς, τῶν Γενεθλίων τὰς εἰσόδους, ἐπὶ τῶν ψυχικῶν θησαυρισμάτων, κράζοντες· Ἐν ὑψίστοις δόξα, Θεῷ τῷ ἐν Τριάδι, δι' οὗ ἐν ἀνθρώποις εὐδοκία ἐπεφάνη, τὸν Ἀδὰμ ἐκλυτρώσασθαι, τῆς ἀρχεγόνου ἀρᾶς ὡς Φιλάνθρωπος.

Δίς, ἄνευ Στίχου.

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἦχος δ'
Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· σαλευθήτω τὰ θεμέλια, ἐπιλαβέτω τρόμος τὰ καταχθόνια· ὅτι ὁ Θεός τε καὶ Κτίστης, σαρκὸς εἰσέδυ πλάσιν· καὶ ὁ κραταιᾷ κτίσας χειρὶ τὴν κτίσιν, σπλάγχνον ὁρᾶται πλάσματος. Ὢ βάθος πλούτου, καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

Πάλιν τὸ αὐτὸ

Εἶτα. Δοξα... Ἦχος πλ. α'
Δεῦτε χριστοφόροι λαοὶ κατίδωμεν, θαῦμα πᾶσαν ἔννοιαν, ἐκπλῆττον καὶ συνέχον καὶ εὐσεβῶς προσκυνοῦντες, πίστει ἀνυμνήσωμεν. Σήμερον πρὸς Βηθλεέμ, ἐγκυμονοῦσα Κόρη παραγίνεται, τοῦ γεννῆσαι τὸν Κύριον· χοροὶ δέ, Ἀγγέλων προτρέχουσι. Καὶ ταῦτα βλέπων ἐβόα, Ἰωσὴφ ὁ Μνήστωρ· Τὶ τὸ ἐν σοὶ ξένον μυστήριον Παρθένε; καὶ πῶς μέλλεις λοχεῦσαι, ἡ ἀπειρόζυγος Δάμαλις;

Καὶ νῦν... πάλιν τὸ αὐτό.

Καὶ εὐθύς, Προκείμενον τῆς Προφητείας Ἦχος πλ. δ'
Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου. Κάθου ἐκ δεξιῶν μου.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 7,10-16, & 8,1-4, 8-10)
Προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ λέγων· Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου τοῦ Θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ· Οὐ μὴ αἰτήσω ουδ' οὐ μὴ πειράσω Κύριον· Καὶ εἶπεν(Ἡσαΐας)· Ἀκούσατε δὴ οἶκος Δαυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ἡμῖν σημεῖον. Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ. Βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθὸν. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθὸν. Καὶ εἶπεν Κύριος πρὸς με· Λάβε σεαυτῷ τόμον καινόν μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου. Τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ· Καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου· Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν υἱὸν· καὶ εἶπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ. Ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι Βασιλέως Ἀσσυρίων. Μεθ' ἡμῶν ὁ Θεὸς. Γνῶτε Ἔθνη καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε καὶ πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν ὅτι μεθ' ἡμῶν ὁ Θεὸς.

Ὁ Ἀπόστολος

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα (Κεφ.1,10-14 & 2,1-3)
Κατ' ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μὴ ποτε παραρρυῶμεν. Εἰ γὰρ ὁ δι᾽ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη.

Εὐαγγέλιον κατὰ Ματθαῖον
(Κεφ. 2,1-12)
Τοῦ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρῴδου τοῦ Βασιλέως· Ἰδού, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τόν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ Βασιλεὺς ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετ' αὐτοῦ. Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρ' αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται. Οἱ δὲ εἶπον αὐτῷ· Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου. Καὶ σύ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης, λάθρα καλέσας τοὺς μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος. Καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ Βασιλέως ἐπορεύθησαν· καὶ ἰδού, ὁ ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα. Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν. Καὶ χρηματισθέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

Εἶτα λέγει ὁ Ἀναγνώστης
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα· βοήθησον ἡμῖν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἔνεκεν τῆς δόξης τοῦ ὀνόματός σου. Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Τὸ Τρισάγιον
Παναγία Τριάς. Πάτερ ἡμῶν

Εἶτα τὸ Κοντάκιον
Ἡ Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Τό, Κύριε ἐλέησον μ'. Ὁ ἐν παντὶ καιρῷ...

Δόξα... Καὶ νύν... Τὴν Τιμιωτέραν... Ἐν ὀνόματι Κυρίου... Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς...

Καὶ ἡ Εὐχὴ
Θεέ, καὶ Κύριε τῶν δυνάμεων καὶ πάσης κτίσεως Δημιουργέ, ὁ διὰ σπλάγχνα ἀνεικάστου ἐλέους σου τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καταπέμψας ἐπὶ σωτηρίᾳ τοῦ γένους ἡμῶν, καὶ διὰ τοῦ τιμίου αὐτοῦ Σταυροῦ τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν διαρρήξας, καὶ θριαμβεύσας ἐν αὐτῷ τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ σκότους. Αὐτὸς Δέσποτα φιλάνθρωπε, πρόσδεξαι καὶ ἡμῶν τῶν ἁμαρτωλῶν τὰς εὐχαριστηρίους ταύτας, καὶ ἱκετηρίους ἐντεύξεις· καὶ ῥῦσαι ἡμᾶς ἀπὸ παντὸς ὀλεθρίου καὶ σκοτεινοῦ παραπτώματος, καὶ πάντων τῶν κακῶσαι ἡμᾶς ζητούντων ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν. Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας ἡμῶν, καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους, ἢ εἰς λογισμοὺς πονηρίας· ἀλλὰ τῷ πόθῳ σου τρῶσον ἡμῶν τὰς ψυχάς. Ἵνα διὰ παντὸς πρὸς σὲ ἀτενίζοντες, καὶ τῷ παρὰ σοῦ φωτὶ ὁδηγούμενοι, σὲ τὸ ἀπρόσιτον καὶ ἀΐδιον κατοπτεύοντες φῶς, ἀκατάπαυστόν σοι τὴν ἐξομολόγησιν, καὶ εὐχαριστίαν ἀναπέμπωμεν, τῷ ἀνάρχῳ Πατρί, σὺν τῷ μονογενεῖ σου Υἱῷ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΩΡΑ ΕΝΑΤΗ

Τό, Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν.

Τό, Κύριε ἐλέησον, ιβ'. Τό, Δεῦτε προσκυνήσωμεν, γ'. Εἶτα τοὺς ἐφεξῆς τρεῖς ψαλμούς.

Ψαλμὸς ΡΘ' (109)
Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ Κύριος ἐκ Σιὼν καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων σου. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε Κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ Βασιλεῖς. Κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα, συνθλάσει κεφαλὰς ἐπὶ γῆς πολλῶν. Ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλὴν.

Ψαλμὸς ΡΙ' (110)
Ἐξομολογήσομαί σοι Κύριε ἐν ὅλῃ καρδίᾳ μου, ἐν βουλῇ εὐθέων καὶ συναγωγῇ. Μεγάλα τὰ ἔργα Κυρίου ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ. Ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ· ἐλεήμων καὶ οἰκτίρμων ὁ Κύριος· τροφὴν ἔδωκε τοῖς φοβουμένοις αὐτὸν. Μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ· ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ τοῦ δοῦναι αὐτοῖς κληρονομίαν Ἐθνῶν· Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι. Λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ, ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ· ἅγιον καὶ φοβερὸν τὸ ὄνομα αὐτοῦ· Ἀρχὴ Σοφίας φόβος Κυρίου· σύνεσις δὲ, ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτὴν· ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Ψαλμὸς ΠΕ' (85)
Κλῖνον Κύριε τὸ οὖς σου καὶ ἐπάκουσόν μου ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ. Φύλαξον τὴν ψυχήν μου ὅτι ὅσιός εἰμι· σῶσον τὸν δοῦλόν σου ὁ Θεός μου τὸν ἐλπίζοντα ἐπὶ σὲ. Ἐλέησόν με Κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν· εὔφρανον τὴν ψυχὴν τοῦ δούλου σου ὅτι πρὸς σὲ Κύριε ἦρα τὴν ψυχήν μου. Ὅτι σὺ, Κύριε, χρηστὸς καὶ ἐπιεικὴς καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε. Ἐνώτισαι Κύριε τὴν προσευχήν μου καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου. Ἐν ἡμέρᾳ θλίψεώς μου ἐκέκραξα πρὸς σὲ, ὅτι επήκουσάς μου. Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου. Πάντα τὰ Ἔθνη ὅσα ἐποίησας ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε, καὶ δοξάσουσι τὸ ὄνομά σου. Ὅτι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια, σὺ εἶ Θεὸς μόνος. Ὁδήγησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ πορεύσομαι ἐν τῇ ἀληθείᾳ σου· εὐφρανθήτω ἡ καρδία μου τοῦ φοβεῖσθαι τὸ ὄνομά σου. Ἐξομολογήσομαί σοι, Κύριε ὁ Θεός μου, ἐν ὅλῃ καρδίᾳ μου καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα. Ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ, καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου. Ὁ Θεὸς, παράνομοι ἐπανέστησαν ἐπ' ἐμὲ καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου καὶ οὐ προέθεντό σε ἐνώπιον αὐτῶν. Καὶ σὺ, Κύριε, ὁ Θεὸς μου, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με· δὸς τὸ κράτος σου τῷ παιδί σου καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαθὸν καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνθήτωσαν· ὅτι σὺ Κύριε ἐβοήθησάς μοι καὶ παρεκάλεσάς με.

Δόξα... Kαὶ νῦν... Ἀλληλούϊα, γ'
Kύριε ἐλέησον, γ'
Εἶτα, Δόξα... καὶ τὸ Τροπάριον
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον, τὸ Σπήλαιον τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν,ἀναστήσων εἰκόνα.
Καὶ νῦν...
Ὁ δι' ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας Ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου· δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον· δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον.

Εἶτα ψάλλομεν τὰ παρόντα Ἰδιόμελα
Ἦχος βαρὺς
Ἐξεπλήττετο ὁ Ἡρῴδης, ὁρῶν τῶν Μάγων τὴν εὐσέβειαν, καὶ τῷ θυμῷ νικώμενος, τοῦ ἔτους ἠκριβολόγει τὸ διάστημα. Μητέρες ἠτεκνοῦντο, καὶ ἡ ἄωρος ἡλικία τών βρεφῶν, πικρῶς κατεθερίζετο· μαζοὶ ἐξηραίνοντο, καὶ πόροι γάλακτος συνεστέλλοντο. Μέγα ἦν τὸ δεινόν! διὸ εὐσεβῶς πιστοὶ συνελθόντες, προσκυνήσωμεν τοῦ Χριστοῦ τὴν γέννησιν.

Δὶς τὸ αὐτό, ἄνευ Στίχου

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.

Ἦχος β'
Ὅτε Ἰωσήφ, Παρθένε, λύπῃ ἐτιτρώσκετο, πρὸς Βηθλεὲμ ἀπαίρων, ἐβόας πρὸς αὐτόν· Τί ὁρῶν με ἔγκυον, στυγνάζεις καὶ ταράσσεσαι, ἀγνoῶν ὅλως, τὸ ἐν ἐμοὶ φρικτόν μυστήριον; Λοιπὸν ἀπόθου φόβον ἅπαντα, τὸ παράδοξον ἐννοῶν· Θεὸς κάτεισι γὰρ ἐπὶ γῆς δι' ἔλεον, ἐν τῇ ἐμῇ μήτρᾳ νῦν, καὶ σάρκα προσελάβετο· ὅνπερ τικτόμενoν, ὄψει ὡς ηὐδόκησε· καὶ τῆς χαρᾶς πλησθείς, προσκυνήσεις ὡς Κτίστην σου, ὃν Ἄγγελοι ὑμνοῦσιν ἀπαύστως, καὶ δοξάζουσι, σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι.

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.

Πάλιν τὸ αὐτό. Εἶτα, Δόξα... Καὶ νῦν... Ἦχος πλ. β'

Ἱστέον ὅτι τὸ ἑξῆς Ἰδιόμελον "Σήμερον γεννᾶται ἐκ Παρθένου" ἀναγινώσκεται πρότερον εὐλαβῶς καὶ μετὰ μέλους ὑπὸ τοῦ Κανονάρχου ἐν τῷ μέσῳ τοῦ Ναοῦ. Εἶτα ψάλλεται μελῳδικώτερον ὑπὸ τῶν δύο χορῶν.

Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν (ἐκ τρίτου).

Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής.
Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς.
Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ.
Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας.
Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου.
Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ (ἐκ γ').
Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.

Καὶ εὐθὺς τὸ προκείμενον τῆς Προφητείας
Ἦχος δ'
Μήτηρ Σιὼν ἐρεῖ ἄνθρωπος, καὶ ἄνθρωπος, ἐγεννήθη ἐν αὐτῇ.
Στίχ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 9,6-7)
Παιδίον ἐγεννήθη ἡμῖν υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς Ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος· ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγείαν αὐτῷ. Μεγάλη ἡ ἀρχὴ αὐτοῦ καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ ἐπὶ τὴν Βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτὴν, καὶ ἀντιλαβέσθαι αὐτῆς ἐν κρίματι καὶ δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Ὁ ζῆλος Κυρίου Σαβαὼθ ποιήσει ταῦτα.
Ὁ Ἀπόστολος

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου
τὸ Ἀνάγνωσμα (Κεφ. 2,11-18)
Ἀδελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι, ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ. Καὶ πάλιν·Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἃ μοι ἔδωκεν ὁ Θεός· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν· ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον· καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβανεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων, γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Εὐαγγέλιον κατὰ Ματθαῖον
(Κεφ. 2,13-23)
Ἀναχωρησάντων τῶν Μάγων, ἰδού, Ἄγγελος Κυρίου φαίνεται κατ' ὄναρ τῷ Ἰωσήφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον, καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ προφήτου, λέγοντος· ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου, λέγοντος· Φωνὴ ἐν Ῥαμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσί. Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ ἄγγελος Κυρίου κατ' ὄναρ φαίνεται τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου. Ὁ δὲ ἐγερθεὶς παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ἦλθεν εἰς γῆν Ἰσραήλ. Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει ἐπὶ τῆς Ἰουδαίας ἀντὶ Ἡρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν, χρηματισθεὶς δὲ κατ' ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέθ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν ὅτι Ναζωραῖος κληθήσεται.

Μετὰ ταῦτα λέγει ὁ Ἀναγνώστης

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.

Τὸ Τρισάγιον
Παναγία Τριάς. Πάτερ ἡμῶν

Εἶτα τὸ Κοντάκιον
Ἡ Παρθένος σήμερον, τὸν Προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

Τό, Κύριε ἐλέησον μ'. Ὁ ἐν παντὶ καιρῷ...

Δόξα... Καὶ νύν... Τὴν Τιμιωτέραν... Ἐν ὀνόματι Κυρίου... Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς...

Καὶ ἡ Εὐχὴ
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κοεμάμενος, τῷ εὐγνώμονι ληστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τὼν καρδιὼν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων ἐστὶ τὼν εὐφραινομένων ἡ κατοικία. Σὺ γὰρ εἶ ἡ ὄντως ἀληθινὴ εὐφροσύνη καὶ ἀγαλλίασις τῶν ἀγαπώντων σε, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα τὰ Τυπικά, χῦμα

ΨΑΛΜΟΣ ΡΒ' (102)
Ἦχος πλ. δ'
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ.
Τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου.
Τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς.
Τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ποιῶν ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.
Ἐγνώρισε τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ, τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.
Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος, οὐκ εἰς τέλος ὀργισθήσεται, οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ.
Οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.
Ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς, ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Καθὼς οἰκτείρει πατὴρ υἱούς, ὠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν, ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν, ἐμνήσθη ὅτι χοῦς ἑσμεν.
Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.
Ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Τὸ δὲ ἔλεος τοῦ Κυρίου ἀπὸ τοῦ αἰῶνος, καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτόν.
Καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν, τοῖς φυλάσσουσι τὴν διαθήκην αὐτοῦ, καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ Ἄγγελοι αὐτοῦ, δυνατοὶ ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ.
Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ, εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Ἦχος β'
Δόξα...

ΨΑΛΜΟΣ ΡΜΕ' (I45)
Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον, αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.
Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.
Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ.
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.
Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.
Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσι.
Κύριος λύει πεπεδημένους, Κύριος σοφοὶ τυφλούς, Κύριος ἀνορθοῖ κατερραγμένους, Κύριος ἀγαπᾷ δικαίους, Κύριος φυλάσσει τοὺς προσηλύτους.
Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδόν ἁμαρτωλῶν ἀφανιεῖ.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου, Σιών, εἰς γενεὰν καὶ γενεάν.

Καὶ νῦν...
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεια τῶν οὐρανῶν.
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.
Δόξα... Καὶ νῦν...
Μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Δέσποτα, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Μνήσθητι ἡμῶν, Ἅγιε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Στίχ. Προσέλθετε πρὸς αὐτόν, καὶ φωτίσθητε·

Χορὸς ὁ ἐπουράνιος ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Δόξα...
Χορὸς Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, μετὰ πασῶν τῶν ἐπουρανίων Δυνάμεων ὑμνεῖ σε καὶ λέγει· Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαώθ, πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης σου.
Καὶ νῦν...
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα Παντοκράτορα...

Ἄνες, ἄφες, συγχώρησον, ὁ Θεός, τὰ παραπτώματα ἡμῶν, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τα ἐν ἔργῳ καὶ λόγῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, τα ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ κατὰ νοῦν καὶ διάνοιαν· τὰ πάντα ἡμῖν συγχώρησον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Πάτερ ἡμῶν... Ὅτι σοῦ ἐστιν...

Τὸ Κοντάκιον
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεον.

Τό, Κύριε ἐλέησον, ιβ'. Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον, ἐκ γ'.
Δόξα... Καὶ νῦν... Τό, Εὐλογήσω τὸν Κύριον...

Καὶ Ἀπόλυσις