Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 31 Δεκεμβρίου 2010

ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΕΛΑΝΗΣ ΤΗΣ ΡΩΜΑΙΑΣ...

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης τῆς Ῥωμαίας.
Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης της Ῥωμαίας.
Στίχοι
Οὐχ ὑλικὴ σε χεὶρ Μελάνη καὶ μέλαν,
Θεὸς δέ, κἂν τέθνηκας, ἐν ζῶσι γράφει.
Πρώτη ἐν τριακοστῇ ἀπῆρε βίοιο Μελάνη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου.
Στίχοι
Πώλων συρόντων, Ζωτικὸς σκιρτῶν τρέχει,
ᾯ βαλβὶς ἡ γῆ, τέρμα δὲ δρόμου πόλος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ὁ Γελάσιος, ἄχρι καὶ τέλους βίου,
Τὸν ἄξιον γέλωτος ἦν γελῶν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται.
Στίχοι
Διπλοῦν τὸν ἆθλον, τρῆσιν εἶτα καὶ ξέσιν,
Χοροῦ γινώσκω διπλοπενταπαρθένου.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται.
Στίχοι
Ἀγῶνι πρὸς πῦρ τῆς Ὀλυμπιοδώρας,
Ὕμνος τὸ δῶρον, οὐκ Ὀλυμπίων πίτυς.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Πολλοὺς ἀνέτλη Γάϊος θεῖος πόνους,
Καὶ νῦν τὰ λαμπρὰ τῶν πόνων ἔχει γέρα.

Οἱ Ἅγιοι Μάρτυρες Βούσιρις, Γαυδέντιος καὶ Νέμη ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.