Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 17 Μαΐου 2009

ΤΟΥΣ ΥΠΕΡ ΑΝΘΡΩΠΟΝ ΑΓΩΝΑΣ ΣΟΥ....

Τοὺς ὑπὲρ ἄνθρωπον ἀγώνάς σου, καὶ τὰς πυκνὰς χαμευνίας, πῶς μὴ θαυμάσωμεν, Ἱεροφάντα θεσπέσιε, Ἀρχῆθεν γὰρ προορισθείς, τὸν τιμαλφῆ καὶ ἰσάγγελον τῆς παρθενίας χιτῶνα, ἄσπιλον διεφύλαξας, Καὶ τοὶς τερπνοὶς καὶ χαμαιζήλοις τοῦ βίου χαίρειν εἰπών, νύκτωρ τε μεθ' ἡμέραν, τῶ Σωτήρι ἐβόας, Ἡ ψυχή μου ἐκολλήθη ὀπίσω σου, Γνώρισόν μοὶ Κύριε, ὁδὸν ἐν ἢ πορεύσομαι. Ὅθεν ἀνελθῶν, εἰς τὸ περίβλεπον Ἱεραρχίας ὕψος, ἐπινεύσει τῆς Θεοτόκου, πᾶσαν ἀρετὴν ἑαυτῶ ἐνεθησαύρισας, καὶ θαυματουργὸν σεαυτὸν ἐναπέφηνας, Πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἁγιώτατε.
Τὴν πίστιν τετήρηκε, τὸν δρόμον τετέλεκε, ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος, ὃ Χριστιανουπόλεως Ἀθανάσιος, Ποιμαίνων γὰρ καὶ πυκτεύων, καὶ τὴν σάρκα δουλαγωγῶν, τοὶς πᾶσι πάντα γέγονεν, ἵνα πάντας κερδήση, Καὶ τὸν Σωτήρα μιμούμενος, ὑπὲρ τῶν προβάτων τὴν ψυχὴν αὐτοῦ ἐτίθει, Διό, καὶ τοῦτον ἐδόξασεν ὁ Χριστός, Καὶ ζώντα καὶ μετὰ θάνατον, τῶ τρισηλίω οὖν φωτί, φαιδρὸς παρ ἱστάμενος, πρέσβευε ὑπὲρ ἡμῶν, τοῦ Εὐαγγελίου κῆρυξ διαπρύσιε.
Ὡς ἀργαλέος ἐστὶν ὁ δρόμος τῆς ἀρετῆς! Διὸ καὶ παρὰ Θεοῦ στεφανοῦνται, οἱ ἀναβάσεις ἐν τῇ καρδία τιθέμενοι, καὶ ἀκλινῶς πολεμοῦντες, καὶ κόσμον καὶ κοσμοκράτορα, Ἀλλ' ὧ Κερκύρας βλάστημα, καὶ Γορτυνίας καύχημα, τῆς Χριστιανουπόλεως Ἱερουργὲ καὶ ποιμάντορ, ἐν οὐρανοῖς χοροβατῶν, καὶ ἐπὶ γῆς ἀπείροις θαύμασι δοξασθείς, πρέσβευε ὑπὲρ ἡμῶν, Πάτερ Ἀθανάσιε.
Σήμερον σκιρτήσωμεν, καὶ πνευματικῶς εὐφρανθῶμεν, ἐπὶ τὴ μνήμη τοῦ Ἱεράρχου, Τὸν γὰρ Σωτήρα τοῦ παντός, οὗτος ἐπιποθήσας, γονεῖς, μνηστήν, σὺν τοὶς λοιποίς τοῦ βίου θελγήτροις ἀπηρνήσατο, Καὶ τὴ λυχνία ἐπιβὰς διὰ τῆς Θεοτόκου, τὴ ἀόκνω διδασκαλία, Θεὸν καὶ ἄνθρωπον ἐκήρυξε, Φόβω καὶ τρόμω δὲ τοῦτον θύων, ὅλην ἓν αὐτῷ τὴν Τριάδα ἐπεσπάσατο, Καὶ τὴν ψυχὴν τῆς τῶν παθῶν ἀχλύος ἐκκαθάρας, γυμνητιώντων καὶ πειναλέων, χηρῶν τε ὀρφανῶν ὑπῆρξε παραμύθιον, Ὅθεν τοίς θαύμασιν ἐδοξάσθη, μέλλοντα προειπῶν, καὶ τοὺς τῆς λίμνης βατράχους ἀφώνους ἀπειργάσατο, αὖθις δὲ τούτοις τὸ κοάζειν, μετὰ καιρὸν ἐχαρίσατο, Αὐτοῦ ταίς ἱκεσίαις Χριστέ, εἰρήνην τὴ πίστει δώρησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.