Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 17 Μαΐου 2009

ΛΟΓΩ ΤΗΝ ΑΛΟΓΟΝ..... ΠΑΣΑΝ ΙΕΡΩ ΚΗΡΥΓΜΑΤΙ....

Λόγῳ τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεϊας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε, διὸ σὲ λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζομεν, περιχαρῶς, αἴνεσιν προσάγοντες, τῶ Παντοκράτορι.
Παῦλος ὁ θεῖος Ἀπόστολος, θείοις ἐπαίνοις ἡμᾶς, ἐκθειάζων λαμπρότατα, τοὶς πιστοὶς παρίστησι, τὴν ὑμῶν γενναιότητα, πρὸ τούτου λέγων, ἀποδειχθῆναι ἡμᾶς, Θεοῦ τοῦ Λόγου, μαθητὰς πάνσοφοι, καὶ συγγενεῖς αὐτοῦ, Ἰουνία πάνσοφε, ὡς ἀληθῶς, μάκαρ τε Ἀνδρόνικε, Θεοῦ θεράποντες.
Πᾶσαν Ἱερῶ κηρύγματι, φωταγωγοῦντες τὴν γήν, τὴν ἀχλὺν ἀπελάσατε, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς ὡδηγήσατε, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν σκότει πάλαι, τῆς ἀθεότητος, θεῖοι Ἀπόστολοι, ὁδηγοὶ σωτήριοι, καὶ πρεσβευταί, πάντων τῶν πιστῶς ὑμᾶς, τιμώντων πάντοτε.
Πάντες οἱ εὐσεβεῖς σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν ἀθανασίας ἐπώνυμον, καὶ Ἀθανασίου ἐφάμιλλον, Χριστιανουπόλεως ποιμένα, Δοχεῖον λαμπρὸν γενόμενον τοῦ Πνεύματος, τὸ σῶμα σὺν τὴ ψυχὴ ἀποκαθάραντα, τῆς τῶν παθῶν τρικυμίας, Ὅθεν ἠξιώθη, ἀενάως θαυματουργεῖν, Ὡριστῶ παριστάμενος, τῶ σώσαντι τὰς ψυχάς ἡμῶν.
Δεῦτε ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν Κάραν, εὐωδίας οὔσαν ἀνάπλεων, καὶ πάμπολλα θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην, Βοῶντες, Σὲ ἀνυμνοῦμεν παντοδύναμε, προστάτην καὶ ἀρωγὸν ἡμῖν ἐκφήναντα, τὸν Ἀθανάσιον ὄντως, οὗ τὸ θεῖον σκῆνος, εὐωδίας πολλῆς πληροῖς, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος.
Θαῦμα ἐκπληκτικὸν γέγονε, καὶ κατέπληξε τοὺς τολμητίας, τοὺς βεβήλους χείρας ἐκτείνοντας, καὶ τὰ λείψανά σου συλήσαντας, Ἐκλονίσθη πᾶσα ἡ οἰκία, καὶ κρότος, φρικτὸς καὶ μέγας καὶ παννύχιος, σὲ ζώντα καὶ μετὰ θάνατον ἀπέδειξε, καὶ οἳ αὐτόπται νὺν ζῶσιν, οὗτοι μαρτυροῦσιν, ὅτι σὺ εἶ θαυματουργὸς κλεινὲ Ἀθανάσιε, Εὐχαίς σου πάντες σωθείημεν.
Πόθω θεοτερπεῖ σήμερον, ἀσπασώμεθα τὸ θεῖον σκῆνος, τοῦ ἀξιαγάστου Πατρὸς ἡμῶν, Ἀθανασίου τοῦ μάκαρος, τοῦ κρουνοὶς δακρύων καθαρθέντος, τὸ μέγα τῆς Γορτυνίας ἐγκαλλώπισμα, καὶ θεῖον Μονῆς Προδρόμου στῦλον ἄσειστον, τῆς εὐποιϊας τὸν πλοῦτον, τὸν ἀεὶ δηλοῦντα, ἀγανάκτησιν τοῦ Θεοῦ, τριγμῶ τῆς σῆς λάρνακος, τιμώμέν σε Ἀθανάσιε.
Ὡς θαυμαστά σου τὰ ἔργα Χριστέ! Ἀνέδειξας ἐν τοῖς ἐσχάτοις χρόνοις, θαυματουργὸν τὸν Ἱεράρχην σου Ἀθανάσιον, Σὲ γὰρ τὸν βαρύτιμον ποθήσας μαργαρίτην, τόν πλοῦτον καὶ τὴν δόξαν, σκύβαλα ἑλογίσατο, Καὶ τοὶς ἴχνεσί σου ἀκολουθῶν, πνεῦμα καὶ σῶμα ταὶς ἀρεταὶς ἀπεθέωσεν, Ὅθεν τό �ἐπίβλεψον Κύριε ἐκφωνῶν, λαμπρότατον ἄστρον, πρὸ τοῦ στόματος αὐτοῦ ἑωρᾶτο, Τὴν δ' ὁλολύζουσαν γοερῶς, ἐπὶ τοῦ θείου λειψάνου, νεκρῶς τὴν χείρα ὕψωσε, καὶ ταύτην ηὐλόγησε, Μεγαλουργὲ Ἀθανάσιε, πρέσβευε τοῦ ῥυσθῆναι ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.