Διάδοχος ὤφθης ἀληθής, πάτερ Ἀθανάσιε, τῶν Ἀποστόλων, Καὶ ἔνδοξος, καὶ διαπρόσιος, τοῦ Χριστοῦ θεράπων, καὶ ποιμὴν ἐγρήγορος, εἰσάγων καὶ ἐξάγων τὸ ποίμνιον, ὃ ἐλυτρώσατο, ὁ Σωτὴρ ἰδίω αἵματι, καὶ ἐλαύνων, πρὸς νομὴν σωτήριον.
Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεός, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
Γορτύνιοι ἅπαντες τορῶς, δεῦτε συναθροίσθητε, καὶ τὸν ποιμένα ὑμνήσατε, κατασπαζόμενοι, ἐν ἀπλέτῳ πόθω, σῶμα τὸ μυρίπνοον, καὶ Κάραν τὴν ἁγίαν καὶ πάντιμον, τὴν ἀπελαύνουσαν, τὰ πολλὰ δεινοπαθήματα, καὶ φρουροῦσαν τοὺς πιστῶς προστρέχοντας.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην.
Τῶ πόθω Χριστοῦ τρωθεὶς σοφέ, Ἱεράρχα ἔνδοξε, θαυματουργὲ Ἀθανάσιε, καὶ τοῦτον ἀκλινῶς, ἐν τοῖς στέρνοις φέρων σὺν Πατρὶ καὶ Πνεύματι προλέγειν ἠξιώθης τὰ μέλλοντα, Αὐτὸν ἱκέτευε, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Λαμπροφανὴς καὶ πανένδοξος ἐπέφανε νὺν ἡ μνήμη σου, Ἀθανάσιε. Ἀγγελικῶς γὰρ βιώσας, ἐν μέσῳ τύρβης τῆς κοσμικῆς, τὸ χεῖρον τῶ κρείττονι καθυπέταξας, καὶ τὴν σὴν ποίμνην ἀόκνως, τῶν κακοδόξων Αἱρετικῶν ἄτρωτον διεφύλαξας, Ὅθεν τῶν τῇδε ὑπεραρθείς, τῶν Ἀποστόλων ὁμόσκηνος γέγονας, Καὶ ὑπερφυῶς θαυματουργῶν, τοὺς τὴν σὴν μνήμην τελοῦντας ταὶς εὐλογίαις οὐρανόθεν καταστέφεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
...Τὸ εἰ δύνασαι πιστεῦσαι, πάντα δυνατὰ τῷ πιστεύοντι... Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Καὶ ἐκεῖθεν ἐξελθόντες παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ· ἐδίδασκε γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.