ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ
Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ' καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.

Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων.
Στίχοι
· Διὰ ξίφους ἄωρα μητέρων Βρέφη,
· Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους.
· Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἓν λιμῶ καὶ δίψει καὶ μαχαίρα καὶ κρύει τελειωθέντων.
Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.
Στίχοι
· Ἀϋπνία δοὺς πάντα τὸν ζωῆς χρόνον
· Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
· Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης,
· Ὁμολογητὴς ἀναφανεῖς ὡς μέγας.
Τὴ αὐτὴ ἡμέρα, τὰ ἐγκαίνια τοῦ ναοῦ τῶν ἁγίων 40 Μαρτύρων πλησίον τοῦ Χαλκοῦ τετραπύλου.
Ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Γεώργιος ὁ ἐπίσκοπος Νικομηδείας, ὁ ποιητὴς ἀσματικῶν τινων κανόνων καὶ ἑτέρων γλαφυρῶν ὕμνων, ἐν εἰρήνῃ τελειοῦται.
Οἱ Ὅσιοι πατέρες Βενιαμὶν καὶ Ἀθηνόδωρος ἐν εἰρήνῃ τελειοῦνται.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Βιβλιογραφία - Πηγές
- Μηνιαίον Δεκεμβρίου, Εκδ. Αποστ. Διακονίας