Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 29 Δεκεμβρίου 2008

ΑΓΙΟΥ ΜΑΡΚΕΛΛΟΥ ΗΓΟΥΜΕΝΟΥ ΤΗΣ ΙΕΡΑΣ ΜΟΝΗΣ ΑΚΟΙΜΗΤΩΝ

Θησαυρὸν τὸν κρυπτόμενον, ἐκζητῶν ὁ παράνομος, τοὺς ἀκάκους σήμερον, Παίδας ἔθυσε, καὶ ἡ Ῥαχὴλ ἀπαράκλητος, ὑπῆρχε τὴν ἄδικον, κατοπτεύουσα σφαγήν, καὶ τὸν ἄωρον θάνατον, οὓς ἐθρήνησε, δονουμένη τὰ σπλάγχνα, ἀλλὰ τούτους, ἐπευφραίνεται ἐν κόλποις, τοῦ Ἀβραὰμ ἄρτι βλέπουσα.
Βασιλέα τὸν ἄχρονον, ὑπὸ χρόνον γενόμενον, βασιλεὺς παράνομος ἐπεζήτησε, καὶ μὴ εὑρῶν ἀνελεῖν αὐτόν, τῶν Παίδων ἐθέρισεν, ἀπειρόκακον πληθύν, οὓς εἰργάσατο Μάρτυρας, ὡς οὐκ ὤετο, καὶ πολίτας τῆς ἄνω βασιλείας, τὴν αὐτοῦ εἰς τοὺς αἰῶνας, παραφροσύνην ἐλέγχοντας.
Ἐκ Παρθένου τεχθέντι σοί, προαιώνιε Κύριε, καὶ δι' ἀγαθότητα νηπιάσαντι, χορὸς Νηπίων προσήνεκται. Μαρτύρων ἐν αἵματι, τὴν ἀθόλωτον ψυχήνλαμπρυνθείς δικαιότατα, ἃ κατώκισας, εἰς Μονὰς ἀειζώους, τὴν Ἡρῴδου, στηλιτεύοντα κακίαν, καὶ ὠμοτάτην παράνοιαν.
Ἐγκρατείας ὑπόδειγμα, ἀνεδείχθης Μονάζουσι, θεοφόρε Μάρκελλε καὶ ἀσκήσεως, ὑπογραμμὸς ταπεινώσεως, στῦλος ἐπαιρόμενος, ἀπὸ γὴς πρὸς οὐρανόν, καὶ ἁγνείας συνόμιλος, ἡσυχίας τε, ἀληθοῦς ὄντως φύλαξ, καὶ ἀνδρείας, στήλη ἔμψυχος κανών τε, πρὸς ἀρετὴν ἀκριβέστατος.
Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Πάτερ Μάρκελλε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιῶν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω δοξάζων Χριστόν, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Τὴν ψυχὴν καὶ τὸ σώμά σου, ταὶς ἐνθέοις ἑπτέρωσας, ἀρεταὶς ὧ Μάρκελλε, καὶ συνόμιλος, τῶν Ἀσωμάτων γεγένησαι, γηίνων ἀμέτοχος, ἐνδεικνυμενος τερπνῶν, διὰ πόθον τοῦ Κτίστου σου, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.