ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ
Μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων καὶ δικαίων, Ἰωσὴφ τοῦ Μνήστορος, Δαυϊδ τοῦ Βασιλέως, καὶ Ἰακώβου τοῦ Ἀδελφοθέου.

Τὸν Θεοπάτορα πάντες ἀνευφημήσωμεν, Δαυϊδ τὸν Βασιλέα, ἐκ γὰρ τούτου προῆλθε, ῥάβδος ἡπαρθένος, καὶ ἐξ αὐτῆς, ἀνατέταλκεν ἄνθος Χριστός, καὶ τὸν Ἀδὰμ σύν τὴ Εὔα ἐκ τῆς φθορᾶς, ἀνεπλάσατο ὡς εὔσπλαγχνος.
Τῶν Προφητῶν τὰς προρρήσεις εἶδεν ἐν γήρᾳ σαφῶς, ὁ Ἰωσὴφ ὁ Μνήστωρ, ἐμφανῶς πληρουμένας, μνηστείας λαχῶν ξένης, χρηματισμούς, τῶν Ἀγγέλων δεξάμενος, Δόξα Θεῷ ἐκβοώντων, ὅτι ἐν γῆ, τὴν εἰρήνην ἐδωρήσατο.
Τὸν Ἀδελφόθεον πάντες ἀνευφημήσωμεν, ὡς ἱεράρχην ὄντα, μαρτυρίω δὲ πάλιν, ἐμπρέψαντα γενναίως, οὗ ταὶς εὐχαίς, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ ἐν σπηλαίῳ καὶ φάτνη, σπαργανωθείς, σῶσον πάντας τοὺς ὑμνούντάς σε.
Εὐαγγελίζου Ἰωσήφ, τῶ Δαυϊδ τὰ θαύματα τῶ Θεοπάτορι, Παρθένον εἶδες κυοφορήσασαν, μετὰ Mάγων προσεκύνησας, μετὰ Ποιμένων ἐδοξολόγησας, δι' Ἀγγέλου χρηματισθείς, lκέτευε Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κυριακὴ Μετὰ τὴν Χριστοῦ Γέννησιν
Μνήμη τῶν Ἁγίων καὶ δικαίων Θεοπατόρων, Ἰωσὴφ τοῦ Μνήστορος τῆς Ἁγίας Παρθένου Δεσποίνης ἡμῶν Θεοτόκου, Ἰακώβου τοῦ Ἀδελφοῦ τοῦ Κυρίου, καὶ Δαυϊδ τοῦ Προφήτου καὶ Βασιλέως.
Στίχοι
· Τιμῶ Ἰωσὴφ Μνήστορα τῆς Παρθένου,
· Ὡς ἐκλεγέντα φύλακα ταύτης μόνον.
· Σὺ τέκτονος παίς, ἀλλ' ἀδελφὸς Κυρίου,
· Τοῦ πάντα τεκτήναντος ἓν λόγῳ Μάκαρ.
· Ἐγὼ τὶ φήσω, μαρτυροῦντος Κυρίου,
· Τὸν Δαυϊδ εὗρον, ὡς ἐμαυτοῦ καρδίαν.
Ταὶς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.