Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 16 Οκτωβρίου 2008

ΑΓΙΟΣ ΜΑΤΡΥΣ ΛΟΓΓΙΝΟΣ Ο ΕΚΑΤΟΝΤΑΡΧΟΣ

ΤΗ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λογγίνου τοῦ Ἑκατοντάρχου, τοῦ ἐπὶ τοῦ Σταυροῦ.
Τὸν βροτὸν χρηματίσαντα, καὶ Σταυρῶ ὁμιλήσαντα, καὶ ἠλίου ἔλλαμψιν ἀμαυρώσαντα, καὶ ἐκ πλευρᾶς ἀναβλύσαντα, σωτήριον ἄφεσιν, κατιδῶν μετὰ ληστοῦ, τοῦ εὐγνώμονος Ἔνδοξε, ὡμολόγησας, καὶ Θεὸν καὶ Δεσπότην ἑκουσίως, ὑπομείναντα τὰ πάθη, δι' εὐσπλαγχνίαν ἀμέτρητον.
Τὴν κατάκαρπον ἄμπελον, ἐπὶ ξύλου Θεώμενος, ἠρτημένην Ἔνδοξε καὶ πηγάζουσαν, οἶνον ζωῆς καὶ ἀφέσεως, τὰ χείλη ὑπέθηκας, τῆς καρδίας καὶ πιῶν, εὐφροσύνης πεπλήρωσαι, τὴν κατάπικρον, ἀπιστίαν ἐμέσας ὡς ἐχέφρων, ὡς τοῦ χείρονος τὸ κρεῖττον, περιφανῶς προελόμενος.
Θανατώσας τὸν τύραννον, εὐτολμία τῶν λόγων σου, πρὸς σφαγὴν ἑκούσιον ηὔτομόλησας, οὗ δειλιάσας πανεύφημε, Λογγίνε τὸν θάνατον, τὴν ἀθανατον ζωήν, προξενούντά σοὶ χάριτι, ὅθεν πίστει σου, τὴν πανέορτον μνήμην ἐκτελοῦμεν, δυσωπούντές σε πρεσβεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Ἐν τῷ πάθει σου, Χριστέ, τὸν ναὸν θεωρήσας διαρραγέντα Λογγῖνος ὁ Ἑκατόνταρχος, Υἱὸν Θεοῦ σὲ εἶναι τοίς , Ἰουδαίοις ἐκήρυττεν. Ὅθεν οἱ δεινοῖ, τὴν θείαν κάραν αὐτοῦ τεμόντες τῶ ξίφει, ἐν κοπρίᾳ ἔρριψαν, γυνὴ δὲ ταύτην εὑροῦσα, τὰς κεκλεισμένας κόρας αὐτῆς τῶν ὀμμάτων ἀνέωξε, μεθ' ἦς καὶ ἡμεῖς βοώμέν σοί. Ὁ τοῦτον στεφανώσας, ὑπὲρ σοῦ ἀθλήσαντα, ταὶς αὐτοῦ ἱκεσίαις, καὶ ἡμῶν τὰ ὄμματα τῆς καρδίας φώτισον, τοῦ δοξάζειν σε Θεόν, τὸν ἐν Σταυρῷ προσηλωθέντα, εἰς τὸ σῶσαι ἡμᾶς.
Σταυρωθέντα κατεῖδες τὸν Λυτρωτήν, καὶ αὐτοῦ ταὶς ἀκτίσι καταυγασθείς, σκότος τὸ βαθύτατον, τῆς ἀγνοίας ἀπέφυγες, καὶ πρὸς θείαν γνῶσιν, σαυτὸν μετερρύθμισας, πιστωθεὶς ὡς ἔστι, Θεὸς ὁ ὁρώμενος, ὅθεν καὶ ἀθλήσας, τοὶς χοροὶς ἤριθμήθης, Λογγίνε μακάριε, τῶν Μαρτύρων γηθόμενος, μεθ' ὧν πάντοτε ἔνδοξε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.(1)
Πρεσβυτερους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός, 2 ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως, 3 μηδ' ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου· 4 καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον. 5 ῾Ομοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις, πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. (Καθ. Επιστολή Πετρου Α, Κεφ. Ε, 1-5) (2)

Βιβλιογραφία

1. Μηνιαίον Οκτωβρίου, Εκδ. Αποστολικής Διακονίας.
2. Παναγιώτης, Τρεμπέλας. Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ μετά συντόμου ερμηνείας. Αθήνα : Εκδόσεις Αδελφότητας Θεολόγων Ο ΣΩΤΗΡ, 2003.