Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 17 Οκτωβρίου 2008

ΠΡΟΦΗΤΗΣ ΩΣΗΕ & ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΑΝΔΡΕΑΣ

ΤΗ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Προφήτου Ὠσηὲ καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀνδρέου τοῦ ἐν τῇ Κρίσει.

Τὸ Πνεῦμα τὸ Ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, διὰ τῆς σῆς γλώττης ὥρισε, Χριστοῦ τὴν μέλλουσαν, ἐν ἐσχάτοις χρόνοις, παρουσίαν ἔσεσθαι, ἐπὶ ἀνακαινίσει τῆς κτίσεως. καὶ νὺν τὴν ἔκβασιν, θεωροῦντες τῶν προρρήσεων, σοῦ Προφήτα, τὴν μνήμην γεραίρομεν.
Τὴ γνώμη πορνεύουσαν τὸ πρίν, ἀπὸ σοῦ Φιλάνθρωπε, φύσιν ἡμῶν μνηστευσάμενος, τῆς βεβηλώσεως, ἐλυτρώσω ταύτην, σεαυτῶ καθ' ἕνωσιν, συνάψας ὑπὲρ νοῦν ἀδιάρρηκτον, καὶ τούτου σύμβολον, ὃ Προφήτης σου γενόμενος, τὰς πρὶν πόρνας, σωφρόνως ἠγάγετο.
Προφήτα θεσπέσιε τὰς σᾶς, ῥήσεις νὺν Θεώμενος, πεπληρωμένας τὴ χάριτι, καὶ παριστάμενος, τῶ Θεῷ τῶν ὅλων, ὑπὲρ πάντων πρέσβευε, τῶν πίστει ἐκτελούντων τήν μνήμην σου, τούτοις αἰτούμενος, τῶν πταισμάτων τὴν συγχώρησιν, καὶ εἰρήνην, καὶ βίου διόρθωσιν.
Οἱ τῶν πόνων ἱδρώτές σου, τῆς ἀσκήσεως ἔνδοξε, πρὸς Μαρτύρων στάδιον ἐκκαλούμενοι, πλήρη Ἀνδρέα τὴν ἔφεσιν, ἐν σοὶ ἐναπέθεντο, οὓς εὐκαίρως εἰς Θεόν, ἐπεδείξω στερρότατα, ἀλλὰ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἓν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Λίθος ἄλλος ὑπέρτιμος, γεγονῶς διὰ πίστεως, οὐχ ὑπέστης θραύσιν δεινῶς τυπτόμενος, ἀλλ' ἐπὶ γῆς κυλιόμενος, τῆς πίστεως ἔνδοξε, ὁμαλίσας τὴν ὁδόν, εὐεπίβατον τέθεικας. καὶ κατέστρεψας, τῆς δοκήσεως Μάκαρ Κοπρωνύμου, φαυλοτάτην δόξαν ὥσπερ, σεσαθρωμένον θεμέλιον.
Ἀποστόλων τοὶς δόγμασι, τεθραμμένος Μακάριε, καὶ Πατέρων ἐνθέων τοὶς διδάγμασι, τοῦ σαρκωθέντος ἐτίμησας, Θεοῦ τὸ ὁρώμενον, ἐν συμβόλοις ἱεροῖς,καὶ σεπτοίς τοὶς μορφώμασιν, ὅθεν ἔνδοξε, ὑπὲρ τούτου ἀθλήσας ἀνεδείχθης, εὐσεβείας ὑποφήτης, καὶ τῶν Μαρτύρων καλλώπισμα.
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τὴ πανοπλία ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ, αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτεῖνας τὸν Κοπρώνυμον, τῶ τῆς πίστεως ξίφει, καὶ δι' ἀμφοὶν ἐστέφθης ἐκ Θεοῦ, ὁσιομάρτυς Ἀνδρέα ἀοίδιμε.
Ὡς θεηγόρος ἀληθῶς, ὧ Προφήτα Ὠσηέ, τῶ Ζωοδότη παρεστώς, ἐκτενῶς ἱκέτευε, λυτρωθῆναι κινδύνων, ἅπαντας τοὺς εὐφημούντάς σε.
Σοῦ τῆς ψυχῆς τὸ ὀπτικόν, ἐκκαθάρας μολυσμῶν, κατηξιώθης προοράν, τηλαυγῶς τὰ μέλλοντα, καὶ προλέγειν ἀψεύστως, ἄριστα τὰ ἐκβησόμενα.
Ἡ τῆς προγνώσεως πηγή, ἡ σοφία τοῦ Θεοῦ, τὸν θεηγόρον Ὠσηέ, προφητείας ποταμόν, ἀνέδειξε τοὶς πᾶσι, βρύοντα θεία διδάγματα.
ΒΙΒΛΙΟΓΡΑΦΙΑ
1. Μηνιαίον Οκτωβρίου, Εκδ. Αποστολικής Διακονίας.