Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 15 Οκτωβρίου 2008

ΑΓΙΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΛΟΥΚΙΑΝΟΣ

ΤΗ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΟΚΤΩΒΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Λουκιανοῦ, Πρεσβυτέρου τῆς Μεγάλης Ἀντιοχείας.



Λόγον θείας γνώσεως, πεπλουτηκως διὰ πίστεως, τοὺς πιστοὺς ἐβεβαίωσας,πολύπλοκα βάσανα, καὶ θυμὸν τυράννων, φέρειν θαρσαλέως, διὰ τὴν μέλλουσαν ζωήν, καὶ ἀφθαρσίαν καὶ ἀγαλλίασιν, διὸ σὲ μακαρίζομεν, Λουκιανὲ ἀξιάγαστε, καὶ τὴν θείαν σου σήμερον, ἐκτελοῦμεν πατήγυριν.
Εἱρκτὴν πολυχρόνιον, καὶ βιαιότατον θάνατον, ἐκαρτέρησας Ὅσιε, ἱμάσι πεδούμενος, καὶ λεπτοὶς ὀστράκοις, κεντούμενος Μάκαρ, καὶ ἀσιτία χαλεπή, μακρὰ τε δίψη ἐκπιεζόμενος, διὸ σὲ ἡ οὐράνιος, τρυφὴ σαφῶς διεδέξατο, ὡς ἀήττητον Μάρτυρα, Ἀθλητὰ γενναιότατε.
Κόλπος σὲ θαλάττιος, Λουκιανὲ εἰσδεξάμενος, μεθ' ἡμέρας τριάκοντα, τὴ χέρσω ἐκδίδωσιν, Ἰωνὰν ὡς πάλαι, θηρὸς ὑπουργία, πρὸς θεοτίμητον ταφήν, καὶ ἰαμάτων θείαν ἀνάβλυσιν, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας ἑδραίωμα, διὰ τοῦτο τιμώμέν σε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Τῶ τῆς χάριτος λόγῳ τὰς τῶν πιστῶν, ὑπαλείφων καρδίας Λουκιανέ, ἀθλεῖν παρεσκεύασας, καὶ τροποῦσθαι τὸν τύραννον, καὶ καλῶς τὸν δρόμον, τελέσας τὸν ἔνθεον, ἐπὶ τέλει δόξης, Μαρτύρων ἤξίωσαι. ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τιμῶμεν ἀοίδιμε, τὸν Σωτήρα δοξάζοντες, Ἀθλοφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου(1).

Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία. καὶ οἴδατε ὅτι ἐκεῖνος ἐφανερώθη ἵνα τὰς ἁμαρτίας ἡμῶν ἄρῃ, καὶ ἁμαρτία ἐν αὐτῷ οὐκ ἔστι. πᾶς ὁ ἐν αὐτῷ μένων οὐχ ἁμαρτάνει· πᾶς ὁ ἁμαρτάνων οὐχ ἑώρακεν αὐτὸν οὐδὲ ἔγνωκεν αὐτόν. Τεκνία, μηδεὶς πλανάτω ὑμᾶς· ὁ ποιῶν τὴν δικαιοσύνην δίκαιός ἐστι, καθὼς ἐκεῖνος δίκαιός ἐστιν· ὁ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου ἐστίν, ὅτι ἀπ᾿ ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. εἰς τοῦτο ἐφανερώθη ὁ υἱὸς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου. Πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους, οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. (Καθ. Επιστολή Ιωάννου, Κεφ. Γ, 4-12)(2).
Βιβλιογραφία
  1. Μηνιαίον Οκτωβρίου, Εκδ. Αποστολικής Διακονίας.
  2. Παναγιώτης, Τρεμπέλας. Η ΚΑΙΝΗ ΔΙΑΘΗΚΗ μετά συντόμου ερμηνείας. Αθήνα : Εκδόσεις Αδελφότητας Θεολόγων Ο ΣΩΤΗΡ, 2003.