Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 7 Αυγούστου 2014

... Ο ΠΡΟ ΑΙΩΝΩΝ ΥΠΑΡΧΩΝ ΘΕΟΣ ΛΟΓΟΣ Ο ΦΩΣ ΩΣ ΙΜΑΤΙΟΝ

Πρὸ τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν, πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.

Ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόρρητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.

Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν σε Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος· Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει· Εὐεργέτα πολυέλεε.

Ὅλην ἀποθέμενος, τὴν μαγικὴν γοητείαν, καὶ Περσῶν μιάσματα, καὶ τὰ μυσαρώτατα τερατεύματα, τῷ Θεῷ προσέδραμες, τῇ σοφῇ προνοίᾳ, κυβερνῶντι τὰ οὐράνια, οὗ τὸ ὀνόματι, ἀποστολικῶς ἐθεράπευσας, ἀλόγων ἀρρωστήματα, καὶ τὰ τῶν ἀνθρώπων νοσήματα, τῶν προσερχομένων, προθύμως σοι θεράπον τοῦ Χριστοῦ, ὃν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην ἀνατέθεικας, τὴν σὴν ζωὴν τῷ Κυρίῳ, καὶ θερμῶς ἐχώρησας, πρὸς τὸν τῆς ἀσκήσεως δρόμον Ὅσιε, προσευχὴν ἀθόλωτον, ἀγρυπνίαν πάννυχον, ὑμνῳδίαν ἀκατάπαυστον, καὶ βίον ἄμεμπτον, καὶ ἀγγελικὸν ἐνδεικνύμενος· ἐντεῦθεν τὴν ἐνέργειαν, τὴν τῶν θαυμασίων ἐπλούτησας· οἶδε γὰρ δοξάζειν, ὁ Κύριος τοὺς δούλους ἑαυτοῦ, ὅν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ὅλην ἐνδυσάμενος, τὴν τοῦ Σταυροῦ πανοπλίαν, καὶ τὸν ἀδιάρρηκτον, θυρεὸν τῆς πίστεως περιθέμενος, φοβερὸς γέγονας, ταῖς ἀντικειμέναις, τῶν Δαιμόνων παρατάξεσιν, οὓς καὶ ἐδίωξας, μάστιγι τῇ πίστει χρησάμενος, καὶ θείαις ἐπικλήσεσι, καὶ τοὺς ὁδοιπόρους διέσωσας, βλάβης τῆς ἐκείνων, Δομέτιε θεράπον τοῦ Χριστοῦ, ὅν παρρησίᾳ δυσώπησον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο, οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ· οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.