Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 7 Αυγούστου 2014

ΑΓΙΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΔΟΜΕΤΙΟΥ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου.

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου.

Ὑπὲρ τὰ πάντα σοι συναθλεῖν ἐκ λίθων,
Μύστας Πάτερ σούς, ἐξεπαίδευσας τάχα.
Σὺν δυσὶν ἑβδομάτῃ Δομέτιος ἐλεύσθη μύσταις.

Ὁ ὅσιος Δομέτιος ὁ σημειοφόρος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Φιλοθέου μονῆς ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικάνορος τοῦ θαυματουργοῦ, τοῦ ἐν τῷ τοῦ Καλλιστράτου ὄρει ἀναλάμψαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ὤρ ἐν εἰρήνῃ τελειοῦται.

Ἐκ γῆς ἀπελθών, Ὤρ ἐμὸς λέγει.
Χάρις, Ὑπὲρ τὸν Ὤρ πέφυκε τὸν σόν, ὦ Νόμε.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ὅσιοι μύριοι Ἀσκηταὶ οἱ Θηβαῖοι ἐν εἰρήνῃ τελειοῦνται.

Γῆς ἐξελαύνεις, εἰς τὸ Δαυῒδ χρὴ λέγειν,
Τὸ μυριοπλάσιον ἅρμα σου Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ποταμία ἡ θαυματουργὸς ξίφει τελειοῦται.

Ὑπὲρ Χριστοῦ κτανθεῖσα θαυμαστὴ ξίφει,
Χέει ποταμοὺς θαυμάτων Ποταμία.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νάρκισσος, Ἀρχιεπίσκοπος Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται.

Ἡδὺ πνέων, Νάρκισσε, ναρκίσσου πλέον,
Εὐωδιάζεις τῆς Ἐδὲμ τὸ χωρίον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀστέριος ὁ θαυματουργὸς ξίφει τελειοῦται.

Τράχηλον Ἀστέριος ἐκκοπεὶς ξίφει,
Χοροῖς ἀθλητῶν, οἷον ἀστὴρ ἐμπρέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σῴζων, ὁ ἐκ Νικομηδείας, εἰς πῦρ βληθείς, καὶ ἀβλαβὴς ἐξελθών, ἐν εἰρήνῃ τελειοῦται.

Ὑπῆρχεν ἄλλη σαλαμάνδρα πρὸς φλόγα,
Σῴζων ὁ Μάρτυς, οὗ τέλος πυρὸς δίχα.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὑπερέχιος ἐν εἰρήνῃ τελειοῦται.

Ὑπερέχιος, κἂν τάφῳ κατεκρύβη,
Πέφυκεν ἴσος τοῖς χοροῖς τῶν Ἀγγέλων.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.