Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 4 Φεβρουαρίου 2012

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου

Πηλουσιῶτα, χαῖρε, πολλὰ μοι,
Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης.
Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου ὁμολογητοῦ τοῦ Στουδίτου.

Ἔδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ,
Καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος.

Πῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου,
Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Εἰρηνοπόλει, ἑνὸς τῶν Τριακοσίων δεκαοκτὼ Ἁγίων Πατέρων, τῶν ἐν Νικαίᾳ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου.

Θείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις,
Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θαυματουργός, Ἰάσιμος ἐν εἰρήνῃ τελειοῦται.

Ἀλλ' Ἰασίμου καὶ μόνη κωφὴ κόνις,
Νέμει νοσοῦσι τὴν ἰάσιμον χάριν.

Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.