Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 8 Δεκεμβρίου 2011

ΧΑΙΡΟΙΣ ΤΩΝ ΑΣΚΗΤΩΝ ΚΑΛΛΟΝΗ


Χαίροις τῶν ἀσκητῶν καλλονή, θείας ἀγάπης ὁ λειμὼν ὁ μυρίπνοος, ὁ πᾶσι τὴν εὐωδίαν, τῶν ἀρετῶν ἐφαπλῶν, καὶ παθῶν διώκων ὀσμὴν χείρονα· δοχεῖον ὑπέρτιμον, ἐπιπνοίας τοῦ Πνεύματος, ξίφος συγκόπτον,τῶν δαιμόνων τὰς φάλαγγας, κλῆμα εὔκαρπον, τῶν καρπῶν τῆς ἀσκήσεως· λύχνος ὁ παμφαέστατος, ὁ λύων τὴν ζόφωσιν, ἀσθενειῶν πολυτρόπων,ταῖς τῶν θαυμάτων ἐλλάμψεσι, Πατάπιε Πάτερ, ὁ αἰτούμενος τοῖς πᾶσι, τὸ μέγα ἔλεος.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.
Χαίροις ὁ τῆς Αἰγύπτου βλαστός, ὁ ἐν ἐρήμῳ μὲν ὡς ἄσαρκος πρότερον, ἀσκήσας ἔρωτι θείῳ, καί θριαμβεύσας ἐχθροῦ, θείᾳ συμμαχίᾳ τὴν παράταξιν, ἐν πόλει δὲ ὔστερον, διαλάμψας τοῦ Βύζαντος, θαυμάτων αἴγλῃ, καὶ πλουσίοις χαρίσμασι, τῆς ἀμέμπτου σου, πολιτείας Πατάπιε· ὅθεν σε μακαρίζομεν, ὡς θεῖον θεράποντα, καὶ νοσημάτων παντοίων, θεραπευτὴν συμπαθέστατον, Χριστὸν δυσωποῦντα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πάλαι τῇ εὐδοκίᾳ τῇ σῇ, μετεκομίσθη τὸ σὸν σκῆνος, Πατάπιε, ἐν ὄρεσι Γερανείων, ἔνθα Μονὴ ἱερά, τῇ σῇ κλήσει Πάτερ ᾠκοδόμηται, ἐν ᾗ πάσης τάξεως, καταφεύγουσιν ἄνθρωποι, καὶ ὧν αἰτοῦνται, παρὰ σοῦ μετὰ πίστεως, τάχος δέχονται, τὴν σωτήριον ἔκβασιν. ῞Οθεν τῇ ἀντιλήψει σου, ἡ Κόρινθος γάνυται, καὶ τὸ Λουτράκιον ἅμα, καὶ ἡ περίοικος ἅπασα, Χριστὸν ἀνυμνοῦσαι, τὸν δωρούμενον τοῖς πᾶσι, τὸ θεῖον ἔλεος.
Τῆς σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ πνεύματι, ἀγγελικῶς ἐν κόσμῳ διέπρεψας ῞Οσιε· τὰ γὰρ ἀεὶ διαμένοντα, εὐθείᾳ γνώμῃ ἐκζητῶν, τοῦ σκολιοῦ δράκοντος διέρρηξας, τὰς μηχανὰς τῇ ἀσκήσει σου· καὶ τῇ θείᾳ μετοχῇ, δοξασθεὶς ἐπαξίως, τὴν τοῦ πόθου πλήρωσιν, ἐπιτηδείως εὕρηκας. Διὸ παμμάκαρ Πατάπιε, ρῦσαι ἡμᾶς τῶν παθῶν τῆς κακίας, καὶ πρέσβευε Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.