Τῷ Χριστῷ ἐκ νεότητος, ἠκολούθησας ῞Οσιε, κοσμικὴν προσπάθειαν ἀρνησάμενος, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα, νεκρώσας Πατάπιε, ἰσαγγέλῳ σου ζωῆ, τῶν Αγγέλων ἐφάμιλλος, ἀναδέδειξαι, καὶ ταμεῖον τῆς θείας ἐπιπνοίας, ἀρετῶν ταῖς φωταυγείαις, φαίνων τοῖς πᾶσι τὰ κρείττονα.
Ἐξ Αἰγύπτου ὡς ἥλιος, ἐπιστὰς Πάτερ ὅσιε, τὴν Κωνσταντινούπολιν κατεπύρευσας, ταῖς ἐναρέτοις σου πράξεσι, καὶ τρόπων χρηστότητι , καὶ θαυμάτων ἱερῶν , ἐπιδείξεσιν ῞Αγιε· δαιμονῶντας γάρ, θεραπεύεις καὶ πήρωσιν ὀμμάτων, καὶ τὸ πάθος τοῦ καρκίνου, τῇ σῇ ἐντεύξει ἰάτρευσας.
Κορινθίας τὸ καύχημα, Λουτρακίου τὸν ἔφορον, ὡς Χριστοῦ θεράποντα γνησιώτατον, τὸν θεοφόρον Πατάπιον, ὑμνήσωμεν ἅπαντες, ὡς προστάτην τῶν πιστῶν, καὶ θερμὸν ἀντιλήπτορα, καὶ ὑπέρμαχον, τῆς οἰκείας Μονῆς τῆς κεκτημένης, ὡς πηγὴν θείαν χαρίτων, τὸ ἱερὸν αὐτοῦ λείψανον.
Σήμερον ὡς φωταυγὴς ἀστὴρ ἀνέτειλεν, ἡ τοῦ ῾Οσίου Παταπίου μνήμη, τοὺς εὐσεβεῖς λαμπρύνουσα, τῶν ἀρετῶν ταῖς ἀκτῖσι· διὸ πάντες συνδράμωμεν, ἵνα τῷ φωτὶ αὐτοῦ φῶς θεῖον προσλάβωμεν, ἐν εὐφροσύνῃ βοῶντες· χαίροις ὁ τῷ Χριστῷ ὁλοσχερῶς ἀνατεθείς, καὶ τῆς ἐν αὐτῷ ζωῆς, καρποφορήσας τὰς χάριτας· χαίροις τοῦ Παρακλήτου δοξασθεὶς τῇ δωρεᾷ, καὶ θαυμάτων ἐνεργείαις, τῷ κόσμῳ ἐκλάμψας· χαίροις τῶν Γερανείων ὁ πυρσός, τοῦ Λουτρακίου τὸ κλέος,καί πάσης Κορινθίας πρεσβευτὴς θερμότατος. Ἀλλ᾽ ὦ θεόφρον Πατάπιε, ὡς ἔχων παρρησίαν πρὸς Κύριον, ἀδιαλείπτως πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.