Γερανείων τὸ κλέος, Κορινθίας τὸ καύχημα, καὶ Μοναζουσῶν νῦν προστάτης, ἀνεδείχθης Πάτερ Πατάπιε. Ἀσκήσεσι, νηστείαις προσευχαῖς, νῦν ἔχεις παρρησίαν πρὸς Θεόν, ἀδιαλείπτως ἱκετεύειν ὑπὲρ ὑμῶν, τῶν κατακρίτων δούλων σου. Δόξα τῷ δοξασθέντι διὰ σοῦ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ φωτίσαντι ἡμᾶς διὰ τῆς σῆς ἀσκήσεως.
Ἐξ Αἰγύπτου ἐκλάμψας Πάτερ Πατάπιε, ἐν Βυζαντίῳ ἐμπρέπεις τῇ ἰσαγγέλῳ ζωῇ ,καὶ ὡς θεῖον θησαυρὸν ἡμῖν δεδώρησαι,τὸ λείψανόν σου τὸ σεπτόν, ἀναβλύζον μυστικῶς, τὴν χάριν τοῦ Παρακλήτου, τοῖς τῇ ἁγίᾳ Μονῆ σου, προσερχομένοις μετὰ πίστεως.