Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 8 Δεκεμβρίου 2011

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΠΑΤΑΠΙΕ


Πάτερ θεόφρον Πατάπιετῆς ἐγκρατείας πυρίτῶν παθῶν ὕλην ἅπασανὡς καλάμην εὔπρηστονκαταφλέξας εἰσδέδεξαιτοῦ Παρακλήτου τὴν θείαν ἔλλαμψινκαὶ ἀπαθείᾳ τὸ φῶςἐξήστραψας· ὅθεν ἀπήλασαςτῶν δαιμόνων φάσματακαὶ πρὸς τὸ φῶςτῆς ζωῆς τὸ ἄδυτονχαίρων ἀνέδραμες.

Πάτερ παμμάκαρ Πατάπιεκαταπατήσας ἐχθροῦφερωνύμως τὴν ἔπαρσιν,νίκης διαδήματιοὐρανίῳ κεκόσμησαικαὶ ἰαμάτων λαβὼν τὴν δύναμινἐξ ἀνιάτων παθῶν ἰάτρευσας,τοὺς προσελθόντας σοικαὶ φθορᾶς ἀπήλλαξαςδαιμονικῆςἴασιν δωρούμενοςψυχῆς καὶ σώματος.

Ὅσιε Πάτερ Πατάπιεκαθάπερ λύχνος λαμπρόςἐν τῇ πόλει τοῦ Βύζαντοςμυστικῶς ἐξέλαμψαςἀρετῶν τελειότητι· νῦν δὲ θαυμάτων ταῖς ἐπιλάμψεσιταῖς προϊούσαις ἐκ τοῦλειψάνου σουπᾶσαν περίοικοντῆς Κορίνθου ἅγιεφωταγωγεῖςκαὶ παρέχεις ἅπασιῥῶσιν καὶ ἔλεος.

Ὅσιε Πάτερ Πατάπιε τὴν σὴν ἁγίαν Μονὴν τὴν τὸ θεῖον σου λείψανον, ὡς σεπτὸν θησαύρισμα, ἱερῶς θησαυρίζουσαν, σκέπε καὶ σῷζε τῇ προστασίᾳ σου, ἐκ τῶν σκανδάλων τοῦ πολεμήτορος· τὴν σὴν γὰρ ἅγιε, πατρικὴν ἐκδέχεται, χάριν ἀεί, καὶ τῇ ἀντιλήψει σου , αὔξει καὶ σῴζεται.

Ὅσιε Πάτερ, τῆς κοσμικῆς ἐκκλίνας τύρβης, δι' ἄκρας ἡσυχίας Θεῷ ἡνώθης, θεωθείς κατὰ μέθεξιν· ὑπεράνω γὰρ γεγονώς, πάσης αἰσθήσεως, τῶν ὑπὲρ φύσιν δωρεῶν ἠξιώθης, καὶ ὧν μετέσχες καλῶν,τοῖς ποθοῦσι μετέδωκας· καὶ νῦν ἡμᾶς ἁγιάζεις, τῷ ἁγίῳ λειψάνῳ σου, καὶ τῇ ἐξ αὐτοῦ χάριτι, μυσταγωγεῖς τὰ κρείττονα. Ἀλλ' ὡς τῆς ἄνω ζωῆς μέτοχος, Πατάπιε ὅσιε, πρέσβευε τυχεῖν καὶ ἡμᾶς, τῆς θείας μακαριότητος.