Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 8 Δεκεμβρίου 2011

ΠΑΛΑΙ ΜΕΝ Η ΑΙΓΥΠΤΟΣ, ΠΕΡΙΦΑΝΩΣ ΣΕ ΒΛΑΣΤΗΣΑΣΑ


Πάλαι μὲν ἡ Αἴγυπτος, περιφανῶς σε βλαστήσασα, ἡ δὲ βασιλὶς τῶν πόλεων, τῶν σῶν θαυμάτων τρυφήσασα, ἔχαιρον Πάτερ· νῦν δὲ ἡμεῖς κεκτημένοι, τὸ ἱερόν σου λείψανον, ὡς θησαυρὸν θεόσδοτον, πολλῷ πλέον ἀγαλλόμεθα, τὴν πρὸς ἡμᾶς σου κηρύττοντες, πολλὴν κηδεμονίαν· ἐξ αὐτοῦ γὰρ λαμβάνομεν, ἁγιασμοῦ τὰς δωρεάς, καὶ πᾶσαν ὄνησιν σωτήριον, καὶ δυσχερῶν ἀπαλλαγήν. Αλλ᾽, ὦ Πατάπιε ῞Οσιε, τὴν σὴν Μονὴν ἀεὶ φύλαττε, ἐπηρειῶν τοῦ ὄφεως, καὶ δίδου πᾶσι τὰ αἰτήματα, τοῖς προσιοῦσι τῇ πρεσβείᾳ σου.

Τὸν τοῦ Σωτῆρος ζυγὸν ἀράμενος, τῶν σωτηρίων ἐντολῶν ἐργάτης δόκιμος, ἐν πολλῇ φρονήσει, ἀληθῶς ἀνεδείχθης· δι' ὧν τῶν μὲν χαμαὶ συρομένων, ὑπερήρθης τῷ πνεύματι, τῆς δὲ φθορᾶς τὸ πάχος, ἀπεβάλου τοῖς πόνοις σου· καὶ ἀφθαρσίας τὴν εὐπρέπειαν, θεουργικῶς ἀμφιασάμενος, ἄφθαρτον πᾶσιν ἔδειξας, καὶ πλῆρες δόξης τῆς κρείττονος, μετὰ τέλος τὸ σῶμά σου. Χριστὸς γὰρ ὃν ἐδόξασας, λαμπρῶς σε κατεδόξασεν, ᾯ καὶ ἡμᾶς προσάγαγε, ταῖς πρὸς αὐτὸν πρεσβείαις σου.

Θείῳ πόθῳ πτερωθείς, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ ᾤκησας, βιοτεύων ὡς ἄσαρκος, θεοφόρε Πάτερ Πατάπιε· καὶ τῶν θείων ἀξιωθεὶς ἐλλάμψεων, ὥσπερ ἄλλος Μωϋσῆς, ἐν Βυζαντίῳ παραγέγονας, θείῳ κινούμενος Πνεύματι· οὗ τῇ δυνάμει ἐνεργῶν, πάθη ποικίλα ἰάτρευσας, καὶ πολλοὺς ἐρρύσω,τῆς δυναστείας τοῦ δράκοντος,τῇ τοῦ βίου σου λαμπρότητι. Αλλ' ὡς Ἀγγέλων μιμητής, καὶ ἀπαθείας σκεῦος πολύτιμον,τῆς τῶν παθῶν τυραννίδος ῥῦσαι, τοὺς φαιδρῶς σε γεραίροντας.

Δεῦτε ἅπαντες πιστοί, τῇ τῶν Γερανείων Μονῇ προσέλθωμεν, ἔνθα θείᾳ προνοίᾳ, τὸ τοῦ ῾Οσίου Παταπίου τεθησαύρισται, πάντιμον σκῆνος· χαριτωθὲν γὰρ θείῳ Πνεύματι, κρεῖττον φθορᾶς και ἀλώβητον, τῇ τῶν χρόνων περιόδῳ τετήρηται, διασῷζον ἅπαντα, τὰ τῆς ἁγιότητος σήμαντρα· καί εὐλαβῶς αὐτὸ προσκυνήσωμεν, ὡς κιβωτὸν ἁγιασμοῦ, κοιι θείας χάριτος θησαύρισμα· εὐωδίαν γὰρ μυστικήν, αἰωνίου ζωῆς παρέχει, καὶ ἰάματα ψυχῆς καὶ σώματος, τοῖς πιστῶς προστρέχουσιν. Ἀλλὰ δόξα σοι Κύριε, Υἱὲ Θεοῦ Μονογενές, καὶ παρέχων δι' αὐτοῦ, τῷ Χριστωνύμῳ πληρώματι, εἰρήνην καὶ μέγα ἔλεος.

Τῆς ἰσαγγέλου σου ζωῆς, τὰς θεαυγεῖς ἀρετάς, ὡς προσφορὰν εὐπρόσδεκτον, καὶ θυσίαν λογικήν, ὁ Σωτὴρ τῶν ὅλων ἐδέξατο, θεοφόρε Πατάπιε· ἔνθεν λαμπρῶς σε ἀμειβόμενος, πλουσίοις χαρίσμασί τε κατεκόσμησε, καὶ περιόντα τῇ γῇ, καὶ μεταστάντα τῶν τῇδε· ἔτι γὰρ ζῶν, θαυμάτων αὐτουργὸς πέφηνας, καὶ μετὰ τέλος μακάριον, δεδοξασμένον περιφανῶς, τὸ σὸν λείψανον δέδοται πιστοῖς. Διὸ καὶ ἡμεῖς τὰ τέκνα σου, τὴν σὴν μνήμην ἑορτάζοντες, ἱκέσιον φωνήν σοι αἴρομεν, ἐν κατανύξει βοῶντες· Πάτερ συμπαθέστατε, φύλαττε ἡμᾶς, ὑπὸ τὴν κραταιὰν σκέπην σου, παρέχων ἡμῖν πάντοτε, τῆς προστασίας σου τὰς χάριτας.